Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

323. χειρὸς ἑλόντʼ] οὕτως χειρὸς ἑλόντε ἄγειν Ἀρίσταρχος, ἵνα τὸ δυϊκὸν εὔδηλον ᾖ· ἀμφ βολον γὰρ ἔσται, ἐὰν κατὰ συναλοιφὴν ἀνγινώσκωμεν.

324, 325. δώῃσιν—ἕλωμαι] δώῃσιν ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δὲ λαμβάνειν τὰς ἐπεκτάσεις, ἐάν ἐστιν ἀπὸ τοῦ δῶ, τό τε η καὶ τὴν σι συλλαβήν.

324. πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ ἑλοίμην. ὑποστικτέον δὲ εἰς τὸ δώῃσι, στικτέον δὲ ἐπὶ τὸ πλεόνεσσι, ἵνα ὁ δέ περιττεύῃ.

325. *τό οἱ καὶ ῥίγιον ἔσται] δύναται ὑπερβατὸν εἶναι· καὶ τοῦτο αὐτῷ ῥίγιον ἔσται.

330. οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν] ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναν- τίον ἀκουστέον· οὐκ ἐγήθησεν, ἄλλʼ ἐλυπήθη.

332. * διὰ τοῦ ι, οὐδέ τι, οὐ διὰ τοῦ ε. καὶ ἡ Κύπριος.

οὐδέ τί μιν προσεφώνεον] τὸ μὲν γὰρ εἰπεῖν τι παροξυντικὸν, τὸ δὲ θωπεῦσαι δουλοπρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ παρήγαγεν εἰς τὴν τραγῳδίαν.

344. στικτέον κατὰ τὸ τέλος τοῦ στίχον, καὶ βραχὺ διασταλ- τέον ἐπὶ τὸ ἐπαίτιοι· ὡς γὰρ ἀγγέλους σεμνύνων αὐτοὺς εἶπεν.

Διὸς ἄγγελοι] ἄσυλον γὰρ καὶ θεῖον τὸ γένος τῶν κηρύκων. Ἑρμῆς γὰρ μιγεὶς Πανδρόσῳ τῇ Κέκροπος θυγατρὶ ἔσχε παῖδα ὀνόματι Κήρυκα, ἀφʼ οὗ τὸ τῶν κηρύκων γένος, ὡς ἱστορεῖ Πτολε- μαῖος· ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἢ ὅτι ἀπὸ Ἑρμοῦ εἰσὶν, [*](2. *καὶ Μηριόνης] καὶ om. scholio proximo postponit. 7. οὕτω—ἵνα Pluygers, p. 7] 13. Lemma εἰ δέ κε μὴ δώῃσιν. τι χειρὸς ἑλόντε ἄγειν Ἀριστόνικος, ὅτι ἀντὶ τοῦ] *ὅτι ἕλωμαι ἀντὶ τοῦ ἑλοῦμαι ἡ 8. συναλαιφὴν ἀναγινώσκωμεν] 15, 19. Lemma om. συναλιφὴν ἀναγινώσκομεν. De vocali 20. *τὸ μὲν γὰρ] τὸ γὰρ non elidenda v. Iehrs. Quaest. 23. Lemma χαίρετε κήρυκες. Ep. p. 49. 24. ἐπὶ τὸ Friedl.] ἐπὶ τοῦ 10. Lemma om. et scholion)

47
ὃς ἄγγελος Διός. πεπαιδευμένως δέ· οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφʼ ἑτέρους μετάγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου.

335. ὔμμες] οὕτως ψιλωτέον τὸ υ τοῦ ὔμμες· ἡ γὰρ λέξις Αἰο- λική. ἐπιμαρτυρεῖ καὶ ἡ συναλοιφή “αἴ κʼ ὔμμιν ὑπερσχῇ χεῖρα Κρονίων” (Il. 4, 249).

336. ὃ σφῶι] διὰ τοῦ ἑνὸς σ ὃ σφῶι, ὁμοίως τῷ “καὶ θώρηχ᾿, ὃ γὰρ ἦν οἱ ” (Il. 18, 460). ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν, ὃ σφῶϊν. τοῦτο δὲ σημαίνει ὑμῶν ἢ ὑμῖν, ὧν οὐδὲν ἁρμόζει τῷ λόγῳ τούτῳ, ἀλλὰ τὸ ὑμᾶς.

337. Πατρόκλεις] ἀντὶ τοῦ Πάτροκλε. ἐσχημάτισται γὰρ τὸ ὄνομα οὐκ ἀπὸ τῆς Πάτροκλος εὐθείας, ἀλλʼ ἀπὸ τῆς Πατροκλῆς ὡς Ἡρακλῆς.

340. ἀπηνέος] Σέλευκος ἐν τῇ πολυστίχῳ γράφει ἀναιδέος· εὐεπί- φορον γὰρ εἶναι τὸν Ἀχιλλέα εἰς τὸ ἀναιδῆ καλεῖν τὸν Ἀγαμέμνονα· “αἰὲν ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον” (149). ἀπηνῆ δὲ καλεῖ τὸν Ἀγαμέμνονα διὰ τὰ εἰς αὐτὸν πεπραγμένα. διασταλτέον δὲ μετὰ τὸ ἀπηνέος. ἡ διπλῆ δὲ, ὅτι τὸ ἄρθρον μετάκειται. ἔδει δὲ καὶ παρὰ τοῦ ἀπηνέος βασιλῆος. καὶ ἄνω (11) κατὰ τὸ “οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα.”

341. χρειῶ] ὡς Κλειώ· καὶ γὰρ χρειοῖ ἀναγκαίῃ (Il. 8, 57) ὡς Κλειοῖ.

342. *ὀλοιῇσι] πλεονασμῷ τοῦ ι.

343. νοῆσαι ἅμα πρόσσω] διασταλτέον ἐπὶ τὸ ὀπίσσω, ἴσως δὲ καὶ ἐπὶ τὸ νοῆσαι, ἵνʼ ᾖ ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἅμα πρόσσω καὶ ὀπίσσω, καὶ νῦν καὶ ὕστερον. ἢ καὶ ἑτέρως, ἐκ τῶν ἔμπροσθεν στοχάσασθαι τὰ ὕστερα. ἢ ἐν ἀμφιβολίᾳ· κἀν τῇ Γ (109) ἐστὶν “ οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω.”

349. δακρύσας ἑτάρων] βραχὺ διασταλτέον ἐπὶ τὸ δακρύσας· μᾶλλον γὰρ σαφηνίζει τὰ πράγματα.

[*](1. * δεῖ] δὴ 18. παρὰ] Immo πρός. 3. .emma οὔτι μοι ὔμμες. Addidi ἀπηνέος. 4. συναλοιφὴ] συναλιφή 19. ἠτίμασεν] Sic, non ἠτίμασ᾿ ut 7. οἱ om. 9. *τὸ ὑμᾶς] τῷ ὑμᾶς ἀρητῆρα om. 13. ἀπηνέος] Lemma καὶ πρὸς τοῦ 20. χρειὼ om. βασιλῆος, omisso ἀπηνέος. 22. ὀλοιῇσι] ολοῆισι 15. ἀπηνῆ] ἀπεινῆ 23. Lemma οὐδέ τι οἶδε νοῆσαι.)
48

350. *οὕτως ἀπείρονα, οὐκ οἴνοπα, ἡ Ἀριστάρχον.

351. *χεῖρας ὀρεγνύς] ὅτι Ζηνόδοτος γράφει χεῖρας ἀναπτάς.

353. *ὄφελλεν] ὄφειλεν ὄφελλεν, Αἰολικῶς, ὡς χεῖρες χέρρες. ὁ Ὄλυμπος ὄρος τῆς Μακεδονίας, ὑψηλότατον, ἱερὸν καὶ οἰκητή- ριον τῶν θεῶν. ἀλληγορικῶς δὲ ὁ οὐρανός.

354. ὑψιβρεμέτης] βρόμος κυρίως ὁ τοῦ πυρὸς ἦχος. ὅθεν καὶ τὸν ἀπὸ πυρὸς Διόνυσον Βρόμιον καλοῦσιν.

356. * ἠτίμησεν] τῶν σπανίων ἡ τομὴ κατὰ τὸν ἕβδομον χρόνον.