Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

357. πότνια] σεπτή· οἱ γὰρ σεβόμενοι προσπίπτουσι τοῖς ἕθεσι τῶν θεῶν. ἢ παρὰ τὸν πότμον, ἡ εὐτυχής· ὅς ἐστιν ἀπὸ τοῦ πεσεῖν παρὰ ποσὶ γυναικός. καὶ ποτνιᾶσθαι δὲ τὸ προσπίπτειν καὶ παρα- καλεῖν.

358. παρὰ πατρὶ γέροντι] τῷ Νηρεῖ. τὸν δὲ Νηρέα οἱ ποιηταὶ παριστῶσιν ἡμῖν δαίμονα θαλάσσιον, ἀφʼ οὗ καὶ Δωρίδος τῆς Ὠκεανοῦ αἱ Νηρεΐδες.

361. στικτέον ἐπὶ τὸ κατέρεξεν καὶ ἔφατʼ καὶ ὀνόμαζεν· ἡ περίοδος γὰρ καθʼ ἑαυτὴν ἑκάστη.

363. ἵνα εἴδομεν] προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δὲ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ ὡς περισπώμενον κλίνει. ἢ ὅτι ἀνθʼ ὑποτακτικοῦ ἐστὶ καὶ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.

364. * ὅτι τὸ βαρυστενάχων κατὰ βαρεῖαν τάσιν. βαρύνεται ἡ μετοχή. διδασκόμεθα δὲ ἐξ ἐκείνου “τοὺς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων, χειρὸς ἔχων Μενέλαον· ἐπε- στενάχοντο δʼ ἑταῖροι.” ἡ γὰρ ἐπίζευξις τοῦ ἐπεστενάχοντο διδάσκει ὅτι καὶ τὸ στενάχω βαρύνεται· εἰ γὰρ ἦν περισπώμενον, ἐστεναχοῦντο ἐγίνετο ὡς ἐνενοοῦντο. καὶ ἡ κλίσις δὲ τοῦτο δείκνυσι· “βαρὺ δὲ στενάχοντος ἄκουσα” (Od. 8, 95.) οὐχὶ στεναχοῦντος. καὶ ἡ δοτική “τῷ δὲ βαρὺ στενάχοντι”

365. οἶσθα] ὅτι παλιλλογεῖν παρῄτηται. ἀλλότριοι ἄρα οἱ ἐπι- φερόμενοι στίχοι εἴκοσι ἑπτά.

[*](1. ἀπείρονα] In textu est οἴνοπα. 9. Lemma om. 2. Lemma om. 16. Lemma. χειρί τέ μιν κατέ- χεῖρας ἀναπτάς] V. Lobeck. ρεξε. Rhemat. p. 107 et Duentzer. 23. Lemma τῇ δὲ βαρυστενάχων. Ζenod. p. 130. 27. ἐνενοοῦντο] ἐννοοῦντο 8. *τομὴ] τιμὴ)
49

366. ᾠχόμεθ᾿ ἐς Θήβην] ὁ τρόπος ἀνακεφαλαίωσις. τέσσαρες δὲ διηγήσεων ἰδέαι· ὁμιλητικὴ, ὡς ὅταν παρά τινός τις ἀκούσας πάλιν αὐτὰ διηγῆται ἃ ἤκουσεν, ὡς τὸ “πολλάκι γὰρ σέο πατρός” (396). τὸ δὲ ἀπαγγελτικὸν, ὅταν ἃ παῤ ἑτέρου ἤκουσεν ἑτέρῳ διηγῆται, ὡς τὸ “ἀγγελίην τινά τοι, γαιήοχε” (Il. 15, 174). τὸ δὲ ὑποστατικὸν, ὅταν τινὰ τῶν πραγμάτων ἀπαγγεῖλαι ὑποθέμενοι διηγώμεθα, ὡς τὸ “ὡς ὁπότʼ λείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη” (Il. 11, 671). τὸ δὲ μικτὸν ἐξ ὁμιλητικοῦ καὶ ὑποστατικοῦ, ὡς τὸ “ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν” (401).

ᾠχόμεθ᾿ ἐς Θήβην] νῦν λέγει τὰς Ὑποπλακίους, ὧν ἐβασί- λευσεν Ἠετίων ὁ Ἀνδρομάχης πατήρ.

Κίλικες ἔθνος βάρβαρον τῆς Ὑποπλάκου Θήβης· τούτων ἦρχεν Ἠετίων ἔχων υἱοὺς ἑπτὰ, θυγατέρα δὲ τὴν Ἀνδρομάχην τὴν γαμη- θεῖσαν Ἕκτορι τῷ υἱῷ Πριάμου. κατὰ δὲ τοὺς Τρωϊκοὺς πολέμους ἐπιστρατεύσας Ἀχιλλεὺς τῇ Θήβῃ, καὶ τὴν πόλιν πορθήσας τόν τε Ἠετίωνα ἀνεῖλε σὺν τοῖς τέκνοις, μεθʼ οὓς Λυρνησσὸν πορθήσας καὶ τὴν πόλιν ἐξελὼν αἰχμάλωτον ἦγεν ἐκ Λυρνησσοῦ μὲν Βρισηίδα, ἣν γέρας αὐτῷ ἐψηφίσαντο Ἕλληνες, ἀπὸ δὲ τῆς Χρύσης Χρυσηΐδα τὴν Χρύσου τοῦ ἱερέως τοῦ Ἀπόλλωνος θυγατέρα, ἣν Ἀγαμέμνων κλήρῳ λαχὼν τῷ πατρὶ δεομένῳ οὐκ ἀπέδωκεν· ἐξ οὗ ὀργισθεὶς ὁ θεὸς ἔπεμψε τοῖς Ἕλλλησι λοιμικὴν νόσον. ἔνιοι δέ φασιν ὅτι καὶ ἡ Χρυσηῒς ἐκ Θηβῶν ἐλήφθη· τῆς γὰρ Χρύσης, φασὶν, οὔσης πολιχνίου ἀτειχίστου καὶ εὐτελοῦς, ὡς ἐν ἀσφαλεστέρᾳ καὶ μείζονι τῇ Θήβῃ οἱ ἀπʼ αὐτῆς προσερρυηκότες ἦσαν διὰ τὸν πόλεμον. τρεῖς γάρ εἰσι Θῆβαι, αἱ Ὑποπλάκιοι, ὧν ἐνταῦθα μέμνηται καὶ ἐν τῇ Ζ, καὶ αἱ Καδμεῖαι, ὧν μέμνηται ἐν τῇ Δ. καὶ ἐν τῇ Ε, καὶ αἱ τῆς Αἰγύπτου, ὧν μνημονεύει ἐν τῇ I.

368. τοῦ σφίσι τὴν πρώτην ὀξυτονητέον, ἐπειδήπερ εἰς σύνθετον ἡ μετάληψις, εἰ καὶ οὐκέτι διηνεκὴς ὁ λόγος· ἔστι γάρ τινα ἐναντιούμενα· “τοὺς δʼ ἄναγον ζῳοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκῃ” (Od. 17, 441)· “σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι” (Od. 4, 683). καὶ ὅτι μετὰ προθέσεώς ἐστιν. ὅταν γὰρ πρόθεσις ᾖ μετὰ ἀντωνυμίας, [*](1. Breviter in marg. interiore 12. Ὑποπλάκου]* ὑποπλάκους ὄρους, ἀνακεφαλαίωσις ὁ τρόπος. vel ὑπὸ τὸ πλάκιον ὄρος. 3. διηγῆται— διηγῆται] διηγεῖται 17. *ἐκ] om. 24. *διὰ τὸν πόλεμον om. —διηγοῖτο. 6. *ὡς τὸ—ἐτύχθη] om.)

50
ὀρθοτονεῖται ἡ ἀντωνυμία· “σὺν σοὶ, δῖα θεά” (Il. 10, 290)· “προτὶ οἷ δʼ ἔλαβ᾿ ἔντεα” (Il. 20, 418)· “κατὰ σφέας γὰρ μαχέοιντο” (Il. 2, 366)· “ἀπὸ ἕο κάββαλεν” (Il. 5, 343)· “ἀμφὶ ἓ παπτήνας” (Il. 4, 497), τοῦ “ἆλτ᾿ ἐνὶ οἷ μεμαώς” (Il. 21, 174) ζήτησιν ἔχοντος.

374. *λίσσετο] οὕτως Ἰακῶς τὸ λίσσετο.

381. ἐπεὶ μάλα οἱ φίλος ἦεν] Σέλευκός φησιν ἐν τῇ Κυπρίᾳ καὶ Κρητικῇ, ἐπεί ῥά νύ οἱ φίλος ἦεν. καὶ Θεαγένης δὲ οὕτως προφέρεται. ἀπίθανον γὰρ τὸ ὁ δέ νυ λίαν φίλος ἦεν.

383. ἐπασσύτεροι] Αἰολικόν ἐστιν. ἆσσον ἀσσότερος ἀσσύτερος, ὡς ὄνομα ὄνυμα, καὶ ἐπασσύτερος.

388. ἀμφίβολος ἡ στιγμὴ διὰ τὸ ὅ μόριον, ἐπεὶ καὶ αὐτὸ ἀμ- φίβολον. ὅμως δὲ εἰς τὸ ὅς ὑποτακτικὸν ἄρθρον αὐτὸ μεταληπτέον.

392. κούρην Βρισῆος] ἔοικε πατρωνυμικῶς τὰ ὀνόματα αὐτῶν σχηματίζειν ὁ ποιητὴς, καὶ οὐ κυρίως· ὡς γὰρ ἄλλοι ἀρχαῖοι ἱστο- ροῦσιν, ἡ μὲν Ἀστυνόμη ἐκαλεῖτο, ἡ δὲ Ἱπποδάμεια. ὁ δὲ τρόπος ἀντωνομασία.

393. * ὑποστικτέον ἐπὶ τὸ γε, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου.

ἑῆος] ὅτι Ζηνόδοτος γράφει ἑοῖο.

396. πολλάκι γάρ σεο] Ἀρίσταρχος ἐγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλάκις γάρ σου ἐν τοῖς τοῦ πατρός μου δόμοις ἤκουσα καυχωμένης. ἐὰν γὰρ, φησὶ, κατʼ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔσται ἐν τοῖς τοῦ Νηρέως οἴκοις ὁ Ἀχιλλεὺς αὐτῆς ἀκηκοώς· ταύτην δὲ τὴν ἱστορίαν οὐκ οἶδεν Ὅμηρος. τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπʼ αὐτοῦ. Πτολεμαῖος δὲ συγκατα- τίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώσει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴ γε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο, φησί, παρεφύλασσεν, ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὕτως χρῆται κατὰ γενικὴν, ἐμέο ἐμεῖο ἐμεῦ ἐμέθεν, ὁμοίως δὲ καὶ ἐπὶ δευτέρου καὶ τρίτου, ταῖς δὲ κτητι- καῖς ἤτοι ἐμοῦ ἢ ἐμοῖο, σοῦ σοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητικὴ, σοῖο, ὥστε κἂν ὀρθοτονήσωμεν τὴν σέο, οὐ δύναται ἀμφιβολος καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν. ἐγέ- νετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωσις, ἐπειδήπερ ἁπλῆ ἐστὶ καὶ οὐκ ἔχει- ἀντιδιαστολήν· καἰ ἐπεκράτησεν ἡ ἀνάγνωσις.

[*](12. ὅ addidit Cobetus. 20. Lemma ἀλλὰ σὺ εἰ δυνασαί γε.)
51

ἡ διπλῆ δὲ, ὅτι ἀπὸ τούτου τοῦ στίχου ἕως “τοῦ τὸν καὶ ὑπέδδεισαν” (406) Ζηνόδοτος ἀθετεῖ. βραχὺ δὲ διασταλτέον μετὰ τὴν ἀντωνυ- μίαν· τὸ γὰρ ἑξῆς ἐστὶ πολλάκι γάρ σου ἤκουσα.

397—400. διασταλτέον μετὰ τὸ εὐχομένης καὶ λοιγὸν ἀμῦναι, ἐπὶ δὲ τὸ Παλλὰς Ἀθήνη στιγμήν. ἐνδέχεται δὲ καὶ οὕτως, ἐπὶ μὲν τὸ λοιγὸν ἀμῦναι στίζειν, τὰ δʼ ἄλλα ἀπʼ ἄλλης προφέρεσθαι ἀρχῆς ἕως τοῦ Ἀθήνη.

397. κελαινεφέϊ] παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν.

399. ὁππότε μιν ξυνδῆσαι] Ζεὺς παραλαβὼν τὴν ἐν οὐρανῷ διοί- κησιν περισσῶς τῇ παρρησίᾳ ἐχρῆτο, πολλὰ αὐθάδη διαπρασσόμενος. Ποσειδῶν δὲ καὶ Ήρα καὶ Ἀπόλλων καὶ Ἀθηνᾶ ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι. Θέτις δὲ ἀκούσασα παρὰ τοῦ πατρὸς Νηρέως (ἦν γὰρ μάντις) τὴν Διὸς ἐπιβουλὴν ἔσπευσε πρὸς αὐτὸν, ἐπαγομένη Αἰγαίωνα φόβητρον τῶν ἐπιβουλευόντων θεῶν· ἦν δὲ θαλάσσιος δαί- μων οὗτος, καὶ τὸν πατέρα Ποσειδῶνα κατεβράβευεν. ἀκούσας δὲ ὁ Ζεὺς Θέτιδος τὴν μὲν Ἥραν ἐν τοῖς καθʼ αὑτοῦ δεσμοῖς ἐκρέμασε, Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι τὴν παρὰ Λαομέδοντι θητείαν ἐψηφί- σατο, τῇ δὲ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μετὰ ταῦτα ἐτα- μιεύσατο. ἱστορεῖ Δίδυμος.

400. Παλλὰς Ἀθήνη] ὅτι Ζηνόδοτος γράφει Φοῖβος Ἀπόλλων· ἀφαιρεῖται δὲ τὸ πιθανόν· ἐπίτηδες γὰρ τοὺς τοῖς Ἕλλησι βοη- θοῦντας θεοὺς ἠχθρευκέναι Διί φησιν, ἵνα μᾶλλον ἀκούοιτο Θέτις.

401. *συναπτέον τοῦτον τῷ ἑξῆς· βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ Ὄλυμπον.