Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

482. στείρῃ] ἐπεὶ στερεωτέρα τῶν σανίδων ὑπάρχει· ἐπὶ γὰρ τὸ [*](9. Lemma om. οἱ—μετέρχονται. 17. Lemma μέλποντες ἑκάεργον. 23. ἀπὸ delet Friedl. 22. τῆ —κατέρχονται Bekkerus])

58
ξύλον τοῦτο, ὤσπερ εἰς θεμέλιόν τινα, ἐποικοδομεῖται τὰ ἄλλα ξύλα τῆς νεώς.

484. *μετὰ στρατὸν] Ἀρίσταρχος κατά, οὐ μετά. καὶ “χθιζὸς ἔβη κατὰ δαῖτα” (424).

486. ὑψοῦ ἐπὶ ψαμάθοις] ψάμαθος. καὶ ἡ ποταμία οὕτως καλεῖ- ται· “κείμενον ἐν ψαμάθοις Αἰσήποιο.”

ἕρματα] τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς ρ ἐπιφερο- μένου τοῦ μ δασύνεται, ὅρμος ἅρμα Ἑρμῆς ὅρμαθος. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο.

488. αὐτὰρ ὁ μήνιε] ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ “αὖθι μένων” (492). τὸν δὲ “οὔτε ποτ᾿ ἐς πόλεμον” οὐδὲ ἔγραφεν.

490. *ποθέεσκε] ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως, φιλότιμος δὲ περὶ τὰς πράξεις.

493. ὅτε δή ῥ᾿ ἐκ τοῖο] Ἀρίσταρχος ὁτεδή ὡς δηλαδή παραλόγως ʼἀνεγίνωσκε. Πάμφιλος δὲ τὸ ὅτε κατ᾿ ἰδίαν ἀναφορικὸν ἀναλόγως· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀορίστου. ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀναγινώσκειν ὁτεδή ὡς δηλαδή, πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ σημαινόμενον παραφθείρει. τὸ δὲ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθὲν ἐγίνετο τοῖο, ὡς καλοῦ καλοῖο.

ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ δια- λαμβάνων περὶ τοῦ “ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο” λέγει ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίστου οὐκ ἔστιν ἡ χρῆσις παρὰ τῷ ποιητῇ· ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆς καθόλου τὸ “ὣς Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώ- τοισι φάνεσκεν” (ΙΙ. 11, 64) ὀξυτόνως δεῖν φησὶν ἀναγινώσκεσθαι.

496. ἀνεδύσετο] παρατατικοῦ παθητικοῦ, ὡς ἀπὸ τοῦ δύω ἐνεστῶ- τος τὸ παραγωγὸν δῦμι, ὁ μέλλων δύσω. καὶ ἐγένετο ὁ μέλλων ἐνεστὼς, οὗ ὁ παθητικὸς δύσομαι, ὁ παρατατικὸς ἐδυσόμην ἐδύσετο. ὥσπερ καὶ ἐκ τοῦ βῶ βιβῶ βίβημι ὁ μέλλων βήσω· καὶ μετά- γεται εἰς ἐνεστῶτα, οὗ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην ἐβήσετο.

[*](3, 14. Lemma om. 21. παραφθερεῖ Vill.] παραφθείρει 17."ἀναφορικόν] ἀναφορὰν Lehr- 29. παραγωγὸν] Rectior accentus est παράγωγον.)
59

μέγαν οὐρανὸν Οὔλυμπόν τε] ὅτι οὕτως εἴρηκεν οὐχ ὡς τοῦ Ὀλύμπου ἐπ᾿ οὐρανοῦ ὄντος, ἀλλ᾿ ἐπεὶ καὶ αἱ κορυφαὶ τοῦ ὄρους ὑπὲρ τὰ νέφη εἰσίν· ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος οὐρανὸς καλεῖται ὁμωνύμως τῷ στερεμνίῳ. ἀλλὰ καὶ ἐν οὐρανῷ καὶ ἐν Ὀλύμπῳ γεγονέναι αὐτὴν λέγει.

* οὐρανὸν Οὔλυμπόν τε] ὅτι ἐν τῷ ἄκρῳ τοῦ Ὀλύμπου ἐστὶν ὁμώνυ- μος πόλις Ὄλυμπος·

498. εὐρύοπα] ἤτοι μεγαλόφθαλμον, παρὰ τοὺς ὦπας, ἢ μεγαλό- φωνον, παρὰ τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν.

ψιλῶς μεγαλόφωνον, ὡς τὸ ἐριβρεμέτης. ἢ μεγαλόφθαλμον, διὰ τό προνοητικόν.

499. *πολυδειράδος Οὐλύμποιο] παροιμία “τρὶς δὲ τριηκόσιαι κορυφαὶ νιφόεντος Ὀλύμπου.”

*πολυδειράδος Οὐλύμποιο] ὅτι καὶ ἀρσενικῶς τὸ πολυδειράδος, ὡς ἐνταῦθα.

504. ἢ ἔπει ἢ ἔργῳ] ὅτι εἰ μὴ προϊστορήσαμεν τὰ περὶ τῶν δεσμῶν, ἐφ᾿ ὧν ἡ Θέτις ἐβοήθησεν αὐτῷ, ἐζητοῦμεν ἂν τί αὐτὸν ὤνησεν.

508. μητίετα] βουλευτικώτατε. ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε τὰ εἰς της λήγοντα βαρύτονα βραχείᾳ παραληγόμενα ἀπρόσληπτα τοῦ σ ἐπὶ γενικῆς καὶ ἐπὶ κλητικῆς παροξύνεται, οἰκέτα φυλέτα εὐνέτα. παραλόγως ἄρα ἡ εὐρύοπα δέσποτα καὶ τὸ μητίετα. ἔστι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ι, ἀπὸ εὐθείας τῆς μητίτης, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. οὕτως Ὦρος καὶ Ἀπολ- λώνιος ἐν τῷ περὶ παρωνύμων, καὶ ἀπὸ τοῦ μητῖτά φησι τὸ μη- τίετα.

509, 510. *βραχὺ διασταλτέον ἐπὶ τὸ κράτος καὶ τίσωσιν.

510. *ὀφέλλωσιν] αὔξωσιν. ὅθεν καὶ ὄφλημα τὸ χρέος διὰ τὸν τόκον.

512. ὑποστιγμὴ ἐν ὑποκρίσει ἐπὶ τὸ γούνων διὰ τὸ ὡς μόριον.

[*](1. Lemma ἠερίη δ᾿ ἀνέβη. Friedlaenderus. 4. ἀλλὰ καὶ] καὶ ἀλλαχοῦ Lehr- 20. ἐπὶ κλητικῆς Lehrsius] ἐπὶ sius. 6, 12, 14. Lemma om. 28. Lemma om. 12. τρὶς] Praefixum ⋇ αὔξωσιν Bekkerus] αὔξουσιν 15. ἐνταῦθα Bekkerus] ἐντεῦθεν 30. Lemma ἀλλ᾿ ἀκέων δὴν ἧστο. 16. προῖστορήσαμεν] προῖστόρησεν)
60

513. ἐμπεφυυῖα] ἐμπλέξασα τὰς χεῖρας.

*εἴρετο] Δημήτριος ὁ Ἰξίων προπερισπᾷ, παραλαμβάνων τὸ τό ἄρθρον.

514. ὑπόσχεο καὶ κατάνευσον] δὶς τὸ αὐτὸ πέφρακεν ἐπιτάσεως χάριν· ἀντὶ τοῦ ὑποσχοῦ μοι.

517. ὀχθήσας] εἰς ὕψος ἐπάρας τὸν θυμὸν, παρὰ τοὺς ὄχθους, ἢ παρὰ τὸ ἄχθος ἀχθήσας, ὅ ἐστιν ἀχθεσθεὶς καὶ ὀχθήσας.

518. ἦ] περισπαστέον τὸν ἔστι γὰρ βεβαιωτικὸς ἐν ἀρχῇ κείμενος ὁμοίως τῷ “ἦ δὴ ἀλιτρὸς ἐσσί” (Od. 5, 182).

ἐχθοδοπῆσαι ἐφήσεις] ἐχθρὸν καταστῆναι ἐφορμήσεις, ὅ ἐστιν ἀναγκάσεις.

519. Ἥρῃ, ὅτ᾿ ἄν μ᾿ ἐρέθῃσιν] Ἀρίσταρχος τὸ Ἥρῆ κατ᾿ εὐθεῖάν φησιν, οὐ κατὰ δοτικὴν, ἵν᾿ ᾖ ὅταν με ἐρεθίσῃ ἡ Ἤρα, τότε ἐχθοδο- πῆσαί με ἐφήσεις. τὸ δὲ ὅταν δύο μέρη λόγου.

τὸ τέλειον ὅτε ἄν ἐστι, καὶ κατὰ συναλοιφὴν ὅτ᾿ ἄν· ἐν δὲ τῇ συν- τάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς τὸ “οὐκ ἂν ἐφ᾿ ὑμετέρων ὀχέων” (ΙΙ. 8, 455)· “οὐκ ἂν δὴ μείνειας” (ΙΙ. 3, 52). ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες· “ὡς δ᾿ ὅταν ἀδίνουσαν” (ΙΙ. 11, 269). καὶ τοτὲ μὲν ἐν σημαινομένῳ ὀφείλομεν παραλαμβάνειν τὸν ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ εὐκτικὸν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτως ἔχῃ. πρόδηλον δὲ ἐκ τοῦ χαρακτῆρος ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰς αν ἐπιρρήματα οὐδέποτε συστέλλει τὸ α· τὸ γὰρ πάμπαν οὐ φύσει ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ σύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ᾿ ἀρχὰς συντίθεται.

Ζεὺς ἐρασθεὶς Θέτιδος τῆς Νηρέως ἐδίωκεν αὐτὴν βουλόμενος βιάσασθαι. γενόμενος δὲ ἐπὶ τὸ Καυκάσιον ὄρος ἐκωλύθη ὑπὸ Προ- μηθέως, φήσαντος τὸν ἐκ Θέτιδος γενόμενον ἀμείνονα ἔσεσθαι τοῦ ἰδίου πατρός. δείσας οὖν ὁ Ζεὺς περὶ τῆς ἐν οὐρανῷ κρατήσεως αὐτὸς μὲν ἀπέσχετο τῆς προειρημένης, εἰς τιμὴν δὲ τοῦ παιδὸς Αἰακοῦ ἔδωκεν αὐτὴν πρὸς γάμον Πηλεῖ· ἐξ ἧς ἐγένετο ὁ Ἀχιλλεὺς, [*](2. Lemma om. 15. τὸ τέλειον] ὅταν μ᾿ ἐρέθῃσιν: 4. *δὶς] διὰ τὸ τέλειον. 6. Lemma τὴν δὲ μέγ᾿ ὀχθήσας. συναλοιφὴν] συναλιφὴν. 9. ἐσσί] ἐστί 29. κρατήσεως] * ἐπικρατείας 10. καταστῆναι] καταστῆσαι 31. *αὐτήν] αὐτῇ 14. δύο Cobetus] τρία)

61
ὃς οὐ μόνον ὑπερέβαλε τῇ ἀνδρείᾳ τὸν ἑαυτοῦ πατέρα, ἀλλὰ καὶ τοὺς κατ᾿ ἐκεῖνο καιροῦ γενομένους πάντας ἥρωας.

522. μή σε] οὐχὶ μή σε, ἀλλὰ μή τι αἱ᾿ Ἀριστάρχου καὶ αἱ ἄλλαι σχεδὸν πᾶσαι διορθώσεις. καὶ μήποτε ἐκ περισσοῦ τὸ τί πρόσκειται, ὡς ἐπὶ τούτων “μή τι φόβονδ᾿ ἀγόρευε” (ΙΙ. 5, 252)· “μή τί μευ ἠΰτε παιδός” (ΙΙ. 7, 235)· “μή τι σὺ ταῦτα ἕκαστα διερεο” (550).