Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

935. προσίζονσʼ : μέλλουσα προσελθεῖν. B. ἱκέτις καθίζουσα. Gr. προσκαθημένη. Gu. προσκαθίσασα τῇ Ἀρτέμιδι οὐκ ἤνυσα, φησὶ, τὸ ἐμὸν βούλημα, ὥστε μὴ ἁρπαγῆναι καὶ αἰχμαλωτισθῆναι. ἄγομαι δὲ θανόντα ἰδοῦσα τὸν ἀκοίταν τὸν ἐμὸν, ἤγουν τὸν ἄνδρα. διαλύεται δὲ τὸ προσίζουσα, οἷον, ἵζουσα πρὸς τὴν Ἄρτεμιν, ἤγονν προσκαθημένη τῇ Ἀρτέμιδι. Gr.

936. οὐκ ἤνυσʼ: οὐκ ἐτελείωσα. Gr. οὐκ ἐτέλεσά τι τῆς εὐχῆς, οὐκ ἠδυνήθην σωθῆναι. Gu. ὡς καταφυγούσης αὐτῆς εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος καὶ μηδὲν ὠφελησάσης. M. Fl. 10. οὐκ εὐώδωσα, οὐκ ἐτελείωσα. Fl. 6. 9. 17. 21. 56. 59. 76.

937. ἄγομαι: ἄγομαι, φησὶν, ἐπὶ τὸ πέλαγος, ἑωρακυῖα τὸν ἄνδρα μου ἀποθανόντα. B.M.I. ἰστέον δὲ ὡς καὶ τὸ ἐπεὶ νόστιμον πρὸς τὸ ἄγομαι συναπτέον τῇ ἐννοίᾳ. Gu. I. ἄγομαι: φέρομαι, ὡς αἰχμάλωτος. Gu.

939. ἀποσκοποῦσα: μακρόθεν ὁρῶσα. Gr. πόρρωθεν βλέπουσα. Gu. καὶ ἄπο καὶ μακρὰν σκοποῦσα, καὶ ἐπιτηροῦσα τὴν πόλιν. Fl. 59. ἐπεὶ καὶ πόρρωθεν ἑωρᾶτο ἡ Τροία καιομένη, οἷον ἀπὸ Χερρονήσου. B. M. Fl. 21.

940. νόστιμον: τὸν τῆς ὑποστροφῆς. Gr. ὑποστρεπτικὸν πρὸς [*](1. ἢ delendum, nisi quid excidit. αἰχμάλωτος addita sunt scholio v. 3. ἐπικαμυνοῦ] Sic. 945. post ταύτην εἶναι. 23. φησὶν om I. δὲ est in M. 29. ἐπεὶ Τροία M. ἐπεὶ καὶ πόρρω- 24. ὡς καὶ] ὅτι I. θεν ἡ Τροία ἑωρᾶτο 1. πόρρωθεν γὰρ ἠῶ- 25. συναπτέον] συναπται sine ac- ρᾶτο ἡ Τροία B. centu Gu. in quo haec ἰστέον δὲ—)

453
τὸν οἶκον. Gu. τὸν τῆς ὑποστροφῆς. (Flor. 6. 9. 17. 56. 59. 76.) παλινοστοῦντα, ἐπιστρέφοντα. Fl. 21. ὀπισθόρμητον. B. Fl. 33. πόδα, τὴν τρόπιν (Flor. τροπὴν) ἢ τὴν κώπην. Gr. Fl. 6.

940.—952. καί μʼ ἀπὸ γῆς: καὶ ἐμὲ ἀπὸ τῆς γῆς ἐξώρισε τῆς Τρωϊκῆς — ἀπηγόρευσα ἡ ἀθλία τῇ λύπῃ— τῇ Ἑλένῃ τῇ ἀδελφῇ τῶν Διοσκούρων, Κάστορος καὶ Πολυδεύκους. καὶ τῷ Πάριδι καταρωμένη, ἐπεί με τῆς πατρῴας γῆς καὶ τῶν οἴκων ἐξῴκησεν οὐ γάμος, ἀλλὰ ταλαιπωρία δαίμονός τινος κακοποιοῦ, ἥντινα Ἑλένην μήτε τὸ πέλαγος ἀπαγάγοι πάλιν, ἤγουν εἰς τοὐπίσω, μήτε ἀφίκοιτο εἰς τὸν πρῶτον οἶκον. I.

941. ὥρισεν: ἀφώρισεν. B. M. Gr. ἐχώρισεν. B. M. Gu. ἐξώρισεν. Gu. διεχώρισεν. Fl. 33. ἀπέπεμψε. B.

942. ἀπεῖπον: ἀπείρηκα τοῖς καλοῖς ἡ ἀθλία ἐγώ. B. M. ἠσθένησα. B. ἀπηγόρευσα, ἀπέκαμον ὑπὸ τοῦ ἄλγους. Gr. τοῖς κακοῖς ἢ ἀγανακτήσει. θλίψει. Gu. ἀπὸ τοῦ νῦν οὐ δύναμαι λέγειν τι, δαμασθεῖσα τῇ θλίψει. Fl. 59.

944. Διοσκόροιν: τὴν Ἑλένην φησὶ τὴν τῶν Διοσκούρων κάσιν Κάστορος καὶ Πολυδεύκους καὶ τὸν Πάριν τὸν βουκόλον καταρωμένη ὡς αἰτίοις τοῦ πολέμου. ἰστέον δὲ ὅτι ὀλιγάκις κεῖται τὸ κάσις ἐπὶ ἀδελφῆς, ἐπὶ δὲ ἀδελφοῦ πολλάκις. B. ἡ Λήδα συλλαβοῦσα ἐκ τοῦ Τυνδάρεω καὶ ἐκ τοῦ Διὸς, μεταβληθέντος εἰς κύκνον, ἐγέννησεν ὠὸν. ἀφʼ οὗ ἐξῆλθεν ἥ τε Ἑλένη καὶ ὁ Κάστωρ καὶ ὁ Πολυδεύκης. διὰ τοῦτο λέγονται Διόσκοῥοι οὗτοι, οἱονεὶ κοῦροι τοῦ Διός. κόρη λέγεται θηλυκῶς καὶ κούρη ποιητικῶς, κόρος δὲ ὁ υἱὸς οὐ λέγεται, ἀλλὰ κοῦρος. ἐκ τούτου λέγονται Διόσκουροι. Gr. συνεκδοχικῶς, διδοῦσα ἐν κατάρᾳ. (συνεκδ. καὶ καταρωμένη alius codex) Fl. 59. κάσιν: ἀδελφήν. Gr. αὐταδελφήν. Gu.

945. βούταν: βουκόλον, βοτῆρα, ποιητικόν. Gr. βοσκόν. Gu. βούτας λέγεται ὁ Ἀλέξανδρος, ἐπεὶ εἰς τὰ ποίμνια τοῦ πατρὸς αὐτοῦ ἦν καὶ ἀνετρέφετο, μέχρις οὗ εἰς τὴν Λακεδαιμονίαν ἦλθε· Ιδαῖος δὲ διὰ τὴν Ἴδην τὸ ὅρος· πόλις γὰρ τῆς Τροίας ὑπὲρ τὸ ὅρος· αἰνόπαρις δὲ, διότι ἐπὶ κακῷ ἐξέφυγε καὶ παρέδραμε τὸν φόνον, ὃν ἔκριναν οἱ μάντεις θανατῶσαι αὐτόν. Fl. 59.

κατάρᾳ διδοῦσα: ἐπαρωμένη καὶ αἴτιος τοῦ πολέμου. M. πρὸς [*](19. ὅτι ὀλιγάκις—πολλάκις] Haec etiam in M.)

454
τὸ ἀποσκοποῦσα ἐστὶ καὶ ἡ μετοχὴ τὸ κατάρᾳ διδοῦσα· τὸ δὲ ἐπεὶ νόστιμον καὶ τὸ τάλαινα ἀπεῖπον ἄλγει διὰ μέσου, εἰ καὶ φασί τινες πρὸς τὸ ἀπεῖπον τὴν μετοχὴν ταύτην εἶναι. Gu. I. οἱ μὴ δυνάμενοι τιμωρῆσαι τοὺς ἑαυτῶν ἐχθροὺς ὑποβάλλουσι κατάρᾳ αὐτούς. τὸ αὐτὸ καὶ ὁ χορὸς λέγει· ἀπηγόρευσα αὐτῇ πολλῇ θλίψει, διδοῦσα ἐν κατάρᾳ, ἤγουν καταρωμένη, τὴν Ἑλένην, τὴν ἀδελφὴν τῶν Διοσκόρων, τοῦ τε Κάστορος καὶ τοῦ Πολυδεύκους, τὸν δαῖόν τε βούταν, καὶ βουκόλον, τὸν αἰνόπαριν, ἤγουν τὸν Ἀλέξανδρον, διότι ἀπώλεσεν καὶ ἄπο καὶ μακρὰν ἔθηκεν ἐμὲ ἐκ τῆς πατρικῆς γῆς, καὶ ἐξäῴκισεν, καὶ ἀποίκους ἐποίησεν ἡμᾶς, ὁ γάμος τοῦ Ἀλεξάνδρου, ὁ οὐ γάμος, ἀλλ’ οἰζὺς καὶ συμφορὰ ἀλάστορός τινος δαίμονος.

947. ἀπώλεσε: γρ. ἀπούρισεν. M. πρωθύστερον. Gr. μετὰ ὀλέθρου ἐξέβαλλε. Gu.

948. ἐξῴκισε: ἐξέβαλλεν, ἐξώρισεν. Gu. γάμος, οὐ γάμος: γάμος μὲν διὰ τὸ συγκοιτασθῆναι καὶ ἔχειν αὐτὴν, οὐ γάμος δὲ, διότι οὐκ ἦν ἔννομος, ἀλλʼ ἑτέρου ἦν ἡ γυνή. Fl. 59.

949. ἀλάστορος: ὁ τῆς Ἑλένης γάμος. B. δαίμονος κακοποιοῦ. Gr. κακοῦ, παλαμναίου δαίμονός τινος. Gu. οἰζύς: τιμωρία καὶ ταλαιπωρία. Fl. 10. 21. 33. ἀλλὰ δαίμονος παλαμναίου τιμωρία καὶ ταλαιπωρία. M.

950. ἃν μήτε: ἥντινα τὴν Ἑλένην μὴ ὑποστρέψῃ ἡ θάλασσα πάλιν, καὶ εἰς τοὐπίσω, ἤγουν μὴ φέρῃ ταύτην εἰς τὴν οἰκίαν αὐτῆς, μηδὲ καταλάβῃ εἰς τὸν πατρῷον οἶκον αὐτῆς, ἤγουν μὴ ἴδῃ τοῦτον. Fl. 59. ἥντινα Ἑλένην μήτε πέλαγος ἀπενέγκοι μήτε οἱ οἶκοι δέξονται αὐτοὺς οἱ Τρωικοί. Fl. 10. 33.

951. ἵκοιτ’: πορευθῇ. B. πατρῷον: τὸν τοῦ Τυνδάρεω. M. Fl. 10.

953.—967. ὦ φίλτατʼ ἀνδρῶν: ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, καὶ σὺ, ὦ Ἑκάβη φιλτάτη, δακρύω εἰσορῶν σε τήν τε σὴν πόλιν καὶ τὴν θυγατέρα σου τὴν θανοῦσαν πρὸ ὀλίγου. φεῦ (θαυμαστικὸν) οὐκ [*](2. φασί τινες] τῶν ψυχρῶν addit 23. εἰς τοὐπίσω] Glossemata ἣν τὴν Ἑλένην et εἰς τοὐπίσω habet B. I 18. κακοποιοῦ—παλαμναίου] ἀλλὰ 24. πατρῷον Matth. pro πρῶτον. δαίμονος παλαμναίου B. 27. τὸν τοῦ om. Fl. 10.)

455
ἔστιν οὐδὲν πιστὸν καὶ βέβαιον, οὕτε εὐδοξία καὶ εὐημερία οὔτε εὑτυχοῦντά τινα μὴ δυστυχήσειν. φύρουσι δὲ καὶ ταράττουσιν αὐτὰ οἱ θεοὶ εἰς τοὐπίσω καὶ ἔμπροσθεν, ἐντιθέντες σύγχυσιν, ἵνα ἀγνοίᾳ τοῦ μέλλοντος σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τὰ κακὰ κατὰ τί δεῖ θρηνεῖν, ἐμὲ δηλονότι, οὐδαμῶς προκόπτοντα καὶ προερχόμενα εἰς τὸ ἔμπροσθεν τῶν κακῶν, ὅ ἐστιν, οὐ κατόπιν ὄντα τὰ κακά. σὺ δὲ εἰ κατά τι μέμφῃ ἐμοὶ ἕνεκα τῆς ἀποδημίας, ἐπίσχες, σαυτὴν δηλονότι· ἐτύγχανον μὲν ἀποδημῶν ἐν τῷ μέσῳ τῶν τῆς Θρᾴκης ὁρίων, ὅτε ἦλθες ὧδε. ἐπεὶ δὲ ἦλθον, αἴροντί μοι καὶ κινοῦντι, τὸν πόδα ἔξω τῶν δωμάτων, εἰς ταυτὸν, ἤτοι ὁμοῦ, συμπίτνει καὶ συναντᾷ ἡ δούλη σου αὕτη, ἀπαγγέλλουσα ἀγγελίας, ὧν ἀκούων ἀφικόμην. I.

952.—961. ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε: ἔρχεται Πολυμήστωρ ἀκούσας ὅτι καλεῖ σε ἡ Ἑκάβη καὶ ἀνακαλεῖται τεθνηκότα τὸν Πρίαμον. B. ἐλθών ὁ Πολυμήστωρ πρὸς τὴν Ἑκάβην, πρὸς μὲν τὸν Πρίαμον ὡς ἀπόντα λέγει μόνον, ὦ φίλτατε Πρίαμε, δίχα τοῦ σύ, πρὸς δὲ τὴν Ἑκάβην ὡς ζῶσαν χρῆται καὶ τῷ σύ, καὶ θρηνεῖ αὐτήν τε ὡς δούλην καὶ τὴν πόλιν αὐτῆς ὡς ἁλοῦσαν, καὶ τὴν νεοσφαγῆ Πολυξένην, εἶτα γνωματευόμενος λέγει· οὐκ ἔστιν οὐδὲν βέβαιον, οὕτε εὐτυχία, οὔτε, ἐὰν εὐτυχῇ τις, ἡ κατʼ ἐκεῖνον εὐτυχία ἀεὶ παραμένει, ἀλλὰ τῆς μεταβολῆς τῶν πραγμάτων αἰτίους ἡγεῖται τοὺς θεούς. φύρειν γὰρ καὶ ἑνοῦν αὐτὰ τούτους φησὶ, καὶ τὸν πλούσιον εἰς τὸ ὄπισθεν ἄγειν, πένητα καθιστῶντας — τοῦτο γάρ ἐστι τὸ πάλιν — τὸν δὲ πένητα εἰς τὸ πρόσθεν φέρειν, ἤγουν πρὸς εὐπορίαν καὶ πλοῦτον, ποιοῦντας τῶν πραγμάτων σύγχυσιν, ἵνα τούτων ἐν ἀδήλῳ καθεστώτων μὴ προσέχωμεν αὐτοῖς, ὡς μεταβαλλομένοις, ἀλλὰ τοὺς θεοὺς σεβόμενοι αἰτῶμεν τὰ ἀγαθὰ καὶ ἡμῖν συμφέροντα. τὸ δὲ “ἀλλὰ ταῦτα μὲν τί δεῖ θρηνεῖνʼ οὐχ, ὡς οἴονταί τινες, συντακτέον, συνάπτοντες τὸ ταῦτα πρὸς τό κακῶν, καὶ οὕτω συντάσσοντες. τὸ ἀληθὲς τῆς συντάξεως οὕτως ἔχει· δυσχεράνας γὰρ ὁ Πολυμήστωρ [*](6. ὄντα] ἐόντα I. 18. γνωματευόμενος] γνωμωτευόμε- 12. ἔρχεται Πολυμήστωρ—Πρίαμον] νος I. Haec in duo scholia divisa in M. 19. ἐὰν] ἂν I. Πολυμήστωρ ἀνακαλεῖται τὸν τεθνηκότα 27. μὲν om. I. πρίαμον. et, ὁ Πολυμήστωρ ἔρχεται, ib. θρηνεῖν] φρονεῖν Gu. φησὶν, ἀκοόσας ὅτι καλεῖ σε ἡ ἐκάβη. ib. συντακτέον—οὕτως ἔχει om. I. 16. χρῆται καὶ] καὶ om. I.)

456
ἄνωθεν πρὸς τὸ ἀβέβαιον τῶν πραγμάτων, καὶ τούτων τὴν αἰτίαν ἀναθεὶς τοῖς θεοῖς, νῦν φησιν, ἀλλὰ ταῦτα, ἅπερ εἶπον, τί δεῖ θρηνεῖν οὐδὲν καὶ οὐδαμῶς προκόπτοντα καὶ προχωροῦντα εἰς τὸ ἔμπροσθεν τῶν κακῶν, τουτέστιν οὐχ ὑπερβαίνοντα τὰ κακὰ καὶ μεταβαλλόμενα, ἀλλʼ ἀεὶ κακὰ τυγχάνοντα. τὸ γὰρ μεταβάλλεσθαί τινα ἀπὸ κακοῦ πρὸς καλὸν ἔμπροσθεν τοῦ κακοῦ φαμὲν γίνεσθαι. Gu. I.

952. φίλτατʼ : ἀπὸ τοῦ φίλος οὐ γίνεται φιλώτερος, ἀλλὰ φίλτερος τὸ συγκριτικὸν καὶ φίλτατος τὸ ὑπερθετικόν. Gr.

955. ἀρτίως: οἱ Ἀττικοὶ ἄρτι ἀντὶ τοῦ νῦν λέγουσιν, ἀρτίως δὲ ἀντὶ τοῦ πρὸ ὀλίγου. ἰστέον δὲ ὅτι, ὡς τὸ νῦν καὶ ἀκαριαῖόν ἐστιν, οἷον νῦν φθέγγομαι, καὶ πλατυκὸν, ὡς τὸ νῦν ἄρχει ὁ δεῖνα, τουτέστι τοῖς χρόνοις τούτοις, οὕτως ἐστὶ καὶ τὸ ἄρτι, οἷον ἄρτι φθέγγομαι, τουτέστι ταύτῃ τῇ ὥρᾳ, καὶ ἄρτι ἄρχει ὁ δεῖνα, τουτέστι τούτοις τοῖς χρόνοις. Gr. θανοῦσαν: ἤγουν τὴν Πολυξένην. B.

957. φεῦ: χαριζόμενος ὁ Πολυμήστωρ τῇ Ἑκάβῃ καὶ πεπλασμένως συλλυπούμενος αὐτῇ ἰδὼν τήν τε Τροίαν καυθεῖσαν, τὴν Πολυξένην σφαγεῖσαν, τὸν Πρίαμον καὶ τοὺς υἱοὺς αὐτοῦ φονευθέντας, ταύτην δὲ αἰχμάλωτον, ἀποκλαιόμενος λέγει· ἐν τοῖς ἀνθρώποις οὐδέν ἐστι πρᾶγμα πιστὸν καὶ βέβαιον, οὔτε ἡ εὐδοξία καὶ ἡ εὐδαιμονία ὑπάρχει βέβαιος, ἀλλὰ μεταφέρεται, οὔτε πάλιν τὸν καλοπραγοῦντα ἔσται μὴ κακοπραγήσειν· χθὲς γἀρ ἡ Ἑκάβη βασιλὶς ἦν μετὰ τῶν παίδων αὐτῆς, ἡ Τροία εὐτύχει, τὰ ἐκείνων πάντα εὐτυχῶς εἶχον· νῦν δὲ ἡ μὲν βασιλὶς δούλη, ἡ δὲ Τροία κατεστράφη. φύρουσι δὲ καὶ συγχέουσιν οἱ θεοὶ αὐτὰ, τὰ πράγματα τῶν ἀνθρώπων, πάλιν καὶ πρόσω, εἰς τὸ ὀπίσω καὶ εἰς τὸ ἔμπροσθεν, ἤγουν εἰς εὐδαιμονίαν καὶ δυστυχίαν, ἐντιθέντες καὶ τιθέμενοι καὶ ποιοῦντες εἰς τοὺς ἀνθρώπους ταραγμὸν καὶ σύγχνσιν, ὡς ὄντως ἐν ἀγνωσίᾳ σέβωμεν καὶ τιμῶμεν αὐτοὺς, ἤγουν τοὺς θεούς. ἀποβλέπων γὰρ ὁ Πολυμήστωρ [*](2. ἀναθεὶς ante τὴν αἰτίαν habet I. pro ὑπερβαίνει τὰ κακὰ μ., quod legitur ib. εἶπον] ἔφην I. in scholio ampliore. ib. δεῖ θρηνεῖν] θρηνεῖν δεῖ I., omissis 5. τὸ γὰρ] τὸ δὲ I. οὐδὲν καὶ et προκόπτοντα καί. ib. μεταβάλλεσθαί τινα] μεταβαλέσθαί 4. τουτέστιν — μεταβαλλόμενα] τι ἀεὶ I. Haec verba in Gu. repetuntur in 7. φιλώτερος] φιλότερος Gr. margine v. 961. ad προκόπτοντα, unde 16. αὐτῷ Matth. pro αὐτήν. ὑπερβαίνοντα τὰ κακὰ καὶ μ. scripsi)

457
τὰς θυσίας καὶ τιμὰς, ἃς ἡ Ἑκάβη πρὸς τοὺς θεοὺς ἐθυσίαζε καὶ ἐδίδου, μηδὲν ὠφελούσας αὐτὴν, λέγει, ὄντως ἐν ἀγνωσίᾳ ὄντες οἱ ἄνθρωποι σέβωμεν αὐτούς· καὶ γὰρ ὄφελος ἡ Ἑκάβη εὗρεν ἀπὸ τῶν εἰς τοὺς θεοὺς θυσιῶν, ὧν ἐποίει. Fl. 59. πιστόν: βέβαιον, ἀραρός. B. βέβαιον. M. Gr. μόνιμον. M. Gu. βέβαιον καὶ ἑδραῖον. Fl. 10. 33. εὐδοξία: εὐπραγία. B. ἡ δόξα. Gr. εὐτυχία, εὐπραξία. Gu.