Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
317.
δρομάδες: πανταχοῦ περιτρέχουσαι, καὶ τιμωρούμεναι τοὺς ἀνθρώπους, ἢ περιτρέχειν ποιοῦσαι τοὺς μεμηνότας. A. B. C.M.I.
318.
Ποτνιάδες: ἀπὸ τῶν Ποτνιάδων ἵππων μετήνεγκεν, αἳ μανεῖσαι ἔφαγον τὸν Γλαῦκον. B. M. μανιοποιοί. Πότνιαι γὰρ χωρίον ἐστὶ Βοιωτίας, ἔνθα φαγοῦσαι βοτάνην αἱ Γλαύκου ἵπποι καὶ μανεῖσαι διεσπάσαντο τὸν ἴδιον δεσπότην Γλαῦκον, τὸν Βελλεροφόντου πατέρα, ἐν τῷ ἐπιταφίῳ Πελίου. Πότνιαι δὲ πόλις Βοιωτίας, ὅθεν ὁ Γλαῦκος γευσάμενος ἐμμανὴς γέγονε καὶ ἥλατο εἰς τὴν θάλασσαν ὁ Ἀνθηδόνος. B.C.M.I.
Ποτνιάδες: κακομανιοποιοί. Fl. 21. μανιοποιοί. Πότνια γὰρ χώρα ἐστὶ Βοιωτίας, ἔνθα μανεῖσαι αἱ Γλαύκου ἵπποι τὸν ἴδιον δεσπότην Γλαῦκον διεσπάραξαν. Ἄλλως. Ποτνιάδας φησὶ τὰς Ἐρινύας ἀφ’ ἱστορίας τοιαύτης. Πότνιά ἐστι τόπος ἐν τῇ Βοιωτίᾳ· ἐφύοντο γοῦν ἐκεῖ βοτάναι μανίας ἐμποιητικαὶ, εἰς ὃν, ὡς λόγος ἐρεῖ, παραγενόμενος καὶ Γλαῦκος μετὰ τῶν ἵππων αὐτοῦ γευσάμενος τῶν βοτανῶν καὶ ἐμμανεῖσαι διέφθειραν τὸν Γλαῦκον. ἐπειδὴ καὶ Ἐριννύες αἴτιαι μανιῶν εἰσι, διὰ τοῦτο ταύτας φησὶ Ποτνιάδας. Fl. 6. σεβάσμιαι κατ’ εὐφημισμὸν, μανοποιοί. Gu.
319.
ἀβάκχευτον: ἤτοι κακοβάκχευτον, τὸν κακὴν ἔχοντα βακχείαν, οὐ πρέπουσαν τῷ Διονύσῳ, ἀλλ’ ἐν θρήνοις καὶ γόοις ἐξεταζόμενον, ἢ παρόσον ἄοινα καὶ νηφάλια ταῖς θεαῖς ταύταις τὰ ἱερὰ συντελεῖται, ἢ τὸν μεγάλως ἐκβακχεύοντα. A. B. C.M.I. ἀβάκχευτον καὶ δυσβάκχευτον, οὐ βακχεύουσαι, ὡς ὁ Βάκχος, ἀλλὰ κακῶς. Fl. 21.
θίασον: κλῆρον. Fl. 21.