Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
131―135. Ἰδοῦσα ἡ Ἠλέκτρα τὸν χορὸν τῶν Ἀργείων γυναικῶν ἐλθόντα ἐπισκέψασθαι τὸν Ὀρέστην, καὶ φοβηθεῖσα μή πως ἐγεροῦσιν αὐτὸν ἀπὸ τοῦ ὕπνου, διακόψασα τὸν λόγον, ὃν περὶ τῆς Ἑλένης ἔλεγε, μετὰ λύπης λέγει ὢ τάλαιν’ ἐγώ. αἱ φίλαι ξυνῳδοὶ, ἤγουν αἱ συνθρηνοῦσαι μετ’ ἐμοῦ, αὖ καὶ πάλιν πάρεισι καὶ προσέρχονται, ὡς φαίνεται, ὅτι καὶ πρῶτον ἐκεῖ ὑπῆρχον. ἴσως ἠρεμοῦντα τὸν Ὀρέστην μεταστήσουσι καὶ διεγεροῦσιν ἀπὸ τοῦ ὕπνου ἀπό τε τῆς ὁμιλίας καὶ τοῦ κτύπου τῶν ποδῶν αὐτῶν· ἐπεὶ γὰρ πλῆθος ἦν, θόρυβον ἔμελλε ποιῆσαι εἰσερχόμενον· καὶ εἰ ἐγεροῦσιν αὐτὸν, ἐκτήξουσι τὸ ἐμὸν ὄμμα ἐν τοῖς δακρύοις. ἐπεὶ γὰρ ἔβλεπεν
αὐτὸν δαιμονιζόμενον καὶ πάσχοντα, κλαίειν ἔμελλεν ὡς ἀδελφή. Fl. 59.132.― 139.
αἵδ’ αὖ πάρεισι: κατὰ τὸ σιωπώμενον ἔρχονται αἱ γυναῖκες ἰδεῖν τὸν Ὀρέστην πῶς ἔχει, καὶ ἐθεάσατο αὐτάς. B.M.I. καὶ ἰδοῦσα αὐτάς φησιν, ὦ φίλταται γυναῖκες, δι’ ἡσύχου ποδὸς καὶ πορείας ἔρχεσθε, καὶ μὴ κτυπεῖτε, μηδ’ ἔστω κτύπος. ἡ σὴ μὲν γὰρ φιλία πραεῖα καὶ εὐμενὴς, ἀλλ’ ἐν τῷ ἐξεγεῖραι τοῦτον γενήσεται συμφορά. I.
135.
δακρύοις ἀδελφόν: προσεκτικῶς μετὰ ἤθους προενεκτέον τὸν λόγον. A.
138.
πρευμενής: ἀντὶ τοῦ πραεῖα, προσφιλὴς, πραϋμένη. M.
140.
σῖγα σῖγα: ἠρέμα, ἀψοφητὶ καὶ μετὰ ἡσυχίας. πρόσφορος δὲ τῷ πάθει καὶ ἡ τοῦ ῥυθμοῦ ἀγωγὴ δοχμιάζουσα. A.B. C.M.I. λεπτὸν δὲ ἴχνος ἀρβύλης ἀντὶ τοῦ κούφως καὶ ἐλαφρῶς τιθεῖτε τὸν πόδα μετὰ τῆς ἀρβύλης. εἰ δὲ γράφεται λευκὸν ἴχνος, ἀπὸ μέρους τὸ ὅλον, ὡς τὸ ἀργυρόπεζα Θέτις. ἴχνος δὲ λέγει τὸν πόδα, καὶ ἀρβύλη ἐστὶν εἶδος ὑποδήματος γυναικείου κοίλου καὶ βαθέος. B.I. Ἄλλως. εἰ μὲν λευκόν, συνάπτεται τῷ σῖγα σῖγα, καὶ λέγεται κατὰ ἀντίπτωσιν οὕτως· μετὰ σιγῆς, μετὰ σιγῆς τιθεῖτε τὴν ἀρβύλην τοῦ λευκοῦ ἴχνους, ἤγουν τοῦ λευκοῦ ποδός. εἰ δὲ λεπτόν, στίζεται μετὰ τὸ σῖγα σῖγα, καὶ ἔχει τὸ πᾶν οὕτως· μετὰ σιγῆς, μετὰ σιγῆς, ἔρχεσθε δηλονότι, εἶτα λεπτὸν τιθεῖτε, ἀντὶ τοῦ ἥσυχον, τὸ ἴχνος, ἀντὶ τοῦ τὴν βάσιν τῆς ἀρβύλης. ἐστὶ δὲ ἀρβύλη εἶδος γυναικείου ὑποδήματος. Gr. I. Ἄλλως. μετὰ σιγῆς τιθεῖτε τὸ λευκὸν ἴχνος τῆς ἀρβύλης, ἀντιστρόφως, ἀντὶ τοῦ τὴν ἀρβύλην τοῦ λευκοῦ ἴχνους, ἤτοι τοῦ λευκοῦ ποδός. εἰ δὲ λευκὸν γράφεται, σύναπτε οὕτως, μετὰ σιγῆς, ἔρχεσθε δηλονότι, τιθεῖτε τὸ ἴχνος τῆς ἀρβύλης ἐλαφρὸν, μὴ κτυπεῖτε, μηδ’ ἔστω κτύπος. I. ἀρβύλης εἶδος ὑποδήματος γυναικείου ἀπὸ τοῦ ἁρμόζειν καὶ βύειν τοὺς πόδας. Gu.