Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
676.-689. Τῆς ἐπῳδῆς ταύτης τὰ κῶλα ιϛ′. τὸ α′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ β′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.
τὸ γ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπ’ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, διιάμβου καὶ συλλαβῆς. τὸ δ′ τροχαϊκὸν πενθημιμερὲς ἐκ χορείων δύο καὶ συλλαβῆς. τὸ ε′ ὅμοιον τροχαϊκὸν πενθημιμερὲς καθαρόν. τὸ ϛ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς, ἰάμβου ἀρχομένου. τὸ ζ′, τὸ η′, τὸ θ′, τὸ ι′, ὅμοια τῷ α′, τροχαϊκὰ Εὐριπίδεια. τὸ ια′ ὅμοιον τῷ ε′. τὸ ιβ′ ἰαμβικὸν πενθημιμερές. τὸ ιγ′ ἰαμβικὸν ὅμοιον τῷ β′. τὸ ιδ’ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ ιϛ′ τροχαϊκὸν Εὐριπίδειον, ὅμοιον τῷ α′. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος.690.-783. Αἱ συστηματικαὶ αὗται περίοδοι καὶ οἱ ἑξῆς ἀμοιβαῖοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι κδ′, ὧν τελευταῖος προσευξόμεσθα τήνδε διασῶσαι πόλιν. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
784.-817. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται τριὰς ἐπῳδικὴ, ὡς εἴρηται. οὕτω δὲ χρὴ γράφειν τά τε κῶλα καὶ τοὺς στίχους ὡς διωρθώθη παρ’ ἐμοῦ· ἀτάκτως γὰρ ἦσαν καὶ ἀναρμόστως ἐν τοῖς ἀντιγράφοις κείμενα, καὶ πολύν μοι παρέσχον πόνον εἰς τάξιν ταῦτα καὶ ἁρμονίαν μετενεγκεῖν. τὰ μὲν γὰρ ἦσαν δακτυλικὰ, τὰ δὲ ἀναπαιστικὰ κῶλα, οὐ μὴν δὲ καὶ κατὰ λόγον κείμενα. ἀλλ’ εἴ τις ὀρθῶς λογίζοιτο, καλῶς ἂν εὕρῃ ταῦτα διορθωθέντα. ἔστι τοίνυν τῆς στροφῆς τὰ κῶλα καὶ οἱ στίχοι ιζ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τὰ πάντα μέντοι δακτυλικά. τὸ α′ τετράμετρον ἀκατάληκτον· κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικά. ὁ β′ καὶ ὁ γ′ καὶ ὁ δ′ ἑξάμετροι. τὸ ε′ ὅμοιον τῷ α′. ὁ ϛ′, ὁ ζ′, ὁ η′ καὶ ὁ θ′ πάλιν ἑξάμετροι. τὸ ι′ ὅμοιον τῷ α′. τὸ ια′ ἑξάμετρον, τὸ ιβ′ δίμετρον, τὸ ιγ′, τὸ ιδ′, τὸ ιε′ καὶ τὸ ιϛ′ ὅμοια τῷ α′. τὸ ιζ′ ἑφθημιμερές. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.