Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

219.

λαβοῦ λαβοῦ
: σφόδρα δεομένου ἡ φωνὴ, διὸ καὶ τῇ ἐπαναλήψει κέχρηται. A. B.C.M.

ἔκ τ’ ὄμορξον
: καὶ αὐχμώδη κόμην ἄφελε προσώπου. A.C. ἤτοι ἅψαι, ἀποσπόγγισον δὲ ἐκ τοῦ ἀθλίου σώματος καὶ ἐκ τῶν ἐμῶν ὀμμάτων τὸν πεπηγότα ῥύπον. I.

220.

ἀφρώδη πέλανον
: τὸν πεπηγότα ῥύπον ὑπὸ τοῦ ἀφροῦ. A.
B. C.M. κυρίως πέλανος τὸ λεπτὸν πέμμα ᾧ χρῶνται πρὸς τὰς θυσίας, παρὰ τὸ πεπλατύνθαι. οἱ δέ φασι καὶ πᾶν ἐξ ὑγροῦ πεπηπαρὰ γός. ἔνιοι δὲ τὴν παιπάλην. ἐκ γὰρ ταύτης ὡς ἐπὶ τὸ πλεῖἢ στον γίνεται. παρὰ τὸ παλῦναι, ὅ ἐστι λευκᾶναι. Ὅμηρος ἐπάλυνεν ἀρούρας. λευκὸν γὰρ τὸ πέμμα. οἱ δὲ ἀπὸ τοῦ πελάζειν καὶ ἱκετεύειν τοὺς θεοὺς δι’ αὐτῶν. A. B. M. καλῶς μὲν εἶπεν ἀφρώδη πέλανον ἐπὶ τοῦ στόματος, ἐπὶ δὲ τῶν ὀμμάτων οὐ δεῖ προσλαμβάνειν τὸ ἀφρώδη πέλανον, ἀλλ’ . . . . . . μόνον πέλανον. ἐπὶ γὰρ τῶν ὀμμάτων ῥύπος γίνεται, ἀφρῶδες δ’ οὔ. A.

πέλανον
: κυρίως πέλανος τὸ λεπτὸν πέμμα, ᾧ χρῶνται πρὸς τὰς θυσίας. ἔνιοι δέ φασι καὶ πᾶν ἐξ ὑγροῦ πεπηγμένον παρὰ τὸ παλῦναι, ὅ ἐστι λευκᾶναι. πέλανον ἐνταῦθα τὸν πεπηγότα ῥύπον ὑπὸ τοῦ ἀφροῦ. Gr. I. πέλανος σημαίνει δύο, τὸν σίελον, ὡς ἐνταῦθα, καὶ εἶδος θύματος, ἤτοι τὸν πλακοῦντα, ὡς Αἰσχύλος ἐν τρίτῳ φησίν. Gu. πέλανος προσηγορικὸν ὄνομα, ὁ ἀφρός· κατὰ παντὸς γὰρ ἀφροῦ λέγεται ἡ λέξις ἀπὸ τοῦ πελάζειν ἄνω, ὡς κουφοτέρως· τὰ γὰρ κοῦφα τὰ ἄνω ζητοῦσιν, ὡς τὸ ἀσκός. ἀποσπόγγισον τὸν ἀφρώδη πέλανον· οἱ γὰρ δαιμονιζόμενοι καὶ ἐκ τῶν στομάτων αὐτῶν ἀφροὺς πέμπουσι, καὶ ἐκ τῶν ὀμμάτων δάκρυα, καὶ ἐκ τῶν ὀφθαλμῶν λήμας· πλεονάζει γὰρ τὸ ὑγρὸν, καὶ μὴ ἔχον ἔξοδον ἐξέρχεται ἀπὸ τοῦ στόματος καὶ ἀπὸ τῶν ὀφθαλμῶν· ἀπὸ γὰρ τῆς πλημμελείας τοῦ στομάχου πλεονάσαν τὸ ὑγρὸν, γίνονται αἱ ἀναθυμιάσεις, καὶ μὴ ἔχον ἔξοδον τὸ πνεῦμα ἀνέρχεται τὰ ἄνω μέρη ζητοῦν ἔξοδον, καὶ μὴ εὑρίσκον ἀθροιζόμενον ἐκεῖσε σκοτίζει τὸν ἐγκέφαλον, καὶ τὰ μέλη σπαράσσει ζητοῦν ἔξοδον, καὶ οὕτω σκοτισθέντος τοῦ ἐγκεφάλου γίνεται παράφρων ὁ ἄνθρωπος, ἕως οὗ ἐκφορηθῇ τὸ πνεῦμα· οὕτω γὰρ εἰσέρχεται τὸ πνεῦμα καὶ ἐν τῇ γῇ καὶ σείει αὐτὴν, μὴ ἔχον τοῦ ἐξελθεῖν. Fl. 59.

221.

ἰδού
: ποιῶ δηλονότι ὃ λέγεις. Gr. I. ὃ συμβουλεύεις ἐμοὶ, ἢ τὸ ὑπούργημα. Gu. ἰδοὺ, ποιῶ δηλονότι ὃ λέγεις τὸ ὑπούργημα τὸ εὐφραντὸν, καὶ οὐκ ἀπαρνοῦμαι τὸ θεραπεύειν τὰ μέλη τὰ ἀδελφικὰ ἐν χειρὶ ἀδελφικῇ. I.