Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
224.
ἄφελε προσώπου: τουτέστιν ἀποδιάστησον τὴν ἔμπροσθεν οὖσαν τῶν ὀφθαλμῶν μου κόμην· ἀσθενῆ γὰρ λεύσσω ταῖς κόραις διὰ τὸ ἐπικεῖσθαί μοι τὰς τρίχας. γράφεται καὶ, λεπτὰ γὰρ λεύσσω νόσῳ, ἵν’ ᾖ, ἡ νόσος με ποιεῖ λεπτὸν λεύσσειν. A. B.C.M. I.
225.
ὦ βοστρύχων: ὦ κάρα ἄθλιον πινῶδες τῶν βοστρύχων, ἀντιστρόφως ἀντὶ τοῦ, ὦ βόστρυχοι κάρας ἀθλίας πινώδους καὶ ῥυπαρᾶς, λίαν ἠγριωμένοι ἐστὲ (πρὸς τὸ βόστρυχοι) διὰ τῆς μακρᾶς ἀλουσίας. I.
πινῶδες ἄθλιον: ἀντὶ τοῦ αὐχμηρὸν καὶ ῥυπῶδες. πίνος γὰρ ὁ ῥύπος· πίνῳ δέ οἱ αὐαλέος χρὼς ἐσκλήκει. B.M.I. κατὰ ἀναστροφὴν εἶπεν· οὐ γὰρ ἔστι τῶν βοστρύχων τὸ κάρα, ἀλλὰ τοῦ κάρα οἱ βόστρυχοι. ἢ ὅτι οὐδὲν ἄλλο ἐπιλείπεται τῇ κεφαλῇ ἢ μόνον οἱ βόστρυχοι, ἵν’ ᾖ, ὦ τῶν βοστρύχων ἄθλιον κάρα. παρακα θίσασα δὲ ἔξωθεν εἰς πλευρὰν καὶ ἁψαμένη τῶν τριχῶν ταῦτά φησι πρὸς τὸν Ὀρέστην. A.B.C. M.I.
227.
κλῖνόν μ’ ἐς εὐνήν: θὲς ἐμὲ πάλιν εἰς τὴν εὐνήν· ὅταν ἀφήσῃ ἐμὲ ἡ νόσος τῆς μανίας, ἄναλκις καὶ ἀσθενής εἰμι κατὰ τὸ δέμας. I.
ὅταν μ’ ἀνῇ νόσος: ἢ ἡ διὰ τῆς μανίας νόσος, ἢ ἐπιθετικῶς μανιὰς νόσος. B. M.I.