Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
355.–587. Αἱ περίοδοι αὗται στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων σγλ′, ὧν ὁ τελευταῖος καὶ ξύμβασίν τιν’ Οἰδίπου τέκνοις δότε. ἐπὶ δὲ τῷ τέλει ὁμοίως παράγραφος· οὐ γὰρ ἐξῆλθον οἱ ὑποκριταί. Bar.
588.-637. Τροχαϊκοὶ στίχοι τετράμετροι ν′, ὧν τελευταῖος ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον. ἐπὶ τῷ τέλει κορωνίς. ἐχρήσατο δὲ ἐνταῦθα τῷ τροχαϊκῷ μέτρῳ διὰ τὸ μετὰ ὀργῆς καὶ ὁρμῆς τινος καὶ σπουδῆς εἰσιέναι τὸν Ἐτεοκλέα. Bar.
638.-675. Τὰ τοιαῦτα εἴδη τοῦ χοροῦ καλεῖται ἐπῳδικὰ, ὡς εἴρηται. εἰσὶ δὲ τὰ παρόντα τριὰς ἐπῳδική. τὰ κῶλα δὲ τῆς μὲν στροφῆς κ′, καὶ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος α′ ἀντὶ ἰωνικοῦ καὶ διιάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ δευτέρου ποδὸς χορείου. ἐχρήσατο τῷ τοιούτῳ μέτρῳ ἐνταῦθα διὰ τὴν τοῦ Κάδμου κίνησιν. τὸ β′ ὅμοιον ἱωνικὸν ἀπ’ ἐλάττονος ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, καὶ διιάμβου· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, τοῦ πρώτου ποδὸς χορείου. τὸ γ′ ὅμοιον τῷ α′ δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος πρώτου, ἀντὶ ἰωνικοῦ, ἐπιτρίτου τρίτου καὶ συλλαβῆς· εἰ δὲ βούλει, τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ δευτέρου ποδὸς ἀναπαίστου.
τὸ δ′ ὅμοιον τῷ β′, δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, διιάμβου καὶ συλλαβῆς. τὸ ε′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον χορεῖον ἔχει τὸν πρῶτον πόδα. τὸ ϛ′ ὅμοιον τῷ β′. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος, ὅμοιον τῷ α′, ἐξ ἰωνικοῦ πεντασυλλάβου καὶ διτροχαίου. τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς τὸν μὲν πρῶτον ἔχει πόδα διτροχαῖον, τὸν δὲ δεύτερον ἐπίτριτον τρίτον. τὸ η′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον ἐκ τροχαίου καὶ χορείων. τὸ θ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ι′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ια′ τροχαϊκὸν καθαρὸν πενθημιμερές. τὸ ιβ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου. τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον καθαρόν ἐστι. τὸ ιγ′ καὶ ιδ′ τροχαϊκὸν Εὐριπίδειον. τὸ ιε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ τρίτου ποδὸς χορείου. τὸ ιϛ′ ὅμοιον καθαρὸν ἰαμβικόν. τὸ ιζ′ ἴαμβος καθαρὸς τρίμετρος. τὸ ιη′ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλλικόν. τὸ ιθ′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ διτροχαίου καὶ ἐπιτρίτου τετάρτου. τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον ἐπίτριτον τρίτον ἔχει τὸν δεύτερον πόδα. τὸ κ′ τροχαϊκὸν ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.