Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

558. διασταλτέον ἐπὶ τὸ ἐτήτυμον, ἵν᾿ ᾖ ἀληθὲς κατανενευκέναι.

560. *τὴν δ᾿ ἀπαμειβόμενος] γράφεται τὴν δὲ μέγ᾿ ὀχθήσας.

564. εἰ δ᾿ οὕτω τοῦτ᾿ ἐστί] εἰ δὲ τοῦτο οὕτως ἔχον ἐστὶν, ἔοικε κἀμοὶ προσφιλὲς εἶναι. λέγει δὲ προϋποσχέσθαι τὴν Ἀχιλλέως τιμήν.

*μέλλει] ὅτι τὸ μέλλει οὐκ ἔστι χρονικὸν, ἀλλ᾿ ἀντὶ τοῦ ἔοικεν.

565. κάθησο] προπαροξυτόνως· τὰ γὰρ σύνθετα προστακτικὰ βραχυκατάληκτα ὡς ἐπὶ τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάσσει τόνον. βρα- χνκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε· οὕτως οὖν καὶ ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει.

566. εἰσ᾿ ] ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω πρῶτον πρόσωπον ἐμέν, ὡς τίθημι τίθεμεν τίθετε, καὶ τὸ τρίτον ἐσί, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰσί. μαρτυρεῖ τὸ ἔασι τῇ διφθόγγῳ γραφῇ· ὥσπερ γὰρ ἐκ τοῦ τιθέασι τιθεῖ,σιν, οὕτως καὶ ἐκ τοῦ ἔασιν εἰσίν.

567. *ἆσσον ἰόνθ᾿ ] ὅτι Ζηνόδοτος γράφει ἆσσον ἰόντε. οὐκ ἔστι δὲ, ἀλλ᾿ ἀντὶ τοῦ ἰόντος. συγχεῖ δὲ καὶ τὸ δυϊκόν.

[*](fuit, praecedens οὔτ᾿ εἴρομαι in marg. interiore, sed sine lemmate. οὐ εἴρομαι (cum digammo pronun- 12. Lemma τῇ σ᾿ ὀΐω κατανεῦσαι. ciandum) erit mutandum: quod 16, 26. Lemma om. vidit Mayhoffius de Rhiano p. 45. 22. Lemma θεοί εἰσ᾿ ἐν Ὀλύμπῳ. quod convenitpraecedentibus Iovis 19. ἁπλοῖς Lehrsius] αὐτοῖς verbis 550 μή τι σὺ ταῦτα ἕκαστα 26. ἆσσον] ἄσσον. διείρεο μηδὲ μετάλλα. 4. εὕδω] εὕρω ἐστι] εἷ 27. ἀντὶ τοῦ ἰόντος (ἰόντα Cobe- * δασυνόμενον] om. 6. Lemma ἅσσ᾿ ἐθέλησθα. tus)] αντιῖοντ δυῖκόν] δκ cum usitato compen- 9. αὐτῇ] αὕτη 10. Hoc scholion repetitum in dio.)
65

*ἀντὶ τοῦ ἰόντος· δοτικῇ δὲ κέχρηται ἀντὶ γενικῆς.

ἀάπτους] οὕτως ψιλῶς προενεκτέον· οὕτως δὲ καὶ Ἀρίσταρχσς. ἤκουε δὲ τὰς δεινὰς καὶ ἀπτοήτους. ὁ δὲ Ζηνόδοτος καὶ αὐτὸς ὁμοίως τῷ πνεύματι, εἰς τὰς ἰσχυρὰς δὲ μετελάμβανεν. ἐν δὲ ταῖς Ἀρι- στοφάνους γλώσσαις διὰ τοῦ ε ἐγέγραπτο ἀέπτους. εἰσὶ δὲ οἳ ἀπροσ- πελάστους ἀποδιδόασιν, ἀπὸ τοῦ ἅψασθαι, ὧν οὐδεὶς ἂν ἅψαιτο δι᾿ ἰσχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ δια- φθείρω καὶ βλάπτω· ἔνθεν τὸ “πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προίαψεν.” καὶ μέσον αὐτοῦ κατ᾿ ἔλλειψιν τοῦ α, “μέγα δ᾿ ἴψαο λαὸν Ἀχαιῶν” (454). ἔνθεν καὶ ὁ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν, καὶ κατ᾿ ἔλλειψιν τοῦ ι ἀάπτους, ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ᾿ ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι.

569. καθῆστο] τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἧσμαι ἥσμην ἧσο ἧστο, καὶ ἐν συνθέσει καθῆστο. εἰ γὰρ ἦν ἐκ τοῦ ἧμαι, ὡς ἀπὸ τῶν εἰς μι, ἀνεδίδου τὸν τόνον. οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι δισύλλαβοι, ἔχοντες δύο σύμφωνα, ἐν τῇ συνθέσει φυλάσσουσι τὸν τόνον, εἶργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι. οὕτως οὖν καὶ τὸ καθῆστο.

570. *βραχὺ διασταλτέον ἐπὶ τὸ Διός· ὁ γὰρ οἶκος Διός.

572. ἐπίηρα φέρων] ὅτι ἐπίηρα τὴν μετὰ χάριτος ἐπικουρίαν. οἱ δὲ νεώτεροι ἀντὶ συνδέσμου αἰτιώδους χρῶνται, ἀντὶ τοῦ χάριν, ἕνεκα. ἔστι δὲ παρὰ τὸ ἔρω ἔρανον ὡς ἔχω ὄχανον καὶ κόπτω κόπανον, τροπῇ τοῦ ε εἰς η ἤρανον. ἡ εὐθεῖα τοῦ πληθυντικοῦ ἤρανα, εἶτα συγκοπῇ ἢ ἀποκοπῇ ἦρα. ἐν δὲ τῇ καθόλου οὕτως· ἔστιν ἤρ ἡ ἐπικουρία, καὶ ὀξύνεται ἡ γενικὴ, ἡρός· καὶ ἡ αἰτιατικὴ ἦρα, καὶ ἐν συνθέσει ἐπίηρα. Ἀρίσταρχος δὲ ὑφ᾿ ἓν, κατ᾿ ὀρθὴν σημασίαν, τὸ ἐπίηρα· καὶ ἐπεκρά- τησεν ἡ Ἀριστάρχου, καίτοι λόγον οὐκ ἔχουσα.

573. *ἀνεκτά] διασταλτέον ἐπὶ τὸ ἀνεκτά· ἔχεται γὰρ τῶν ἑξῆς.

575. κολῳόν] ἀπὸ τοῦ κολοιός ἐγένετο τὸ κολῳός, τοῦ ο τραπέντος εἰς τὸ ω· διὸ καὶ τὸ ι προσγράφεται, ὡς κλοιὸς κλῳός, ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ, ὅ ἐστι τὸ κλάζω, ἀπὸ τοῦ κλῶ, κατὰ παραγωγήν· καὶ οὐ προσγράφει τὸ ι.

[*](2. Lemma ἀάπτους χεῖρας. 31. προσγράφεται Cobetus] γρά- 6. ὦν Bekkerus] ὃν φεται 29. ἔχεται γὰρ] ὁ λόγος addit 32. κλῶ] κολῶ Friedl., ut 3, 166.)
66

576. ἦδος] ψιλωτέον, ὡς τροχαῖκὸν τῶν εἰς ος ληγόντων. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή. δασυνόμενον γὰρ μετα- σχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὡς τὸ ἡμέρα μετασχηματίζεται εἰς τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰς τὸ ἄμυδις. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ.

577. παράφημι] ὡς σύνθετον ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ ὀξυ- νόμενα τῶν εἰς μι τοιαῦτα.

578. *ἐπίηρα] πρὸς τὸ αὐτό.

579. ἥμιν] πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν.

580. ἀστεροπητής] ἀστραπὰς ποιῶν.

580—583. αἱ διορθώσεις τῶν στίχων τούτων διάφοροι. οἱ μὲν εἰς τὸ ἀστεροπητής ὑποστίζουσιν, καὶ τὸ στυφελίξαι ὑποτελείαν στίζουσι στιγμὴν, ἐκδεχόμενοι αὐτὸ εὐκτικὸν εἶναι ῥῆμα· ὁμοίως δὲ καὶ τὸ ἐστίν, καὶ τὸ μαλακοῖσι τελείαν. οἱ δὲ τὸ στυφελίξαι ὑπο- στίξαντες, καὶ τὸ ἐστίν καὶ τὸ μαλακοῖσι, ἐκδεχόμενοι συνεκδοχικῶς ὑπακούεσθαι τῷ στίχῳ τὸ ἐθέλῃς, τοῦ ἀλλά παραλαμβανομένου ἀντὶ τοῦ δέ, ἵν᾿ ᾖ ἡ ἔννοια αὕτη, σὺ δὲ τοῦτον ἐθέλῃς θεραπεῦσαι· καὶ εἰς τὸ ἔσσεται ἡμῖν τελείαν στίζουσιν. ἄλλοι δὲ ὑποστίζοντες εἰς τὸ στυφελίξαι καὶ τὸ ἐστίν εἰς τὸ μαλακοῖσι τιθέασι τὴν τελείαν, ἵν᾿ ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις.

580. εἴπερ γάρ κ᾿ ἐθέλῃσιν] θωπευτικῶς τὰ τῆς δυνάμεως αὐτοῦ προβάλλεται· ἅμα δὲ καὶ πρὸς κατάπληξιν τῆς μητρός. τὸ δὲ ὅλον· εἰ θέλοι καταβαλεῖν ἡμᾶς ὁ Ζεὺς (δυνήσεται γὰρ), σὺ δὲ θωπεύσεις αὐτὸν, εὐθέως ἡμερωθήσεται.

581. *στυφελίξαι] λείπει τὸ δύναται. ἀντὶ τοῦ στυφελίξειε.

582. καθάπτεσθαι] καταπραΰνειν, ἐπέχειν.