Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
321.
μελαγχρῶτες: μέλαιναι· χθόνιαι γάρ εἰσιν, ἢ μελαίνουσαι τοὺς νοσοῦντας, ὡς καὶ πρὸς τὸν Μενέλαον ὁ Ὀρέστης φησὶν ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. A.B.M. I. αἱ μέλανα χρῶτα ἔχουσαι. Fl. 21. μελανσώματοι. Fl. 9. τοῦτο λέγει διὰ τὸ τοὺς μαινομένους μέλανας τὸ χρῶμα ποιεῖν. Gu.
Εὐμενίδες: Ἐριννύες θεαὶ τρεῖς παρ’ Ἕλλησιν, ἔφοροι φόνου καὶ τιμωρούμεναι τοὺς φονεῖς. καλοῦνται δὲ Ἀληκτὼ, Μέγαιρα καὶ Τισιφόνη. Gu. IL.
322.
τὸν ταναὸν αἰθέρα: ἀνὰ τὸν αἰθέρα πάλλεσθε πτερωταὶ οὖσαι. Ὅμηρος ἠεροφοῖτις Ἐρινύς. ταναὸν δὲ αἰθέρα τὸν λεπτομερῆ τροπικῶς· τὰ γὰρ τεινόμενα τῶν σωμάτων λεπτύνεται. τὸ δὲ ἀμπάλλεσθε, ὡς ἀνακινουσῶν αὐτῶν τὸν ἀέρα ἐμφαντικῶς, τουτέστιν ἀναπάλλεσθε τοῖς πτεροῖς, κατὰ τὸν Ὁμηρικὸν Ποσειδῶνα, τὸν σείοντα τοῖς ποσὶ τὴν γῆν καὶ τῇ πορείᾳ τὸ ὄρος. A. B.C.M.I.
323. τὸ δὲ τινύμεναι δίκαν ἀντὶ τοῦ τιμωρίαν λαμβάνουσαι ὑπὲρ αἵματος καὶ φόνου. A.B.M.I.
Ἄλλως. πῶς δὲ ἐνταῦθα λέγει τιννύμεναι φόνον; οὐ γὰρ ἀνταποδιδοῦσιν αὗται φόνον, ἀλλὰ μᾶλλον ἐκδικοῦσι τοὺς φόνους. λέγομεν οὖν ὅτι ἐξ ὧν ποιοῦσι τοὺς φονεῖς μαίνεσθαι παραπλήσιον ποιοῦσιν ὥσπερ ἂν εἰ καὶ ἐφόνευον. ἢ τὸ τιννύμεναι φόνον ἀντὶ τοῦ τιμωρούμεναι νοητέον τοὺς φονεῖς· τίω γὰρ οὐ μόνον τὸ ἀνταποδί δωμι, ἀλλὰ καὶ τὸ τιμῶ καὶ τὸ τιμωρῶ· ἵν’ ᾖ τὸ μὲν αἵματος τιννύμεναι δίκην ἀντὶ τοῦ ἀναποδιδοῦσαι, τὸ δὲ τιννύμεναι φόνον ἀντὶ τοῦ ἐκδικοῦσαι τὸν φόνον καὶ τιμωρούμεναι τοὺς φονεῖς. ἢ εἰ τὸ φόνων μεγαλογραφεῖται, λάβοις ἂν ἀπὸ κοινοῦ τὸ δίκαν, καὶ τὸ τιννύμεναι, ὡς καὶ τὸ πρῶτον, ἐρεῖς. Gu. αἵματος, ἤγουν λαμβάνουσαι δίκην φόνου, τουτέστι κολάζουσαι διὰ φόνον (φόνου Florr.), ἤγουν φονεύουσαι. Gr. Fl. 6. 9. 21. 56. 57.
327.
φοιταλέου: ὁρμητικῆς. Gr. τῆς ποιούσης τοὺς μαινομένους ὁρμᾶν. Gu. τῆς λύσσης τῆς τοὺς μαινομένους ποιούσης φοιτᾶν, ὅ ἐστι περιιέναι. M.