Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

437. ἐπὶ ῥηγμῖνι θαλάσσης] ἀλλαχοῦ ἡρμήνευκεν αὐτὸ διὰ τοῦ τῇ χέρσῳ ῥηγνύμενον μεγάλα βρέμειν (ΙΙ. 4, 425). πάντα δὲ ἐν ὀλίγῳ πέφρασται.

440. πολύμητις Ὀδυσσεύς] τὰ ἐπίθετα Ὀδυσσέως δῖος Ὀδυσ- σεὺς, πολύμητις Ὀδυσσεύς. ὅτε δὲ ὁ καιρὸς τῆς σοφίας, Διὶ μῆτιν ἀτάλαντόν φησιν.

443. ὅτι τὸ ἀγέμεν κοινὸν, ὥστε γίνεσθαι τὸν ἑξῆς περισσόν· διὸ ἀθετεῖται.

444. * ὅτι περισσός.

446—448. ὣς εἰπὼν—ἔστησαν] ὅτι Ζηνόδοτος οὕτως συντετμη- μένως “ὣς εἰπών· τοὶ δ᾿ ὦκα θεῷ ἱερὴν ἑκατόμβην ἑξείης ἔστησαν.” τὴν δὲ ἀναγκαιοτάτην Χρυσηΐδα περιεῖλεν.

447. κλειτήν] ἱερὴν, οὐ κλειτὴν, εἶχον αἱ Ἀριστάρχου.

449. οὐλοχύτας] τινὲς τὰ κανᾶ δι᾿ ὧν ἐπέχεον τὰς οὐλάς. καὶ κριθαὶ δὲ πρὸς ἀντιδιαστολὴν τῶν ψαιστῶν· πρὸ τῶν πυρῶν γὰρ εὕρηνται, καὶ ἀπὸ τοῦ προκριθῆναι τῶν βαλάνων οὕτως ὠνομάσθησαν. κριθὰς δὲ μετὰ ἁλῶν μεμιγμένας ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθείας χάριν, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· ὡς γάρ φησι Θεόφραστος ἐν τῷ περὶ εὑρημά- των, πρὶν ἢ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν καρπὸν, οὕτω σώας αὐτὰς ἤσθιον. ὅθεν ὅλας αὐτάς φησιν ὁ ποιητής.

451. * κλῦθί μευ] τὸ μευ διὰ τοῦ ευ κατὰ γενικὴν πτῶσιν.

454. *ὅτι κατὰ τὴν Πατρόκλου ἔξοδον (ΙΙ. 16, 237) οὐκ ὀρθῶς λέγεται, ἐντεῦθεν μετενεχθείς.

459. αὐέρυσαν] εἰς τοὐπίσω ἀνέκλων τὸν τράχηλον τοῦ θυομένου ἱερείου, ὡς προσέχειν εἰς οὐρανὸν τοῖς θεοῖς οἷς καὶ ἐθύοντο, ὡς καὶ [*](2. εὐνῇ] om. 23. εὑρημάτων] εὑρεμάτων 5. αὐτὸ διὰ τοῦ] αὐτὸν διὰ τὸ 28. μετενεχθείς] μεχθεὶς. Quum 15. εἰπών] εἶπεν Duentzerus p. in alio scholio μετηνέχθη sit, μετενε- χθεὶς scripsi. μεταχθεὶς VilI. 20. *βαλάνων] οὐλῶν 29. εἰς] ὅτι εἰς Cobetus. Nam 22. πολυπληθείας] πολυπληθίας est διπλῆ praefixa est in A. p. 6, 12.)

56
αὐτῶν ὄντων ἐν οὐρανῷ. πάλιν δὲ τοῖς ἥρωσιν, ὡς κατοιχομένοις, ἔντομα ἔθυον ἀποβλέποντες κάτω εἰς γῆν.

461. ὠμοθέτησαν] ἀπὸ τῶν ὠμῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέλους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι· διὸ ἡ διπλῆ.

464. αὐτὰρ ἐπεὶ κατὰ μῆῤ ἐκάη] Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη· καὶ Ἀρίσταρ- χος δὲ οὕτως. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως γενομένης τοῦ α, ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν “ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾿ ἔκηα” (40). τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι. ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ μηρίον τοῦ μηροῦ ὄν· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει, ἐπείτοι εὐθύνεται ὁ τόνος. τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ εἰς ον λῆγον, τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός τὸ ζυγόν—τὰ ζυγά, δίφρος δίφρον δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά, εἰ δὲ μῆρα, καὶ μήρους. εἰ δὲ δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται, τοῦ περὶ τὸ σημαινόμενον καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει.

* σπλάγχν᾿ ἐπάσαντο] Ἀρίσταρχος Ἰακῶς πάσαντο.

465. ἄρα τ᾿ ἄλλα] Πτολεμαῖος ὡς τἄργα τἄλλα. ἡ μέντοι κοινὴ ἀνάγνωσις παραπληρωματικὸν ἔλαβε τὸν τε σύνδεσμον, ἐν ἐκείνῳ δὲ συνεσταλμένον τὸ α ἐφύλαξεν, καθότι ἤδη ἔθος ἐστὶ τῷ ποιητῇ ἐλλείπειν τοῖς ἄρθροις.

467. πόνου] ὅτι πόνον τὸ ἐπὶ τῆς ἱερουργίας ἔργον οὐδέποτε δὲ τὴν ἀλγηδόνα πόνον εἴρηκεν.

τετύκοντο] τεύχω ἔτυχον ἐτυχόμην ἐτύχοντο· ποιητικὸς ἢ Ἰωνικὸς διπλασιασμὸς οἰκεῖος τοῖς δευτέροις ἀορίστοις μετὰ τροπῆς, καὶ γίνεται τετύκοντο, ὡς παρὰ τὸ χάζω κεχάδοντο· “κεχάροντο δὲ πάντες Ἀχαιοί” (Od. 4, 344).

[*](1. πάλιν] ἔμπαλιν Cobetus. περὶ τοῦ σημαινομένου 2. *ἀποβλέποντες] ἀποβλέποντα 21. ὡς τἄργα τἄλλα] ὡσ τάργ᾿ 4. *μέλους] μέρους ἄλλα 5. ἡ διπλῆ] Quae in textu et in 27. *ἡ Ἰωνικὸς] ἢ om. scholio est praefixa. 28. δευτέροις] δύο 17. εἰ δὲ μῆρα, καὶ μήρους delet 29. κεχάδοντο] καὶ παρὰ τὸ χαίρω Lebrsius. κεχάροντο addit Cobetus. 18. τοῦ περὶ τὸ σημαινόμενον] τὸ κεχάροντο] κεχάδοντο)
57

ἐξ ἔρον ἕντο] τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο δασέως· ἔστι γὰρ παρὰ τὸ ἵημι, δεύτερος ἀόριστος ἧν, καὶ εἵς ἡ μετοχὴ καὶ ἀφείς, ἕμαι, ἕμην ἕσο ἕτο ἕντο. ταῦτα δὲ καὶ πλεονάζουσι τῷ ι πολλαχοῦ.

470. κοῦροι μὲν κρητῆρας] ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους· διὸ καὶ παῖδας μέχρι τοῦ νῦν τοὺς δούλους φαμέν· καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν εἰσίν.

*ἐπεστέψαντο ποτοῖο] ὑπὲρ τὸ χεῖλος ἐπλήρωσαν, ὡς δοκεῖν ἐστέ- φθαι τῷ ὑγρῷ.

472. οἱ δὲ πανημέριοι] ὅτι οὐ δι᾿ ὅλης φησὶ τῆς ἡμέρας, ἀλλὰ τοῦ λείποντος τῆς ἡμέρας· καὶ γὰρ τὸ μὲν πεπλεύκασι, τὸ δὲ λεῖπον εὐωχήθησαν.

473. καλὸν ἀείδοντες παιήονα] ὅτι παιήονα οὐ τὸν Ἀπόλλωνα, ἀλλὰ τὸν ἐπὶ καταλύσει λοιμοῦ ὕμνον. καὶ τὸ καλόν ἀντὶ τοῦ καλῶς.

474. ἀθετεῖται, ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι προσέθηκεν αὐτόν. καὶ γίνεται δισσολογία· προείρηκε γὰρ “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο.” ἀπὸ δὲ τοῦ εἰπεῖν τὸν ποιητὴν τὸ “ὁ δὲ φρένα τέρπετ᾿ ἀκούων” διδάσκει ἡμᾶς ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις.

477. ἦμος δ᾿ ἠριγένεια] ὅτι τῇ ἑξῆς ἐκ τῆς Χρύσης κατέρχονται. ἡ δὲ ἀναφορὰ ἀπὸ τῆς σημειώσεως πρὸς τὸν τῶν ἡμερῶν ἀριθμόν.

ῥοδοδάκτυλος] πυρώδης γὰρ ὁ ἀὴρ ὄρθρου γίνεται ἐν τῇ ἀνατολῇ. ἀπὸ δὲ τοῦ σχήματος τῶν τῆς χειρὸς δακτύλων παρίστησι τὸ τῶν ἀκτίνων σχῆμα, συνεκδοχικῶς ἀπὸ μέρους τὸ ὅλον. τὴν δὲ πολὺ τοῦ φωτὸς ἔχουσαν οὕτως καλεῖ, τὴν δὲ πολὺ τοῦ σκότους κροκόπεπλον.

479. ἴκμενον] παρὰ τὸ ἱκνεῖσθαι, ἢ ὑγρὸν, παρὰ τὴν ἰκμάδα· καὶ γὰρ ἐν ἄλλοις φησὶν “ἀνέμων μένος ὑγρὸν ἀέντων” (Od. 5, 478). ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης ἄνεμος γίνεται. διὸ ψιλω- τέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθα. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει· τὸ γὰρ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος.