Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
141.
τιθεῖτε: ποιητικῶς, ἀντὶ τοῦ τιθῶμεν. εἰσελήλυθε δὲ ὁ χορὸς κατὰ τὴν ὑπόθεσιν ἔσω. A.I.
142.― 145.
ἀποπρὸ βᾶτε: ἀντὶ τοῦ πόρρω μοι καὶ χωρὶς τῆς κοίτης γίνεσθε. τὸ δὲ ὁλόκληρόν φασί τινες ἀπόπροθι. διαθέσεως δὲ ἐμφαντικὸν τὸ μοι, ὡς τὸ Πάτροκλέ μοι δειλῇ πλεῖστον. A.C.M.
Ἄλλως.
ἀπορπό μοι: τὸ ὁλόκληρον τούτου τινές φασιν ἀπόπροθι. καὶ τὸ παρ’ Ὁμήρῳ οὕτως ἐκδέχονται τυτθὸν ἀποπρὸ νεῶν. A.B.M.I.
ἰδοὺ, πείθομαι: τοῦτο εἰκὸς ὀξύτερον εἰρηκέναι τὸν χορόν· διὸ καὶ Ἠλέκτρα περιδεὴς γενομένη εἶπεν ἆ ἆ. φυσικῶς δὲ τὸ ἆ ἆ εἶπε πρῶτον, ἐπειδὴ καὶ αὕτη πρώτη ὑπὸ τῆς φύσεως φωνὴ εὕρηται. ἀμέλει γοῦν, ἐπειδὰν πλῆθός τι θεάσηταί τις παραδόξων, εὐθὺς οὐδὲν ἕτερον ἀναβοᾷ ἢ τὸ ἆ ἆ, τῆς φύσεως ἀγούσης ἐπὶ τοῦτο. εἶτά φησι πρὸς τὸν χορὸν, τοιαύτην πέμπε μοι φωνὴν οἷός ἐστιν ἦχος σύριγγος καλάμων λεπτῶν ἐν τοῖς ἕλεσιν ἀποτελούμενος· οὐ γὰρ τὸ ὄργανον τῆς σύριγγός φησι. τοῦτο γὰρ πολύφωνον ὂν καὶ τὸν Ἐνδυμίωνα ἐγεῖραι δύνατ’ ἄν. A.B.C. M.I.
ἀποπρὸ βᾶτε: μακρὰν τῆς κοίτης πορεύθητε ἐκεῖσε. ἀποπρὸ, ἤτοι ἄγαν μακράν. I.