Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

402. *μακρὸν Ὄλυμπον] ὅτι μακρὸν τὸν Ὄλυμπον ὡς ὄρος· τὸν δὲ οὐρανὸν εὐρύν.

403. τῶν διωνύμων τὸ μὲν πρότερον ὄνομα Ὅμηρος εἰς θεοὺς ἀνα- φέρει, τὸ δὲ δεύτερον εἰς ἀνθρώπους, ὡς καὶ τὸ “χαλκίδα κικλή- σκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν” (Il. 14, 291), καὶ περὶ τοῦ ποταμοῦ “ὃν Ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ Σκάμανδρον” (Il. 20, 74.)

[*](7. Post Ἀθήνη haec fere exci- Ποσειδάων. disse monet Friedl. ἵνʼ ᾖ ἀπόδοσις 22. *θεοὺς—Θέτις] om. τὰ ἐπιφερόμενα, τοῦ ἀλλὰ πρὸς μὲν 25. ὅτι] ⋇ ὅτι τὴν σύνθεσιν πλεονάζοντος, μόνην δὲ 27. Lemma Βριάρεων καλέουσι. ἐναντίωσιν παριστάντος, ut ad v. τῶν] ὅτι τῶν Cobetus. In textu asteriscus praescriptus pro διπλῇ. 16. καθʼ αὑτοῦ] καταυτοῦ. Monuit Pluygers, p. 9. 20. Lemma ἥιρη (sic) τʼ ἠδὲ 29, 30. δὲ—δὲ] δέ τε—δέ τε)
52

404. ὁ γὰρ αὖτε] ὅτι Ζηνόδοτος γράφει “ὁ γὰρ αὖτε βίῃ πολὺ φέρτατος ἀπάντων, ὁππόσοι ναίουσ᾿ ὑπὸ Τάρταρον εὐρώεντα.” οὐκ ἔστι δὲ τῶν Τιτάνων ὁ Αἰγεὺς, ἀλλ᾿ ἐνάλιος δαίμων· οὕτως γὰρ καὶ ἡ σύγκρισις λαμβανομένη πρὸς τὸν Ποσειδῶνα λόγον ἕξει.

*οὕτως διὰ τοῦ ν, βίην, Ἀρίσταρχος.

405. ὅς ῥα παρὰ Κρονίωνι] ὅτι ἐντεῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς “πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων” (Ιl. 5, 906). Ὅμηρος δὲ, ὡς στωϊκὸς, Ποσειδῶνος αὐτὸν εἶναί φησιν. ἢ ὅτι, φησὶ, παῦροι δέ τε πατρὸς ἀρείους (Od. 2, 277).

407. λαβὲ γούνων] κεφαλῆς λαμβανόμεθα, ἐπεὶ ἡγεμονικόν· δεξιᾶς, ἐπεὶ πρακτικόν· γονάτων (δι᾿ αὐτῶν γὰρ ἐπικλᾶται τὸ σῶμα) ἐπικλᾶν σπεύδοντες τὴν ψυχὴν τοῖς λόγοις.

407—412. βραχὺ διασταλτέον μνήσασα, παρέζεο, καὶ κτεινομέ- νους, καὶ βασιλῆος, καὶ ἣν ἄτην· πάντα γὰρ ἤρτηται τοῦ αἴ κέν πως ἐθέλῃσι.

412. *οὐδὲν] ὅτι τὸ δεν παρέλκει.

415. ὄφελες] ῥῆμά ἐστι κατὰ παντὸς ἀριθμοῦ φερόμενον· “ὡς δὴ μὴ ὄφελον νικᾶν” (Od. 11, 548). “ὥς μ᾿ ὄφελ᾿ Ἕκτωρ κτεῖ- ναι” (Ιl. 21, 279) καὶ “μὴ ὄφελες λίσσεσθαι” (Ιl. 9, 698.) Καλ- λίμαχος δὲ ἐπίρρημα εὐκτικόν· “ὤφελε μηδ᾿ ἐγένοντο θοαὶ νέες” (Epigr. 18).

417. λέγεται τὴν Θέτιν παρὰ Διὸς μαθεῖν τὰ περὶ Ἀχιλλέως, ὅτι εἰ μὲν μείνειεν ἐν τῇ Φθίᾳ μὴ συμπλεύσας τοῖς Ἕλλησιν εἰς τὴν Ἴλιον, πολλὴ μὲν ἔσται αὐτῷ ἡ ζωὴ, ἄδοξος δὲ, εἰ δὲ συνανέλθοι αὐτοῖς, ἔσται ὀλιγοχρόνιος μὲν, ἀλλ᾿ ἀοίδιμος καὶ εὐκλεής. ὅθεν ὡς [*](2. ἀπάντων] ἄλλων Lehrsius. quod explere conatus est Friedl. φέρτατος ἦεν τῶν ὁπόσοι Cobetus Nican. p. 194. Mnem. nov. vol. 2 p. 189. Apud 14. καὶ βασιλῆος] καὶ om. Eustath. p. 124, 39 φέρτερος ἀπάν- 15. ἐθέλῃσι] His adiuncta sunt των, ὁπόσοι—. superioris scholii verba κεφαλῆς— 5. οὕτως] οὐ A, sed ut τ vix 19. καὶ “μὴ ὄφελες λίσσεσθαι.” appareat. Καλλίμαχος] ὡς μὴ ὄφελ᾿ ἕκτορα λίσ- βίην] Hoc addit quia in textu σεσθαι καλλίμαχος A. In aliis libris non hoc, sed βίῃ legitur: de qua additur exemplum Ιl. 24, 254 ratione dictum est ad 2, 298. Ἕκτορος ἀφέλετ᾿ ἀννί. 8. Apud Eustath. p. 124, 35 20. ὤφελε] ὄφελλε ὁ στωῖκὸς Ὅμηρος. νέες] νῆες 13. Scholion valde decurtatum, 22, Lemma ἔπλεο.)

53
προειδυῖα ἡ Θέτις τοῦτο, ἦν αὐτὸν παραθεμένη εἰς τὸν Λυκομήδους παρθενῶνα ὡς κόρην, ἐν τῇ Σκύρῳ· ἔστι δὲ μία τῶν Κυκλάδων.

420. εἶμ᾿ ] προπερισπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι· ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται.

*πρὸς Ὄλυμπον] ὅτι ὄρος ὁ Ὄλυμπος.

ἀγάννιφον] τὰ ἄκρα τοῦ Ὀλύμπου οὔτε νείφεται οὔτε κατομ- βρεῖται, κατ᾿ αὐτὸν τὸν ποιητὴν λέγοντα “Οὔλυμπόνδ᾿ , ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι· οὔτ᾿ ἀνέμοισι τινάσσεται, οὔτε ποτ᾿ ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ᾿ αἴθρη πέπ- ταται ἀννέφελος, λευκὴ δ᾿ ἐπιδέδρομεν αἴγλη” (Od. 6, 42). ἀγάν- νιφον οὖν ἢ τὸν πάνυ κατανειφόμενον, ἢ τὸν οὐδὲ ὅλως.

τὸ νείφω σημαίνει τὸ βρέχω, ὅπερ γράφεται διὰ τῆς ει διφθόγγου, ἐξ οὗ νέφος καὶ νεφρός. νίφω τὸ χιονίζω διὰ τοῦ ῑ, ἐξ οὗ τὸ ἀγάννι- φον. νήφω τὸ σπένδω διὰ τοῦ η, ἐξ οὗ τὰ νηφάλια ξύλα. νήφω τὸ προσέχω· καὶ διὰ τοῦ η τοῦτο· ἐξ οὗ τὸ “νήφων προσεύχου.”

421. νῦν] τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν, οὐκ εὖ.

422. μήνι᾿ ] τῆς ὀργῆς αὐτὸν οὐκ ἐπέχει, εἰδυῖα τὸ φιλόνεικον αὐτοῦ καὶ φιλότιμον. καλῶς δὲ λόγοις μὲν χαρίζεται αὐτῷ, ἔργοις· δὲ ἀναβάλλεται.

423. Αἰθιοπῆας ὅμοιόν ἐστι τῷ ἡνιοχῆας. δισσοὶ δέ εἰσιν οἱ Αἰθίοπες, ὑπὸ Νείλου ὁριζόμενοι, ὡς ἡ Ἰθάκη καὶ αἱ λοιπαὶ νῆσοι. τινὲς δὲ γράφουσι μετὰ Μέμνονας Αἰθιοπῆας· ἔθνος δὲ οὗτοι.

λέξις Ἀριστάρχου ἐκ τοῦ α΄ τῆς Ἰλιάδος ὑπομνήματος. τὸ μὲν μετ᾿ ἀμύμονας ἐπ᾿ ἀμύμονας, ὅ ἐστι πρὸς ἀμώμους, ἀγαθοὺς, τὸ δὲ κατὰ δαῖτα ἀντὶ τοῦ ἐπὶ δαῖτα· οὕτως γὰρ νῦν Ὅμηρος τέθεικεν. ἔνιοι δὲ ποιοῦσι μετὰ δαῖτα, ὅπως ᾖ αὐτοῖς αὐτόθεν τὸ μετά ἐπί. χρῶνται δὲ καὶ πλείονες ἄλλοι τῶν ποιητῶν τῇ κατά ἀντὶ τῆς ἐπί. [*](7. Οὔλυμπόνδ᾿ ] ὄλυμπόν τε utitur schol. ad 2, 125, 435. λέξεις 8. τινάσσεται—ποτ᾿ ] τινασσόμενον ἐκ τῶν πρὸς Κωμανόν memorantur —ποθ᾿ ad 1, 97. Haec et alia collegit 11. οὐδὲ] οὔτε. Villoisonus Proleg. p. xxviii. 14. τὰ νηφάλια Vill.] τὰ om. Ἀριστάρχου, Ἀπίωνος καὶ Ἡπροδώρου 16. τὸ νῦν—οὐκ εὖ] Eadem in λέξεις memorat Hesychius in Epi- marg. interiore. stola ad Eulogium. 24. λέξις Ἀριστάρχου] Sic ad 3, ἐκ τοῦ α΄ τῆς] ἐκ τοῦ εἰς τήν ᾱ τῆς 406 est τὴν Ἀριστάρχου λέξιν οὕτως Cobetus. ἔχουσαν. Plurali λέξεις Ἀριστάρχου)

54
Σοφοκλῆς (fr. 149) “ἐγὼ κατ᾿ αὐτὸν, ὡς ὁρᾷς. ἐξέρχομαι.” οὕτως δὲ εὕρομεν καὶ ἐν τῇ Μασσαλιωτικῇ καὶ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντιμαχείῳ καὶ Ἀριστοφανείῳ. Καλλίστρατος δὲ ἐν τῷ πρὸς τὰς ἀθετήσεις· ὁμοίως καὶ ὁ Σιδώνιος καὶ ὁ Ἰξίων ἐν τῷ Ϛ΄ πρὸς τὰς ἐξηγήσεις. καὶ τὸ “θεοὶ δὲ πάντες ἕπονται” διὰ τῆς αι.

424. * Ἀρίσταρχος κατὰ δαῖτα.

*ὅτι τινὲς γράφουσι μετὰ δαίμονας ἄλλους· διὸ ἀθετεῖται.

425. δωδεκάτῃ] φασὶν ἐν Διοσπόλει μέγιστον εἶναι Διὸς ἱερὸν, ἀφ᾿ οὗ λαμβάνοντας τὸ ξόανον Αἰθίοπας μετὰ καὶ τῶν ἄλλων ἐγχω- ρίων θεῶν κατά τινα χρόνον περινοστεῖν τὰ μέρη τῆς Λιβύης καὶ πολυτελεῖς ποιεῖν πανηγύρεις ἐπὶ δώδεκα ἡμέρας, ὅτι καὶ τοσοῦτοι οἱ θεοί.

429. * γυναικός] ὅτι ἐλλείπει ἡ περί· ἔστι γὰρ περὶ γυναικός.

432. * ἐντός] Ἀρίσταρχος ἐγγύς, οἷον πλησίον, οὐχὶ ἐντός.

434. ἱστοδόκῃ] τὸ κατὰ τὴν πρύμναν ἐξέχον ξύλον, καθ᾿ οὗ κλί- νεται ὁ ἱστός. τὰ δὲ παρὰ τὸ δέχω πάντα διὰ τοῦ κ, ξεινοδόκος, ἱστοδόκη.

ἱστὸν δ᾿ ἱστοδόκῃ πέλασαν] οὐ γὰρ ᾔδεσαν τῶν ἀνέμων τὸ παλίμ- βολον, ἄλλως τε ἐν Ἰλιάδι ταύτην μόνην ἔχων ἔκπλοιαν τρόπον ἐδί- δαξεν προσορμισμοῦ.

* ὑφέντες] Ἀρίσταρχος ἀφέντες.

435. βέλτιον τοῖς ἐπάνω προσδίδοσθαι τὸ καρπαλίμως.

προέρυσσαν] διὰ τοῦ ε, προέρεσσαν, οὐ διὰ τοῦ υ, προέρυσσαν, καὶ ἡ Ἀργολικὴ καὶ ἡ Σινωπικὴ καὶ ἡ Σωσιγένους.

436. ἐκ δ᾿ εὐνάς] τὰ σίδηρα, παρὰ τὸ εὐνάζειν τὴν ναῦν χαλώ- [*](4. Post ἀθετήσεις aliquid excidit. terem scholii formam fuisse con- 5. * διὰ τῆς (τοῦ A) αι] Ι. e. iecit cum διπλῆ περιεστιγμένη, (qua ἕπονται, non ἕποντο. Zenodoti lectiones notat Aristar- 7. Scholion omni ex parte ab- chus) ὅτι τινές γρ. μετὰ δαῖτα, illa surdum. Nam nec μετὰ δαίμονας autem μετὰ δαίμονας ἄλλους· διὸ ἀθε- ἄλλους, quod legitur v. 222, hoc τεῖται librarii inventum esse, qui loco scribi potuit, neque ἀθετεῖσθαι διὸ ἀθετεῖται de suo addiderit, quia hic versus, quod credidit epitoma- huic versui per errorem ὀβελὸς est tor, quia intextu ὀβε;λὸνadscriptum praescriptus in codice pro διπλῇ videbat. Friedlaenderus haec sic περιεστιγμένῃ. Alia tentavit Pluy- restituit, ὅτι τινὲς γράφουσι μετὰ gersius p. 6. δαῖτα· διὸ ἡ διπλῆ, καὶ ὅτι μάχεται τὸ 21. ἀφέντες] * ἀφέντες. Ζηνόδοτος μετὰ δαίμονας ἂλλους (v. 222)· διὸ ὑφέντες. In textu ὑφέντες, superscr. ἀθετεῖται (v. ad v. 222). Diversa ἐ, i. e. ἐφέντες. Cobeti sententia est, qui ve- 25. *τὰ σίδηρα] om.)

55
μένα εἰς τὸ ὕδωρ καὶ ποιεῖν ἵστασθαι. τρία δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὴν κοίτην, ὡς ὅταν λέγῃ “εὐνῇ ἔνι μαλακῇ” (ΙΙ. 9, 618)· τὴν ἄγκυραν, ὡς νῦν “ἐκ δ᾿ εὐνὰς ἔβαλον·” τὴν δια- τριβὴν, ὡς τὸ “ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς” (ΙΙ. 2 783).