Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
216.
ἀμνημονῶ: ἐπιλανθάνομαι τί πέπρακταί μοι ἐν τῇ νόσῳ τῆς μανίας. Gu.
τῶν πρὶν ἀπολειφθεὶς φρενῶν: τῶν πρὶν φρενῶν ἀπολειφθεὶς ἐν τῇ μανίᾳ, οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν ἀμνημονῶ, ἀλλ’ ἐν τῇ νόσῳ· τὸ γὰρ ὄργανον, δι’ οὗ ἀναφέρομεν τὰ πραττόμενα, συννοσεῖ τῷ σώματι. ἀμνημονῶ τί πέπρακταί μοι ἐν τῇ νόσῳ, τῶν προτέρων φρενῶν ἀπολειφθεὶς καὶ μανείς. A. B. C. M. I. Ἄλλως. πέπονθα ἀπολειφθεὶς τῶν πρὸ τῆς μανίας φρενῶν.
Ἄλλως.
τῶν πρίν: ἕως τούτου ὀφείλει στίζειν, εἶτα, ἀπολειφθεὶς φρενῶν. δεῖ δὲ νοεῖν οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν, ἀλλὰ τότε· νῦν γὰρ φρονίμως διαλέγεται. A. στερηθείς. Gr. πόρρω γενόμενος ὑπὸ τῆς μανίας. Gu.
217.
ὦ φίλταθ, ὡς μ’ ηὔφρανας: ὦ φίλτατε, λίαν εὔφρανας ἐμὲ κοιμηθείς. βούλει ἵνα θίγω καὶ ἅψωμαί σου καὶ ἵνα ἀναβαστάσω σου τὸ σῶμα; I.
218.
βούλει θίγω σου: φιλαδέλφου κόρης τὸ ἦθος καὶ λόγους ἐμιμήσατο. B. M. διότι μὲν ἤρξατο θιγεῖν, θίγω ἐνεστῶτα καὶ οὐ θίξω εἶπε· διότι δὲ ἔμελλε κουφιεῖν, κουφίσω ἐπὶ μέλλοντος καὶ οὐ κουφίζω εἶπε. διὰ τοῦτο καὶ τὸ βούλει ποσῶς μὲν πρὸς τὸ θίγω νοεῖται, τὸ δὲ ὅλον πρὸς τὸ ἀνακουφίσω. ἢ καὶ τὸ θίγω ὑποτακτικὸν νόει. Gu. I. ὁμοιόν ἐστι τῷ τί σοι θέλεις δῆτ’ εἰκάθω, ὅ φησι Σοφοκλῆς. Gu.