Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
314.
κἂν μὴ νοσῇς: Καλλίστρατος τὴν ἐκτὸς τοῦ σ γραφὴν διδάσκει, κἂν μὴ νοσῇ γὰρ, ἀλλὰ δοξάζῃ νοσεῖν, ἵν’ ᾖ ἀπὸ τοῦ Ὀρέστου εἰς τὸ κοινὸν μεταβεβηκὼς ὁ λόγος. B.M.I. δοξάζῃς ἀντὶ τοῦ δοξάζῃ τις, ὡς τὸ φαίης κε ζάκοτόν τ’ ἔμμεναι. B.M.
Τοῦτο καθολικῶς ἔδει ἐξενεγκεῖν οὕτω· κἂν μὴ νοσῇ τις, ἀλλὰ δοξάζῃ νοσεῖν, κάματος αὐτῷ καὶ ἀπορία γίνεται. νῦν δὲ τὸ μὲν ἥμισυ τοῦ γνωμικοῦ πρὸς τὸν Ὀρέστην ἐπέφερε, τὸ δὲ ἥμισυ καθόλου εἶπεν. ἔστι δὲ τοῦτο καινόσχημον, εἰ καὶ ὁ Καλλίστρατος τὴν ἐκτὸς τοῦ σ διδάσκει γραφήν. καὶ μὴν καὶ ἑτέρα καινότης ἔστιν ἐνταῦθα· ἡ γὰρ πρότασις ἑνικῶς ἐκφέρεται, ἡ δὲ ἀπόδοσις πληθυντικῶς, δηλοῦντος τοῦ ποιητοῦ ὅτι εἰς πάντας τοὺς ἀνθρώπους τοῦτο γίνεται. Gu. I.
δοξάζῃς: φαίνεσαι νῦν. ἐκ τούτου γὰρ τοῦ δοξάζειν ἡμᾶς τοὺς ἀσθενεῖς ἀπηλλαγμένους τῆς νόσου ἀμελεῖται, καὶ οὕτως γίνεται κάματος. Fl. 21. ἕπεται γὰρ ἐκ τῆς νόσου τοῖς ἀνθρώποις ἄρτι ληγούσης ἡ ταλαιπωρία. Fl. 18.
315.
κάματος: σοὶ τῷ Ὀρέστῃ ἀσθενεῖ. Fl. 33. κακοπάθεια, ἀγανάκτησις. Gu.
ἀπορία: ἀσθένεια. Fl. 59. ἀδυναμία. Fl. 18. ἀπόγνωσις. Gu.
316.
αἷ αἶ: ὦ θεαὶ δρομικαὶ καὶ ταχεῖαι καὶ σεβάσμιαι, αἵτινες ἐλάχετε ἐν δάκρυσι καὶ ἐν γόοις χορὸν κακοβάκχευτον, ἤτοι λυπηρὸν, εἰς ὂν οὐκ ἔστι δηλονότι βακχεύσασθαι καὶ χαρῆναι, μέλαιναι Εὐμενίδες (κατ’ εὐφημισμόν· δυσμενίδες γάρ εἰσι κατὰ τὸν ὀρθὸν καὶ ἀληθῆ λόγον.) αἵτινες κινεῖσθε ἀνὰ τὸν ἐπὶ πολὺ τεταμένον ἀέρα, λαμβάνουσαι δίκην, παρακαλῶ, ἐάσατε τὸν υἱὸν τοῦ Ἀγαμέμνονος, ὥστε λήθην λαβεῖν τῆς σφοδρᾶς μανίας τῆς ὁρμητικῆς. φεῦ ἕνεκα τῆς κακοπαθείας καὶ τῶν δυστυχιῶν, οἵων κακῶν, ὦ τάλας, ἐπιθυμήσας ἔρρεις καὶ φθείρῃ τὴν ἀπόφασιν τοῦ τρίποδος, ἤτοι τὴν κακὴν μαντείαν, ἣν ὁ Φοῖβος εἶπε κατὰ τὴν γῆν, ὅπου λέγονται εἶναι δηλονότι οἱ μεσόμφαλοι μυχοὶ τῆς γῆς, ἤτοι αἱ καταδύσεις καὶ οἰκήσεις. I.