Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

559. τόνδε σφιν ἄνακτ’ ] ὅτι ἰδίως τὸν ἄνακτα αὐτοῖς ἀντὶ τοῦ αὐτῶν.

561. τὸν τρισκαιδέκατον] ὅτι τοῖς δώδεκα Θρᾳξὶ τὸν Δόλωνα ἐπαριθμεῖ, χωρίσας τὸν Ῥῆσον διὰ τῶν προειρημένων “τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης.” πλανηθέντες δέ τινες γράφουσιν τὸν τετρακαιδέκατον σκοπὸν εἵλομεν.

563. * Τρῶες ἀγαυοί] νῦν ἐν εἰρωνείας μέρει κεῖται· οὐ γὰρ ἐπαινεῖν πρέπει τοὺς πολεμίους.

570. νηῒ δʼ ἐνὶ πρυμνῇ] ὅτι ἀντὶ τοῦ νεὼς πρύμνῃ· καὶ ὅτι κοινῶς τὰ ἔναρα.

573. ἐσβάντας κνήμας τε ἰδὲ λόφον] ὅτι λόφον αὐτὸν νῦν τὸν τένοντα· ἔνθεν καὶ ἐν Ὀδυσσείᾳ (10, 169) καταλοφάδειαν ἀντὶ τοῦ κατὰ τὸν τένοντα. βραχὺ δὲ διασταλτέον μετὰ τὴν πρώτην λέξιν. καὶ ὅτι κοινή ἐστιν ἡ ἀμφί, ἀμφί τε κνήμας καὶ λόφον.

574. ὅτι περὶ μὲν τῆς θυσίας σαφῶς λέγει, περὶ δὲ τῆς δόσεως τῶν δώρων ἐσιώπησεν, ἀρκεσθεὶς τῷ ἄνω κεφαλαιωδῶς εἰρημένῳ.

τοῦ ἐπεί τὴν τελευταίαν ὀξυτονητέον· ἐγκλιτικὴ γὰρ ἡ σφίν. ἡ διπλῆ δὲ, ὅτι δοτικῇ ἀντὶ γενικῆς ἐχρήσατο.

578. δείπνῳ ἐφιζανέτην] ὅτι ἐπὶ πάντων τοῦτο νοητέον, οὐκ ἐπὶ μόνου Διομήδους καὶ Ὀδυσσέως. καὶ ὅτι ἠριστοποιοῦντο· ἡ γὰρ πρωῖνὴ ἐπέστη.

579. πλείου ἀφυσσόμενοι] ὅτι ἀντὶ τοῦ πλῆρες· τὸ δὲ συγ- κριτικὸν ἀπὸ τοῦ πλείων, πλείονος.

*ἀφυσσόμενοι] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἀφυσσάμενοι. ἔστι κατάλληλον πρὸς τὸ λεῖβον.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.

[*](6. Idem schol. in marg. inter. τέον ἄνευ πάσης διαστολῆς, ὅτι 13. *τοὺς πολεμίους] τοῖς πολε- Friedl. 31. Ἀριστονίκου σημεῖα] σημεῖα μίοις 19. καὶ ὅτι] καὶ τὰς λοιπὰς συναπ- Ἀριστονίκου)