Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

523. *ὅτι περισσὸς ὁ κε.

524. κεφαλῇ κατανεύσω] τὸ λογιστικὸν περὶ κεφαλὴν, τὸ θυμικὸν περὶ καρδίαν, “κραδίη δέ οἱ ἔνδον ὑλάκτει” (Od. 20, 13) καὶ “οἰδάνεται κραδίη χόλῳ (ΙΙ. 9, 646), τὸ ἐπιθυμητικὸν περὶ ἧπαρ· “ἧπαρ ἔκειρον” (Od. 11, 578).

κεφαλῇ κατανεύσομαι] οὕτως κατανεύσομαι, οὐχὶ ἐπινεύσομαι Ἀρίσταρχος ἐν τοῖς πρὸς Φιλητᾶν προφέρεται.

526, 527. οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾿ ἀπατηλὸν οὐδ᾿ ἀτελεύ- τητον] ὅτι περιώρικε τοὺς τρόπους. στικτέον δὲ ἐπὶ τὸ παλινάγρετον, τὰ δὲ ἄλλα συναπτέον. εἰ δέ τις στίζοι ἐπὶ τὸ τέκμωρ, ὑγιεστέρα μὲν ἡ σύνταξις ἔσται.

παλινάγρετον] ὑστερόληπτον, οἱονεὶ μεταμελητόν.

διὰ τοῦ παλινάγρετον ἐσήμανεν ὅτι βέβαιός ἐστιν· ὅτι φιλά- γαθος, διὰ τοῦ ἀπατηλόν· ὅτι τελεσιουργὸς, διὰ τοῦ ἀτελεύτη- τον.

528. ἦ] ἔφη, εἶπεν. δηλοῖ δὲ πλείονα, καὶ τὸ ἥτις, ὡς ἐπὶ τοῦ “ἣ μυρί᾿ Ἀχαιοῖς” (2), καὶ τὸν καί σύνδεσμον, ὡς ἐπὶ τοῦ “βού- λομ᾿ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι” (117). δηλοῖ καὶ τὸ ἀληθῶς, ὡς ἐπὶ τοῦ “ἦ δὴ λοίγια ἔργα” (573)· τὸ γὰρ ὄντως ἐπὶ τοῦ ἀληθοῦς λαμβάνεται.

ἐπ᾿ ὀφρύσι] ταῖς ὀφρύσι συνεκδοχικῶς, ὡς ἀπὸ μέρους τὴν κεφα- λήν· εὐθὺς γὰρ ἐπάγει “ἀμβρόσιαι δ᾿ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ᾿ ἀθανάτοιο.”

ἀπὸ τούτων λέγεται τῶν δύο στίχων Φειδίαν τὸν ἀγαλματοποιὸν [*](2. ἐκεῖνο] εκειν, quod est ἐκεί- p. 150. 24. καὶ τὸν καί Bastius ad Greg. 3. μή σε] μή σε νοήσῃ p. 429] καὶ τὸ ἢ. Fallitur scholiasta 16. στικτέον—] Scholion non in- hic et supra p. 24, 7. tegrum, de quo v. Friedl. Nican. 25. σόον] σῶον.)

62
ποιῆσαι τὸν ἐν Ἤλιδι χαλκοῦν ἀνδριάντα οὕτως καμπτόμενον καὶ συνωθούμενον.

530. κρατός] ὅτι Ζηνόδοτος γράφει κρητός. οὐκ ἔστι δὲ Ἰακόν· “ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος” (Od. 8, 92).

μέγαν δ᾿ ἐλέλιξεν Ὄλυμπον] τῷ τάχει τῶν συλλαβῶν τὸ ταχὺ τῆς κινήσεως δηλοῖ.

531. διέτμαγεν] αἱ πᾶσαι διὰ τοῦ ε. ἡ μεταφορὰ δὲ ἀπὸ τῶν τεμμνομένων σωμάτων.

532. ἆλτο] ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλό- μενον πνεῦμα· ἠλόγητο γὰρ τὸ ἄλλομαι δασυνόμενον, εἴ γε τὸ α πρὸ δύο λ, ἐψιλοῦτο, ἄλλος ἀλλότριος. τάχα δὲ, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰς λ, ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας, ψιλοῦται· “Ἄλτεω, ὃς Λελέγεσσι” (ΙΙ. 21, 86)· “ληΐου ἀλδήσκοντος” (ΙΙ. 23, 599)· “ἄλθετο χείρ” (ΙΙ. 5,417). ἔνθεν τινὲς καὶ τὸ “ὃς τοῦτον τὸν ἄναλτον” (Od. 18, 113) ψιλῶς προφέρονται.

534. ἐξ ἑδέων] δασύνεται παρὰ τὸ ἕζω. οἱ δὲ μετὰ τοῦ ρ, ἐξ ἑδρέων. ἀπὸ τούτων τῶν δύο στίχων λέγουσι μέρος τιμῆσαι τὸν Λυ- κοῦργον τὸν τῶν Λακεδαιμονίων, γράψαντα νόμον ἐπανίστασθαι τοὺς νέους τοῖς πρεσβυτέροις.

*σφοῦ] τὸ σφοῦ ἀπὸ συγκοπῆς τοῦ σφετέρου.

535. ἔσταν ἅπαντες] ψιλωτέον τὸ ἔσταν, ἐπεὶ γίνεται “στὰν δὲ μεταστοιχεί” (ΙΙ. 23, 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματος ε ἐν ψιλῷ πνεύματι, τὸ δὲ ἕστασαν δασύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε. ὁ δὲ ἔστησα ψιλοῦται, ἐπεὶ γίνεται “στῆσα δ᾿ ἐν Ἀμνισῷ ποταμῷ” (Od. 19, 188).

538. ἁλίοιο γέροντος] ἄδηλον Πρωτέως ἢ Φόρκυνος, εἰ μὴ διὰ τὸ “κλῦτε, κασίγνηται Νηρηΐδες” (ΙΙ. 18, 52).

539. κερτομίοισι] τοῖς τὸ κέαρ τέμνουσιν, ὅ ἐστι τὴν ψυχὴν, καὶ λυποῦσιν, οἱονεὶ κεαροτομίοις.

540. δολομῆτα] προπερισπαστέον τὸ δολομῆτα ὁμοίως τῷ “σχέτ- λιε ποικιλομῆτα” (Od. 13, 293). καὶ καθόλου τὰ εἰς της λήγοντα [*](16. *ἐξ] ἑδρέων] om. οὐ ante δασύνεται delevit Cobetus. 17. μέρος] Fortasse μέρος τι. 24. Ἀμνισῷ] ἀμνησῷ. 18. τὸν] Ι. e. τὸν νομοθέτην. 27. κλῦτε—Νηρηΐδες] κλῦται— 20. σφοῦ om. νιρηΐδες 23. τὸ δὲ ἔστασαν addidit et 30. Lemma τίς δ᾿ αὖτοι δολομῆτα.)

63
βαρύτονα, ὅτε ἐπὶ κλητικῆς εἰς α λήγει, προπερισπᾶται, ἀλῆτα πλανῆτα νικῆτα πεδῆτα αἰσυμνῆτα. ἔνθεν οὖν σημειωτέον τὸ ἀκά- κηα.

541. ἀπὸ νόσφιν ἐόντα] τὸ ἑξῆς ἀπόντα· διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό. ἡ δὲ φράσις συνήθης ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν ἔρχεσθαι· ὡς “σφῶϊν μέντ᾿ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας” (ΙΙ. 4, 341).

542. κρυπτάδια] ὡς διχθάδια.

*δικαζέμεν] τὸ δικαζέμεν ἀντὶ τοῦ πράττειν.

τὸ δὲ πω ὀξύνεται διὰ τὴν μοί ἀντωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. δυσχεραίνουσιν αἱ γυναῖκες, εἰ μὴ πάντα ἀνακοινοῦσιν αὐταῖς οἱ ἄνδρες.

544. πατὴρ ἀνδρῶν τε θεῶν τε] διὰ τί τὸν Δία μόνον τῶν θεῶν οὕτω καλεῖ; ὅτι τὸ συναμφότερον ἔχει οὗτος μόνος· θεῶν μὲν γάρ ἐστι πατὴρ καθ᾿ Ὅμηρον Ἀπόλλωνος, Ἡφαίστου, Ἄρεως, Ἑρμοῦ, Διονύσου, Χαρίτων, Μουσῶν, Ἀφροδίτης, καὶ πολλῶν θνητῶν, Σαρ- πηδόνος, Αἰακοῦ, Ζήθου, Ἀμφίονος, Μίνωος, Ῥαδαμάνθυος, Ἡρα- κλέους, Περσέως καὶ ἑτέρων πολλῶν. οἱ δὲ ἄλλοι πολλοὶ καθ᾿ Ὅμη- ρον πατέρες εἰσὶ μόνως ἢ θνητῶν ἢ ἀθανάτων, οἷον Κρόνος μὲν Διὸς, Ἥρας, Ἅιδου, Ποσειδῶνος, θνητοῦ δὲ οὐδενός· καὶ Ποσειδῶν πάλιν θεοῦ μὲν οὐδενὸς, θνητοῦ δὲ Κύκλωπος, Ἐφιάλτου, Ὤτου, Πελίου, Νηλέως.

547. ἀλλ᾿ ὃν μέν κ᾿ ἐπιεικές] ἀλλ᾿ ὅντινα μὲν λόγον προσήκει σε παῤ ἐμοῦ ἀκοῦσαι, τοῦτον οὐδεὶς πρὸ σοῦ μάθῃ οὔτε θεῶν οὔτε ἀνθρώπων.

ὡς τιμὴν αὐτῇ περιάπτει. ἔστι δὲ καὶ βιωτικῶν μιμητικὰ, πρῶ- τον ἠπίως ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον.

550. διείρεο] ἀνερώτα, πολυπραγμόνει.

553. οὔτ᾿ εἴρομαι οὔτε μεταλλῶ] οὕτως αἱ Ἀριστάρχου καὶ ἡ Ῥιανοῦ καὶ ἡ Ἀριστοφάνους· καὶ ἔστιν ἐμφατικὸν δὶς λεγόμενον τὸ οὔτε. οἱ γράφοντες οὐδὲ μεταλλῶ κακῶς γράφουσιν.

[*](1. βαρύτονα] *βαρύτονα τῷ ῆ πα- 20. *Πελίου] om. ραληγόμενα, ut Etym. Μ. p. 282, 43. 25. Lemma ἐπιεικές. 2. *πεδῆτα] παιδῆτα ὡς] *πράως διαλεγόμενος ὡς. αἰσυμνῆτα Bastius ad Greg. Cor. 28. Lemma καὶ λίην σε πάρος γ᾿ . p. 97] σαμνῖτα 29. δὶς] διὂ 10. Lemma οὐδέ τίπώ μοι πρόφρων. 30. οὐδὲ μεταλλῶ] Haec si anti- 13. *γὰρ] om. quissimorum librorum scriptura)
64

554. εὔκηλος] τὸ εὔκηλος ψιλοῦται κατὰ δύο λόγους, καὶ ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δασυνόμενα φωνήεντα, ὅρος οὖρος, ὅλος οὖλος, καὶ ὅτι ἡ ευ δίφθογγος ἐπιφερομένον συμφώνου ψιλοῦται, εὐνή εὐχή εὖρος. ἐναντιοῦται τὸ εὕδω καὶ εὑρίσκω· τὸ γὰρ εὗσεν δασυ- νόμενον ἀπὸ θέματος τοῦ εὕω.

ἅσσ᾿ ] ὁ μὲν Πτολεμαῖος δασύνει, τρία λέγων σημαίνειν τὸ ἄσσα, τό τε ἅτινα καὶ ὅσα καὶ τινά· καὶ ὅτε μὲν ἰσοδυναμεῖ τῷ ἅτινα, δασύνεται· ἀλλὰ καὶ ὅτε τῷ ὅσα, ὡς ἐπὶ τοῦ “ἅσσ᾿ ἂν ἐμοί περ αὐτῇ (Od. 5, 188). ψιλοῖ δὲ ὅτε ἐπὶ τοῦ τινά παραλαμβάνεται.

556. ἀργυρόπεζα] κόσμον περὶ τὰς ὤας ἔχουσα, ἢ διὰ τοὺς αἰγιαλούς.