Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

170. τὸ ἄνδρας θηρητῆρας ἑκατέρωσε δύναται προσνέμεσθαι.

175. ἀπὸ τούτου ἕως τοῦ “πάντες ὅσοι Δαναοῖσιν” (180) ἀθετοῦν- ται στίχοι Ϛ΄ ὅτι παρῳδηνται ἐκ τοῦ “ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσι” (Il. 15, 414). πρὸς ποίας δὲ πύλας ἐμάχοντος οὐδέπω γὰρ διαβεβήκασι τὴν τάφρον. γελοῖον δὲ καὶ τὸ “ ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·” τί γὰρ εἴρηται ἤδη τῆς τειχομαχίαςς πόθεν δὲ θεσπιδαὲς πῦρ οὐδέπω γὰρ πυρὶ κέχρηνται, ἀλλʼ ὕστερον λέγει ὁ Ἕκτωρ “οἴσετε πῦρ ” (ib. 718). εὔηθες δὲ καὶ τὸ λέγειν ὅτι ἠνιῶντο οἱ βοηθοῦντες τοῖς λλησι θεοὶ ἐπὶ τῷ ἐλαττοῦσθαι αὐτούς. τῷ δὲ “λάῖνον Ἀργεῖοι δέ” (178) διπλῆν παρατιθέασιν ἔνιοι διὰ τὸ ὑπερβατὸν, περὶ τεῖχος λάῖνον. ἠθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει· παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἐγράφοντο.

177. ἄλλως ἢ τὸ θερμὸν τῆς μάχης πῦρ φησί· δύναται δὲ καὶ [*](14. οἷον addidit Lehrsius. 31. τῷ] τὸ Bekk.)

423
κυρίως πῦρ λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτὸ ἐμπρῆσαι ἐπιχειροῦντας τοὺς βαρβάρους εἰσάγῃ.

λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων, ἐκ τῆς σνγκρούσεως τῶν βαλλομένων πῦρ ἅπτεσθαί φησι πανταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν ὁ λόγος.

βραχὺ διασταλτέον ἐπὶ τὸ πῦρ· ἔστι γὰρ τεῖχος λάινον τὸ ἑξῆς. ἄκαιρον γὰρ τὸ λάῖνον πῦρ εἴ τις συνάπτοι.

178. ἡ τελευταία λέξις ἡ ἀνάγκῃ κεχωρίσθαι ὀφείλει τῶν ἄνω, ἵνα σαφέστερον περιστῇ ἥ τε ἐπίτασις καὶ ἡ ἐναντίωσις. δυνατὸν δὲ καὶ συνάπτοντα μέχρι τοῦ νηῶν ἀπʼ ἄλλης ἀρχῆς λέγειν ἠμύνοντο, ἵνα ᾖ ἀχνύμενοι περὶ νηῶν.

179. *ἐν ἄλλῳ θυμῶ.

180. ἡ ταρ πλεονάζει ἐν τῷ ἐπιτάρροθοι ὡς ἐν τῷ ἀταρτηρός. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοῖς κυσὶ βοῇ κελευόντων.

193. Ἰαμενόν] Ἀρίσταρχος ψιλοῖ· ὁ δὲ Ἀσκαλωνίτης φησὶν, ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλωτέον, ἐὰν δὲ ἀπὸ τῆς ὁρμῆς, δασυντέον. ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου· οὐδὲν γάρ ἐστι κωλῦον τὴν ἀνάγνωσιν αὐτοῦ.

*Ὀρέστην] πρὸς τὴν ὁμωνυμίαν.

195—199. ὑποστιγμὴ ἐν ὑποκρίσει, μμρμμαίροντα, ἕποντο· διαστολαὶ δὲ ἔσαν, νῆες. ἡ δὲ ἀνταπόδοσις οἵ ῥ ἔτι μερμήριζον. διόπερ οὐ χωριστέον στιγμαῖς· εἷς γὰρ ὁ λόγος.

201. Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ “ ὠκυπέτα χρνσέῃσιν ἐθείρῃσιν” (Il. 8, 42) οὕτως κεκλιμένον, ώσεὶ καὶ ἀπὸ τοῦ παντο- πώλης παντοπώλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· ὑψιπέτας γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α, ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις. τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης περισπάσαι, ἐπεὶ ἐν ἑτέροις ἔφη “ὥστʼ αἰετὸς ὑψιπετήεις” (Il. 22, 308). ὡς οὖν τὸ τιμήεις ἔσομαι ἐγένετο τιμῆς “οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι ” (Il. 9, 605)· οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλʼ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικὴν “καὶ χρυσὸν τιμῆντα” (Il. 18, 475), ἥτις ἐδί. δασκε τὸ τῆς εὐθείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχω.

ἐπʼ ἀριστερὰ λαὸν ἐέργων] ὑποχωρῆσαι συμφέρον προσημαίνων· [*](4. συγκρούσεως Bekk.] συγκρίσεως ἐν ὑποκρίσει μαρμαίροντα, νῆας. δία- 20. ὑποστιγμ—ἡ δὲ] ὑποστιγμαὶ στολαὶ δὲ ἔσαν, ἕποντο. ἡ δὲ Friedl.)

424
ἀριστερὰ γὰρ σημεῖα τὰ ἀπαίσια, δεξιὰ δὲ τὰ συμφέροντα. ζητεῖται δὲ πῶς ὁ δεὺς ἐπικρατεστέρους θέλων ποιῆσαι τοὺς Τρῶας, σημεῖον· αὐτοῖς κωλυτικὸν ἐπιπέμπει· φησὶ γὰρ “ ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν.” καὶ ῥητέον ὅτι νίκην μὲν ἐβούλετο τοῖς Τρωσὶν, ἐξελεῖν δὲ τὸ δέος τῶν Ἑλλήνων· οὐ γὰρ κατὰ προαίρεσιν αὐτοὺς ἰδίαν ἐμίσει, ἀλλὰ χαριζόμενος Θέτιδι.

βέλτιον μέσον μὲν τὸν ἀετὸν ἔρχεσθαι τοῦ πλήθους, ἀνείργειν δὲ αὐτοὺς ἐπὶ τὰ ἀριστερὰ φερομένους· διὸ συναπτέον ἐπʼ ἀρι- στερὰ λαὸν ἐέργων.

ὅτι ἀφορίζων ἔφη, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ ὁ ἀετός.

204. κόψε γάρ αὐτὸν] οὕτως ἐγκλιτέον τὴν ἀντωνυμίαν κατʼ αἰ- τιατικὴν πτῶσιν. μέμνηται καὶ Ἡρωδιανὸς καὶ Ἀπολλώνιος.

205. ἰδνωθείς] ψιλωτέον τὸ ι. οὕτως καὶ Ἀλεξίων καὶ οἱ ἄλλοι. προείρηται δὲ ἡμῖν ἐν τῇ A.

207. *ὅτι λείπει τὸ ἅμα, ἅμα πνοιήσιν ἀνέμοιο.

208. αἰόλον ὄφιν] τὸν πολυποίκιλον καὶπολύστικτον. πέπονθε δὲ ἐπὶ τέλουςὁστίχος ἔχωντὸνἐκ β΄βραχειῶνπυρρίχιον· καὶκαλεῖταιμείουρος.

210. *Ἕκτορα εἶπε] ὅτι λείπει ἡ πρός, πρὸς Ἕκτορα.

211. *ἐπιπλήσσεις] οὕτως διὰ τοῦ π, ἐπιπλήσσεις.

σημειοῦνταί τινες ὅτι τοῦτο ὡς γενόμενον λέγει, γινόμενον δὲ οὐ παρίστησι· καὶ παρεῖται ἡ πρόθεσις· ἐν ἀγοραῖς γάρ. τινὲς δὸ οὕτως, ὅτι ἀγορῇσιν ἀντὶ τοῦ ἀγορεύσεσιν εἴρηκεν.

Ἡρακλέους πορθήσαντος Ἴλιον, Πρίαμος ὁ Λαομέδοντος παραλα- βὼν τὴν βασιλείαν ἔπεμψεν εἰς Δελφοὺς, μαντευσόμενος περὶ τῶν ἐνεστώτων. οἱ δὲ πορευθέντες χρησμόν τε λαμβάνουσι, καὶ Πάνθουν ἕνα τῶν Δελφῶν ἄγουσιν, ὅπως κατὰ τὸ συνεχὲς μαντεύηται Πρίαμῳ. γήμας δὲ οὗτος θυγατέρα Κλυτίου Προνόμην Πολυδάμαντα γεννφ, τήν τε μαντικὴν ἀναδιδάσκει. λέγεται δὲ μιᾷ νυκτὶ τοῦτον καὶ τὸν Ἕκτορα γεννηθῆναι.

213. δῆμον] βαρυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ δημόν ὀξυνο- μένου ἐν τῇ Θ ῥαψωδίᾳ (240). ὁ Ἡρωδιανός.

*ὅτι ἀντὶ τοῦ δημότην, ἰδιώτην· οὕτως Ἡρωδιανὸς, δῆμον ἐόντα.

214. κράτος] ἐν ἄλλῳ σὸν δὲ κλέος.

[*](8. φερομένους] ἀφοριζομένους 19. διὰ τοῦ π] Namalii ἐνιτλήσσεις 23. Hoc scholion legitur post Friedl. 16. πολυποίκιλον] *ποικίλον scholion versus 231.)
425

215. * τῶν συμφερόντων δηλονότι.

216. *μὴ ἴομεν] ὅτι ἀντὶ τοῦ μὴ ἴωμεν συνέσταλκεν.

218. * ὄρνις ἤλθε] χωρὶς τῆς προθέσεως αἱ Ἀριστάρχου.