Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

22. ὅτι ἀνάπλουν τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν λέγει.

24. * ὡς νῦν ἐπὶ δεκαστιχίαν.

οἶμοι] κυρίως μὲν ὁδοὶ, νῦν δὲ αἱ ἄνωθεν διήκουσαι τοῦ θώρακος ῥάβδοι ἕως τῶν κάτω μερῶν· ῥαβδωτὸς γὰρ ἦν ὁ θώραξ. βαρύνεται δὲ τὸ οἶμος ὡς οἶκος. δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα ιβαρύνεσθαι, ὁπότεπρὸ τῆς εἰς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρ- χει—φημὶ δὲ διὰ τὸ Οἰός· οὕτως γὰρ λέγεται δῆμος παρʼ Ἀθηναίοις κατʼ ὀξεῖαν τάσιν—οἷον οἶκος οἶτος οἶκτος οἶνος. οὕτως καὶ οἶμος.

26. κυάνεοι δὲ δράκοντες] ἐν τῇ Ἀριστοφάνους σμερδαλέοι δὲ δράκοντες ἐλειχμῶντο.

ὀρωρέχατο] ἐξετέταντο, διεγηγερμένοι ἤσαν. γέγονε δὲ ἀπὸ τοῦ ὀρέγω, ὤρεχα ὁ παρακείμενος, ὤρεγμαι, τὸ τρίτον ὤρεκται, καὶ Ἰακῶς [*](1. κόλον] κῶλον ut καθοπλίζεσθαι, quod super ζών- 2. μὴ addidit Fiedl. νυσθαι legitur. 6. τοῖς δὲ Friedl.] τὸ δὲ 15. τὸν ὁπλισμὸν] τῶν ὁπλισμῶν 9. τοῖσι—] Praefixus est obelus προεπιτηδεύων Lehrsius] προσ- cum asterisco. επιδεσμεύων 12. δὲ οὐδὲ] δέ om. 30. ὤρεκται] ὄρεκτ 13. Est potius gl. interlineare.)

372
ὠρέχαται, καὶ Ἀττικῶς διπλασιασμὸς ὀρωρέχαται, ὁ ὑπερσυντέλικος ὀρωρέχατο προτὶ δειρήν.

27. τρεῖς ἑκάτερθʼ ἴρισσιν] ὅτι Ζηνόδοτος γράφει Ἐρίδεσσιν. οὐκ ἔστι δὲ ἡ αὐτὴ Ἔρις καὶ Ἶρις καθʼ Ὅμηρον, ὡς ὑπέλαβεν.

28. *στήριξεν] οὕτως Ἰακῶς τὸ στήριξεν.

30. ὅτι νῦν μὲν χρυσόηλον, ἐν ἄλλοις δὲ (Il. 2, 45. 3, 334) ἀργυ- ρόηλον. ἤτοι κατʼ ἐπιφορὰν, ἣ διὰ τὴν ἀριστείαν κοσμεῖ διαφορω- τέρᾳ πανοπλίᾳ.

32. ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες. πρὸ δὲ τῆς περικεφαλαίας ἀνα- λαμβάνει τὴν ἀσπίδα, ὡς ἂν διʼ ἀναφορέων χρωμένων ταῖς ἀσπίσιν. ὁ δὲ Ζηνόδοτος ἐπὶ τοῦ Ἀλεξάνδρου (Il. 3, 334) τὸν ὁπλισμὸν ἐνήλλαχεν.

33. χάλκεοι ἦσαν] ἐὰν σὺν τῷ ι γράφηται, ᾖσαν, περιεπορεύοντο· εἰ δὲ μὴ, ἀναστρεπτέον, ἵνα ᾖ περιῆσαν.