Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
νιν: τὸ νιν ἐπὶ τῶν τριῶν γενῶν λαμβάνεται, αὐτόν, αὐτήν, αὐτό. A.B.C.M.
τὸ νιν πρὸς τὸ ἐκτεῖναι σύναπτε εἰς τὴν σύνταξιν, πρὸς δὲ τὸ ἱστόρουν τὸ πατέρα. Gu.
291.
μή ποτε τεκούσης: μηδέποτε ἐπὶ τῇ σφαγῇ τῆς μητρὸς ὠθῆσαι τὸ ξίφος. A.B.M.
294.―300.
καὶ νῦν: περιφραστικῶς, ὦ ἀδελφὴ, ἀνακάλυπτε σαυτὴν δηλονότι, ἤγουν ἀνακαλύπτου, ἄπελθέ τε καὶ ἀπόστηθι ἐκ τῶν δακρύων, ἤτοι μὴ δάκρυε, καὶ εἰ λίαν διακείμεθα ἀθλίως. ὅταν δὲ ἴδῃς τἀμὰ, ἤτοι ἐμὲ λειποθυμήσαντα, τουτέστι μανέντα, σὺ τὸ δεινὸν ἐμοῦ καὶ τὸ διαφθαρὲν τῶν φρενῶν, ἤτοι τὴν διαφθορὰν, ἔπεχε καὶ κώλυε, παραμυθοῦ τε. ὅταν δὲ στένῃς σὺ, πρέπει παρόντας ἡμᾶς νουθετεῖν σε τὰ προσφιλῆ· αἱ ἐπικουρίαι δὲ αὗται καλαί εἰσι τοῖς φίλοις. I.
καὶ νῦν ἀνακάλυπτε: τὴν ὄψιν δηλονότι· ἐσκέπαστο γὰρ ὑπὲρ τοῦ μὴ λυπεῖν τὸν ἀδελφὸν δακρύοις. Ἄλλως. σεαυτὴν ἀποκάλυπτε· ἔκλαιε γὰρ κρᾶτα θεῖσ’ ἔσω πέπλων. B.M.I. ἀπὸ τούτου καὶ ἀνακαλυπτήρια, τὰ διδόμενα δῶρα τοῖς νεονύμφοις ὅταν πρῶτον ἀνακαλύπτωνται τοῖς ἀνδράσι καὶ τοῖς συγγενέσιν ὁρώμεναι. I.
295.
ἄπελθε: ἀντὶ τοῦ παῦσαι τῶν δακρύων. B. Fl. 10. εἰς τὸ μὴ κλαίειν μετάβηθι. Gu.