Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

5. Ἠὼς δʼ ἐκ λεχέων] τὸ ὅλον τοῦτο νομιστέον, ὅτι ἀπὸ τοῦ ἡλίον ἡμέρα γέγονεν. Τιθωνοῖο δὲ, ὡς εἰ ἔλεγεν Τιτανοῖο· Τιτὰν γὰρ ὁ Ἀπόλλων, ὅτι ἀπὸ Λητοῦς. τοῦτον δὲ καὶ ἥλιόν φασιν. ἐκ λεχέων δὲ, ὅτι σὺν αὐτῷ ἀεὶ θεωρεῖται· ἡμέρα γάρ ἐστι πεφω- τισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄντος.

μυθεύεται ὅτι Τιθωνὸν τὸν Λαομέδοντος καὶ Στρυμοῦς τῆς Σκα- μάνδρου υἱὸν, Πριάμου δὲ ἀδελφὸν, ἐκπρεπέστατον τῶν καθʼ ἑαυτὸν ἐν Ἰλίῳ γενόμενον ἐρασθεῖσα ἀνήρπασεν ἡ Ηὼς, καὶ μετεκομίσατο αὐτὸν εἰς τοὺς περὶ Αἰθιοπίαν τόπους, καὶ τῆς τούτου μετέλαβε κοίτης, καὶ δύο παῖδας ἐξ αὐτοῦ ἔσχεν, Ἡμαθίωνα καὶ Μέμνονα· Ἡμαθίωνα μὲν ἀνεῖλεν Ἡρακλῆς μὴ ἐῶντα δρέψασθαι τὰ χρύσεα μῆλα, Μέμνονα δὲ Ἀχιλλεύς. αἰτήσασθαι δὲ τὸν Τιθωνὸν παρὰ τῆς Ἡοῦς ἀθανασίαν· ὁ δὲ γέρων γενόμενος (διὰ γὰρ ἄγνοιαν οὐκ ᾐτήσατο καὶ ἀγηρασίαν) ἀχθόμενος καὶ τῶν ἐν βίῳ μὴ δυνάμενος μεταλαμβάνειν, παρεκάλει τὴν θεὸν, ὅπως αὐτὸν τοῦ ζῆν μεταλλάξῃ· ἡ δὲ (οὐ γὰρ ἦν αὐτὸν δυνατὸν ἀποθανεῖν) μετέβαλεν εἰς τέττιγα τὸν μουσικώτατον τῶν πτηνῶν, ὅπως καὶ διὰ τῆς φωνῆς αὐτοῦ τέρποιτο διηνεκῶς ἀκούουσα.

*Λαομέδοντος παῖς, Πριάμου ἀδελφὸς, Ἡμέρας σύνευνος.

4. ὅτι πολέμοιο τέρας τὸν εἰδωλοποιούμενον πόλεμον, τὸν ποι- ητικὸν τοῦ ἐνεργουμένου πολέμου, ὡς καὶ ἐν ἄλλοις (Il. 5, 593) κυδοι- μοῦ εἴδωλόν φησι τὴν Ἐνυὼ ἔχειν “ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα.” οἱ δὲ ἀστραπήν φασι τὴν ἔριδα φέρειν, ὡς καὶ Ἀριστοφάνης· φησὶ γὰρ (Il. 10, 5) “ὡς δʼ ὅταν ἀστράπτῃ—τεύχων ἢ πολὺν,—ἠέ ποθι πτολέμοιο.” Ἀπολλώνιος δὲ τὸν κυδοιμὸν ἀναιδέα δηῖοτῆτα. οἱ δὲ τὸ ξίφος· διὰ γὰρ αὐτοῦ τὸν πόλεμον κατορθοῦσθαι. οἱ δὲ λαμπάδα διὰ τὸ ἐμπυρσεύεσθαι τὰς τῶν πολεμούντων ψυχάς. μετὰ δὲ τὸ ἀργαλέην βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον

6. πρὸς τὰ περὶ τοῦ ναυστάθμου, ὅτι ἐν μέσῳ τὰς τοῦ Ὀδυσσέως ὑποτίθεται, ἐφʼ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλέως καὶ Αἴαντος.

[*](11. *ὄρθι’] ὀρθίως, μεγάλως. 3. *Τεσανοῖο] τιτωνοῖο 25. Affert trium versuum initia. 4. *ὁ Ἀπόλλων] ὁ om. 29. σαφέστερον Friedl. (ut p. 7. *Στρυμοῦς] οτρυβοῦς 377,1. 383, 33. 390, 22. 391, 25)] 8. ἐκπρεπέστατον] *εὐπρεπέστατον συμφέρον)
371

ἑκάστῳ] ὅτι διὰ τὸ ἠλαττῶσθαι κατὰ τὴν κόλον μάχην νῦν μέγα σθένος ἑκάστῳ ἐντίθησι πρὸς τὸ πολεμεῖν, οὐχ ἵνα μὴ εἰς οἶκον ἀνα- κομισθῶσιν, ὡς ὁ διασκευάσας τοὺς ἑξῆς.

12. ἐπὶ τὸ καρδίῃ διασταλτέον· καὶ γὰρ τὸ σχῆμα γλαφυρὸν, Ἀχαιοῖσι καρδίῃ ἀντὶ τοῦ Ἀχαιῶν, καὶ μᾶλλον ἐμφαίνει τὸ ἄλλη- κτον τοῖς ἑξῆς προσδιδόμενον, ἵνʼ ᾖ ἀλλήκτως πολεμεῖν. τοῖς δὲ ἄνω συνάπτοντας ποιεῖν σθένος ἄλληκτον φαῦλον, ἐπεὶ προείρηται μέγα, ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον.

13. τοῖσι δʼ ἄφαρ πόλεμος] οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται. παρά- κεινται δὲ ἀστερίσκοι, ὅτι κατὰ τὴν B ῥαψῳδίαν (453) ὀρθῶς κεῖνται, ὅτι ἐλπίδας ἔσχον ἀνακομιδῆς ἐπὶ τὴν πατρίδα. καὶ παρὰ Ἀρι- στοφάνει δὲ ἠθετοῦντο, παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἤσαν.

15. ζώννυσθαι] ὁπλίζεσθαι, συνεκδοχικῶς.

17. κνημῖδας μὲν πρῶτα] ὅτι ἐπανείληφεν ἐξεργαστικώτερον τὰ περὶ τὸν ὁπλισμὸν τοῦ Ἀγαμέμνονος, προεπιτηδεύων αὐτοῦ τὴν ἀριστείαν.

21. ὅτι οὕτως εἴρηκεν εἰς Κύπρον ἠκούετο, διὰ τὸ εἰς τόπον ἐκ τό- που διαγγέλλεσθαι, ὅμοιον τῷ “Σκάνδειάνδʼ ἄρα δῶκεν (Il.10, 268).