Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

957. καλῶς: εὐτυχῶς. M.

958. φύρουσι: ἀναμιγνύουσιν αὐτὰ οἱ θεοὶ εἰς τοὐπίσω καὶ ἔμπροσθεν, ἀντὶ τοῦ οὕτε εἰς τὰ παρελθόντα πράγματα τάξιν φυλάττουσιν οὕτε εἰς τὰ μέλλοντα, ἀλλʼ ἄτακτα ἐῶσι τὰ πράγματα, ἵνα σέβωμεν αὐτοὺς, τουτέστιν, οὕτε διηνεκῶς εὐτυγεῖ ἄνθρωπος, ἐάν ποτε τῶν καιρῶν εὐτυχῇ, οὕτε τὰ μέλλοντα αὐτῷ συμβῆναι ἐπίσταται, ἀλλʼ ἄτακτα ἐῶσι τὰ πράγματα οἱ θεοὶ, ἵνα σέβωμεν αὐτοὺς τῇ ἀγνωσίᾳ. Fl. 10. 33. φύρουσι: ταράσσουσι. Gr. μιγνύουσι, συγχέουσιν. Gu. φύρω τὸ συγχέω, φυρῶ δὲ τὸ μιγνύω ἄλευρον ὕδατι· ὅθεν καὶ φύραμα ἡ ζύμη. Gu. πάλιν: ὀπίσω, ἤγουν εἰς τὸ δνστυχὲς, καὶ πρόσω, ἤγουν εἰς τὸ εὐτυχές. Gr. εἰς τοὐπίσω, ἀπὸ εὐδοξίας εἰς ἀδοξίαν. πρόσω, ἀπὸ ἀδοξίας εἰς εὐδοξίαν. Gu. πρόσω: ἔμπροσθεν εἴς τε τὸ ἐνεστὸς καὶ τὸ μέλλον. B.

959. ταραγμόν: σύγχυσιν. Gr. ἐντιθέντες: ποιοῦντες. Gu. ἀγνωσίᾳ: ἀγνοίᾳ τοῦ μέλλοντος. Gr. τῇ ἀδηλίᾳ τῶν πραγμάτων τῶν μελλόντων. Gu.

960. ἀλλὰ ταῦτα μέν: ἀλλὰ τί δεῖ με, φησὶ, ταῦτα θρηνεῖν μηδὲν ἐκ τοῦ θρηνεῖν δυνάμενον ἐπικόψαι τῶν κακῶν μὴ εἰς τὸ πρόσω βαίνειν Ἄλλως. τί δεῖ με ταῦτα θρηνεῖν οὐδὲ τὸ τυχὸν προκόπτοντα τῶν κακῶν ἔμπροσθεν, ὅ ἐστιν οὐ κατόπιν ἐῶντα τὰ κακά. B. M. ταῦτα: τούτους τοὺς θρήνους. Gr. Fl. 6. 9. 17. 21. 56. 59. [*](1. ἐθυσίαζε Matth. pro ἐθουσίαζε. μέλλοντος σέβωμεν αὐτούς :— 2. ὠφελούσας Matth. pro ὠφελοῦ- ib. τοὐπίσω B. ὀπίσω M. Fl. 10. σαν. ib. ὄντως] ὡς ὄντως Matth. 10. εἰς τὰ παρελθόντα B. M. κατὰ 9. ἀναμιγνύουσιν— πράγματα, ἶνα παρελθόντα Fl. 10. 33. σέβωμεν αὐτούς] Haec sunt etiam in ib. φυλάττουσιν B. M. φυλάττουσι B. M., addito alio scholio, ἄλλως. τοῦ μέλλοντος Fl. 10. 33. (ἄλλως om. M.) ἵνα τῆ ἀγνωσία τοῦ 26. Ἄλλως om. M.)

458
76. ἅπερ εἶπον. Gu. ὁ λόγος ἐναντίος τοῖς ἄνω. εἴρηκε γὰρ ὅτι φύρονται τὰ πράγματα οὕτω καὶ οὕτω, καὶ ποτὲ μὲν τοιαῦτα φαίνονται, ποτὲ δὲ τοιαῦτα. ἀλλὰ ἀπαγορεύει παντελῶς τὰ τῆς Ἑκάβης. Gr.

961. θρηνεῖν: ἀντὶ τοῦ μετὰ θρήνου λέγειν, ὥσπερ καὶ τὸ ἐξετραγῳδησεν ἀντὶ τοῦ μετὰ τραγῳδίας καὶ θρήνου διηγήσατο τὰ κατʼ αὐτόν. ὁμοίως καὶ τὸ ἀπεκλαύσατο. γράφεται δὲ οὕτως ἐν τῇ πεζογραφίᾳ. ἀλλὰ ταῦτα μὲν τί ὄφελος μετὰ θρήνου λέγειν ταῦτα οὐδαμῶς ἀπὸ τῶν κακῶν προκόπτοντα εἰς τὸ ἔμπροσθεν. πότε γὰρ ἡ Ἑκάβη ἔμελλε πάλιν ἐπανελθεῖν εἰς τὴν εὐτυχίαν αὐτῆς, ἢ πότε ἡ Τροία ἐπανορθωθῆναι ἀπὸ τῶν κακῶν τῶν ἐπελθόντων ἀρτίως τῇ Ἑκάβῃ καὶ τοῖς Τρωσίν; οὐδαμῶς εἰς τὸ μετὰ ταῦτα ἔσεταί: τις ἐπανόρθωσις. Fl. 59. προκόπτοντα: ἀντὶ τοῦ περαιτέρω εἰς τὸ βέλτιον ἀνύοντα, ὠφελοῦντα. Fl. 59. προχωροῦντα, προβαίνοντα. Gu. διακόπτοντα. Fl. 10. οὐδέν: ὠφέλιμον. Fl. 33. οὐδαμῶς. Gu. εἰς πρόσθεν κακῶν: εἰς τὸ ἔμπροσθεν. τὸ δὲ ἔμπροσθεν τῶν κακῶν τὸ καλόν ἐστι. Gu.

962. ἀπουσίας: ἀποδημίας. B. Gr. παρουσία ἡ ἐπιδημία, ἀπουσία ἡ ἀποδημία. ἐναντίον ἡ ἀπουσία τῇ παρουσίᾳ. Fl. 59. 6. 209. 17. 21. 56. 76.

963. σχές: παύου. M. Fl. 10. κράτησον σαυτήν. Gr. ἐπίσχες. B. M. Gu. ὑπόμεινον. Gu.

964. ἀπών: προφασίζεται πλαττόμενος. οὐκ ἐβούλετο γὰρ ὀφθῆναι τῇ Ἑκάβῃ, ἐπειδὴ ἀπέκτεινε τὸν Πολύδωρον. B. M. Fl.

965. ἤδη πόδʼ : ἤγουν οὔπω εἰσελθόντι μοι εἰς τὸν οἶκον. Gr. ἐπαίροντί μοι καὶ προσιόντι πρὸς σέ. B. M. Fl. 10.

966. ἐς ταυτόν: τῇ αὐτῇ ὥρῳ. Gr. εἰς τὸ ἔν. Gu. συμπίτνει: συναντᾷ. Gr. Fl. 33. καταλαμβάνει, συνέρχεται. Gu.

967. μύθους: λόγους. Gr. ἀγγελίας. Gu.

968.—975. αἰσχύνομαί σε προσβλέπειν: ὦ Πολυμῆστορ, αἰσχύνομαι βλέπειν πρὸς σὲ κατὰ πρόσωπον, κειμένη ἐν τοιαύταις [*](10. εὐτυχίαν Matth. pro ἀτυχίαν. 27. ἐπαίροντί μοι καὶ om. Fl. 10. 14. ἀνύοντα, ὠφελοῦντα etiam Gr. ib. προσιόντι M. προιόντι ceteri. 24. ἐπειδὴ] ἐπεὶ Fl. 10. 33.)

459
δυστυχίαις· σοὶ γὰρ, ᾦτινι ὤφθην εὐτυχοῦσα, αἰδοῦμαι ὀφθῆναι δηλονότι, ὑπάρχουσα ἐν ταύτῃ τῇ δυστυχίᾳ, ὅπου εἰμὶ νῦν, καὶ οὐκ ἂν δυναίμην βλέπειν πρὸς σὲ ὀφθαλμοῖς ὀρθῶς ἀτενίζουσιν. ἀλλʼ αὐτὸ μὴ νομίσῃς ἔχθραν σου, ὦ Πολυμῆστορ· ἄλλως τε καὶ νόμος αἴτιόν τι, λέγω τὸ μὴ βλέπειν γυναῖκας κατὰ πρόσωπον ἀνδρῶν. I.

968. αἰσχύνομαί σε: τῇ μὲν ἀληθεία οὐ θέλει αὐτὸν ὁρᾶν μισοῦσα, ὡς φονεύσαντα τὸν υἱὸν, προφασίζεται δὲ διὰ τὴν δυστυχίαν ἐρυθριᾶν. ἐπεὶ οὖν εἶπεν, οὐ δύναμαί σε προσβλέπειν ὀρθαῖς κόραις, τὴν ὑποψίαν αὐτοῦ περιελεῖν βούλεται εἰποῦσα μὴ δύσνοιαν ἡγήσῃ σέθεν. B. M. αἰδοῦμαι, ἐντρέπομαι. B. οὗτοι οἱ στίχοι λέγονται ἐσχηματισμένοι, οἵτινες τῷ μὲν φαινομένῳ κατʼ ἀληθὲς ὁμιλοῦνται, τῷ δὲ νοουμένῳ λέγονται ἐσχηματισμένως. ἡ Ἑκάβη γοῦν τῷ μὲν φαινομένῳ πρὸς τὸν Πολυμήστορα διαλεγομένη ὡς αἰχμάλωτος λέγει· αἰδοῦμαι προσβλέπειν σε, Πολυμῆστορ, κατὰ πρόσωπον, ἐν τοιούτοις κειμένη κακοῖς· αἰδὼς γὰρ καὶ ἐντροπὴ ἔχει ἐμὲ ὑπάρχουσαν ἐν τοιαύτῃ δυστυχίᾳ τὴν πρώην οὖσαν βασιλίδα, καὶ αἰδὼς ἔχει ἐμὲ κατὰ κοινὸν βλέπειν, ᾦτινι ὤφθην εὐτυχοῦσα, ἤγουν σοι, καὶ οὐ δύναμαι προσβλέπειν σε ἐν ὀρθοῖς ὀφθαλμοῖς. Fl. 59. τὸ αἰσχύνεσθαι ἐπὶ μεγάλοις αἰτιάμασίν ἐστιν, τὸ αἰδεῖσθαι ἐν μικροῖς. Gr. ἐναντίον: ἀντιπρόσωπον. Gr. ἔμπροσθεν, ἄντικρυς. Gu. ἢ ἔμπροσθεν, ἢ τὸν ἐχθρόν. B.

969. τοιοῖσδε: τοιούτοις συγκειμένη. B. rec.

970. ὤφθην: ᾦτινι γὰρ ὤφθην εὐτυχοῦσα. M. ἐφάνην. B. Gu. ἐθεάθην. Gu. εὐτυχοῦσʼ : ἐξεθλίβη τὸ α καὶ τὸ ν, ὡς καὶ παρʼ Ὁμήρῳ “βούλομʼ ἐγῶ λαόν,” καὶ ὡς τὸ “ἔωθʼ ὅδε” ἀντὶ τοῦ ἔστιν ὅδε· πολλὰ γὰρ εὑρίσκονται ἐκθλιβόμενα στοιχεῖα. εἰ δὲ συντάξεις τοῦτο τυγχάνουσα εὐθεῖαν, σολοικοφανές ἐστι, καὶ ἀσυντακτικὸν παντελῶς. Fl. 21. 59. αἰδώς μʼ ἔχει: ἀγνοοῦντές τινες ἐνταῦθα τὴν σύνταξιν σόλοικον ἡγοῦνται, λέγοντες ὡς τυγχάνουσαν ἔδει εἰπεῖν πρὸς τὸ αἰδώς μʼ ἔχει. τὸ δʼ οὕτω συντάσσεται· ἐν τῷδε γὰρ τῷ πότμῳ καὶ τῇ τύχῃ, ἵνα καὶ ὅπου εἰμὶ νῦν τυγχάνουσα, αἰδώς μʼ [*](6. τῇ ἀληθείᾳ (omisso μὲν) —ἐρυ- ἐπεὶ—ἡγήσῃ τὸ ῥηθέν (sic) ad v. 972. θριᾶν] Haec sunt etiam in Flor. 16. τὴν Matth. pro ἤ. 28. τινες] μικροῦ πάντες I. 8. ἐπεὶ οὖν] οὖν om. M. in quo 31. ἵνα καὶ om. I. haec separato scholio scripta sunt)

460
ἔχει ἐκείνου τοῦ ἀνδρὸς, ὅτῳ καὶ ὤφθην καὶ ἐφάνην εὐτυχοῦσα. ἢ τὸ τυγχάνουσα πρὸς τὸ αἰδώς συναπτέον οὕτως· αἰδὼς γὰρ ἔχει ἐμὲ ἐκείνου, ὅτῳ ὤφθην εὐτυχοῦσα, τυγχάνουσα ἡ αἰδὼς ἐν τῷδε τῷ πότμῳ, ἵνα καὶ ὅπου εἰμὶ νῦν, τουτέστιν αἰδοῦμαι θεάσασθαί σε. ἡ δὲ αἰδὼς οὐκ ἄλλοθεν ἢ ἐκ τῆς δυστυχίας ἐστὶν ἡ νῦν πρόσκειμαι. ὃ δὴ καὶ κρεῖττόν ἐστι τοῦ προτέρου. Gu. I. ἐντροπή. κρατεῖ. B. αἰδοῦμαι καὶ ἔχω αἰδῶ καὶ ἔχει με αἰδὼς ταυτόν. Gr.

971. πότμῳ: ἐν δυστυχίᾳ. M. τύχῃ. Gr. τυγχάνουσʼ: τυγχάνουσαν ὀφθῆναι δηλονότι. M.

972. ὀρθαῖς: οὐκ ἀπεστραμμέναις. Gu. ἀτενέσιν. M. Fl. 10.

973. αὐτό: τὸ ῥηθέν. Fl. 10. ἤγουν ὅτι οὐ βλέπω σε εἰς πρόσωπον. Gr. τὸ μὴ δύνασθαι βλέπειν σε. Gu. δύσνοιαν: κακίαν. Gr. κακόνοιαν, ἔχθραν. Gu. ἡ δύσνοια ἡ ἐμὴ, ἢ ἣν ἔχει τις πρὸς ἐμὲ, ἢ ἣν ἔχω ἐγὼ πρὸς ἕτερον. ἐνταῦθα δὲ τὸ πρότερον λέγεται σημαινόμενον. Gu. Cant.

ἡγήσῃ: νομίσεις. σέθεν: ἤγουν ἀπʼ ἐμοῦ εἰς σέ. Gr.

974. αἴτιόν τι: ὑπάρχει κατά τι. Fl. 59. νόμος: ἡ φύσις. Fl. 10. τὴν ὑποψίαν αὐτοῦ περιελεῖν βούλεται· φυσικῷ νόμῳ αἱ γυναῖκες ἐνατενίζειν ἀνδράσι κωλύονται. Fl. 33. ἐσχηματισμένως. δὲ καὶ πεπλασμένως λέγει τοῦτον, ὡς φονέα τοῦ παιδὸς αὐτῆς· Πολυμῆστορ, αἰσχύνομαι προσβλέπειν σε κατὰ πρόσωπον· τὸν γὰρ φονέα τοῦ παιδὸς αὐτῆς πῶς ἔμελλε βλέπειν ἐν ὀφθαλμοῖς ὀρθοῖς ; πεπλασμένως δὲ λέγει, ᾧτινι ὤφθην εὐτυχοῦσα, ἄλλως τε δὲ ὅτι καὶ ὁ νόμος κωλύει τοῦ μὴ ὁρᾶσθαι τους ἄνδρας κατὰ πρόσωπον ὑπὸ τῶν γυναικῶν. Fl. 59. νόμος: ἔθος. Gr. ἢ ὥσπερ νενομισμένον ἐστί. Gu. τὸ χρόνοις βεβαιωθὲν, ἢ στερχθὲν τῇ φύσει νόμον καλοῦσιν οἱ παλαιοί. Gr.

976. καὶ θαῦμά γʼ οὐδέν: αἰσχύνεσθαί σε δηλονότι. ἀλλὰ τίς χρεία ἐμοῦ σοι; διὰ τί πρᾶγμα μετεπέμψω ἐκ τῶν δόμων τὸν [*](1. ἀνδρὸς —ἐφάνην] ἀνδρὸς, ᾧτινι 6. δὴ] δὲ I. ἐφάνην εὐτυχοῦσα 1. 18. φυσικῷ —κωλύονται] Haec ib. ἢ τὸ τυγχάνουσα om. 1. sunt etiam in Gu. In Flor. post 2. συναπτέον] συντακτέον 1. νόμῳ interpungitur. MATTH. Sunt ib. ἐμὲ] με 1. illa verba etiam in B. M. cum lem- 4. ἵνα καὶ et νῦν om. 1. mate γυναῖκας ἀνδρῶν μὴ βλέπειν.)

461
ἐμὸν πόδα, ἤγουν ἐμέ ; I. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ: ἔδει οὕτως εἰπεῖν, ἀλλὰ τίς χρεία σοι ἐμοῦ ; νῦν δὲ Ὁμηρικῷ ζήλῳ ἀντὶ τοῦ σοί σέ εἴρηκε, λαμβάνων τὴν εἰς πρόθεσιν ἔξωθεν, ὡς τὸ “χρεώ βουλῆς ἐμὲ καὶ σέ” ἢ ἐπεὶ ἡ οι δίφθογγος κουφίζεται, ἔστω κἀνταῦθα σοί. Gu. I. καὶ θαῦμα γ᾿  οὐδέν : τὰ τῆς Ἑκάβης συγγνώῃ διδοὺς ὁ Πολυμήστωρ τὴν ἔπειξιν ποιεῖται πρὸς τὸ ἴδιον βούλημα. Gr.