Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

807. ὡς γραφεύς τʼ ἀποσταθείς: ὡς ζωγράφος ἀπωτέρω στὰς κατανοεῖ τὰς εἰκόνας, εἰ καλῶς ἐγράφησαν, οὕτω καὶ σύ με ἄθρησον, οἵοις κακοῖς περιέπεσον. τὸ δὲ ἴδου βαρυτονεῖται, ῥῆμα ὄν· ἐπίρρημα δὲ, ὀξύνεται. B.I. ἀποσταθείς: τὸ σταθείς οὐ πρὸς τὸν Ἀγαμέμνονα νοητέον, ἀλλὰ πρὸς τὸ γραφεύς, οὕτω· καὶ ἰδοῦ με καὶ ἀνάθρησον, οἷα ἔχω κακὰ, ὥσπερ γραφεὺς τὴν εἰκόνα βλέπει, σταθεὶς ἄπο, ἵνα μὴ πλησίον ὢν διαχεθείη τοὺς ὀφθαλμοὺς καὶ οὐ κατάληψιν ἀκριβῆ ποιήσαιτο. οἱ δὲ πρὸς τὸν Ἀγαμέμνονα τὸ σταθείς λέγοντες οὐ μόνον εὐήθεις εἰσὶν, ἀλλὰ καὶ τὸν Εὐριπίδην συμπαραλαμβάνουσι μετʼ αὐτῶν. πῶς γὰρ οὐκ ἠλίθιός τις, λέγων σταθεὶς ἄπο, ὦ Ἀγάμεμνον, ὥσπερ γραφεύς. Gu. I. ἀποσταθείς: τοῦτο ποιοῦσιν οἱ ζωγράφοι· ἡ αἴσθησις γὰρ ἀπρακτεῖ τῇ ἄκρα ἐγγύτητι, ὡς τῷ λίαν πόρρω. Gr.

808. ἰδού με κἀνάθρησον: θέασαι καὶ ἀνασκόπησον. Fl. 6. 9. [*](15. ὡς ζωγράφος —περιέπεσον habet καλῶς γέγραπται τὸ ζώδιον :— etiam Flor. 33. Aliud scholion in 18. τὸ σταθείς om. I. eodem et 10. ὡς ζωγρ. πορρωτέρω στὰς 19. ἰδοῦ] ἴδου (sic) I. κατανοεῖ τὰς εἰκόνας, εἰ καλῶς γέγρα 22. ἀκριβῇ] ἀκριβῶς I. πται τὸ ζώδιον, οὕτω καὶ σύ. Sequen— ib. οἱ δὲ—] In Gu. οἱ δὲ πρὸς τὸν tia iidem codd. sic: ἰδοὺ βαρυτόνως ἀ. τὸ στ. λέγοντες οὐ καλῶς λέγουσιν, ῥῆμα, ὀξυτόνως ἐπίρρημα. MATTh. reliquis omissis. Quae Arsenius Cum Fl. 10. 33. fere consentit M. interpolasse videtur. in quo est ὡς ζωγράφος ἀπωτέρ—εἰ 24. λέγων Matth. pro λέγειν.)

418
17. 21. 50. 59. 76. Gr. πολλάκις θεώρησον καὶ ἐκ δευτέρου βλέψον καὶ ἀναλόγισαι. Gu. ἴδου: βαρυτόνως τὸ ῥῆμα, όξοτόνως τὸ ἐπίρρημα. M.

809. τύραννος: δέσποινα. Gr. βασιλίς. ἐλέου εἰσβολὴ, σύγκρισις ἀπὸ τοῦ μείζονος. Gu. σέθεν: εἰμὶ δηλονότι, πρὸς ὃ ἀποδίδοται τὰ ἑξῆς. Fl. 6. 17. 21. 56. 59. 76.

810. εὔπαις ποτʼ οὖσα: λάμβανε τὸ ἦν βασίλισσα ἀπὸ κοινοῦ, ἵν᾿  οὕτως ᾖ· εὔπαις ποτʼ οὖσα ἦν βασίλισσα, νῦν δὲ γραῦς, καὶ ἄπαις. Gu. I. πολλοὺς καὶ καλοὺς παῖδας ἔχουσα. Fl. 59. εὔπαις ὁ καλοὺς παῖδας ἔχων καὶ ὁ καλῶς ἔχων περὶ γένναν παίδων. Gr. γραῦς: αἱ γὰρ γραῖαι οὐδὲ παιδοποιοῦσι. Fl. 59.

811. ἔρημος: ἐστερημένη καλῶν. Gr. πάντων. Gu. Fl. 59.

812. οἴμοι τάλαινα: παρεπιγραφὴ τὸ σχῆμα. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. κρατοῦσα τὰ γόνατα τοῦ Ἀγαμέμνονος ᾔσθετο τοὺς πόδας κινοῦντα, ὡστε ἐκβαλεῖν τῶν χειρῶν αὐτῆς. Gr. ποῖ μʼ ὑπεξάγεις πόδα: ποῦ μεταφέρεις τὸν πόδα σου; τὸ ἐντελὲς, ποῦ μοι ὑπεξέρχῃ. ἐδιχοστάτει γὰρ αὐτῇ ἐπικουρεῖν ὁ Ἀγαμέμνων, διὰ τὸ φίλον εἶναι τὸν Πολυμήστορα· οὐ γὰρ συνεμάχησεν ὅδε τοῖς Τρωσὶ χαριζόμενος τοῖς Ἕλλησι. B.M.I. ὑπεξάγεις: ἀπʼ ἐμοῦ, ἀντὶ τοῦ ἐξάγεις. Gr. κρυφίως μεταφέρεις, κινεῖς. Gu. ἰδοῦσα τὸν Ἀγαμέμνονα ἐπὶ συννοίᾳ γενόμενον καὶ διχοστατοῦντα εἰς βοήθειαν αὐτῆς, ὡς φίλου ὄντος τοῖς Ἕλλησι τοῦ Πολυμήστορος, λέγει, ποῦ ὑπεκφέρεις τὸν πόδα, ἤγουν τὸν νοῦν σου, ἀπὸ μεταφορᾶς τῆς βαδίσεως τοῦ ποδὸς, διαλογιζομένου τοῦ ἀνδρὸς, ποίαν ἄρα ὁδὸν κρατήσῃ. ἢ οὕτως· ἐν συννοίᾳ τὸν Ἀγαμέμνονα γενόμενον καὶ ἐγερθέντα τῆς καθέδρας αὐτῆς διαλογίζεσθαι αὐτὸν περιπατοῦντα, οἷα [*](2. ἴδου] Hoc accentu M. in textu. bet 10. sed priora sic: οὐκ ἤθελεν Conf. p. 417, 17. γὰρ αὐτῷ ἐπικουρεῖν Ἀγαμέμνων διὰ τὸ 8. ἵν᾿  οὕτως ᾖ om. I. φίλον εἶναι τῶ Πολυμήστορι. Totum 12. καλῶν om. Fl. 59. ἐδιχοστάτει— Ἕλλησι Flor. 59. qui 17. ἐδιχοστάτει] ἐδιχοστάτη M. etiam ὁ Ἀγαμ. Idem etiam habet ib. ὁ Ἀγαμέμνων] ὁ om. B. ποῦ μεταφέρεις τὸν πόδα, om. σου, et 18. συνεμάχησεν ὅδε τοῖς] συνεμά- addit ἤγουν τὸν νοῦν. Longius abit χησε τοῖς I. Gu. ἐνταῦθα δείκνυται ὡς ἀκούσας ib. Verba τὸ ἐντελὲς—Πολυμή- Ἀγαμέμνων ἀπὸ τῆς Ἑκάβης τῶν περὶ στορα sunt etiam in Flor. 33. qui τοῦ βοηθῆσαι αὐτῇ δεήσεων ὑποχωρεῖ om. μοι post ποῖ, et addit ὁ ante ἀπʼ αὐτῆς, διὰ τὸ φίλον αὐτοῦ εἶναι— Ἀγαμ. Ultima οὐ γὰρ—Ἕλλησι ha- τοῖς Ἕλλησι. MATTH.)

419
εἰώθασιν οἱ ἐν δισταγμῷ ὄντες ποιεῖν. Fl. 59. τί με ποιεῖς ἐπὶ πολὺ ὁδεύειν; εἶπε δὲ τοῦτο, διότι εἶδεν ἐκεῖνον ὑποχωροῦντα. Fl. 33.

813. πράξειν: ἀνύσειν. Gu. οὐδέν: ὧν ἐβουλόμην, ἀπὸ τούτων ὧν χρῄζω. Gu.

814.—818. τί δῆτα θνητοί: ῥητορικῆς ἔπαινος. διὰ τί ζητοῦμεν ἃ οὐδέν ἐστι, τὴν δὲ πειθὼ μόνην οὐκ ἀσκοῦμεν, ἰσχυρὰν οὖσαν, μισθοὺς διδόντες. I.

815. μοχθοῦμεν: μετὰ πόνου μανθάνομεν. I. μοχθοῦμεν ὡς χρὴ πάντα: ζητοῦμεν ἃ οὐδέν ἐστι, τὴν δὲ πειθὼ μόνην οὐκ ἀσκοῦμεν μισθοὺς διδόντες. Ἄλλως. πειθὼ δὲ τὴν τύραννον ὁ νοῦς· οὐ σπουδάζομεν τὴν πειθὼ μανθάνειν ἀκριβῶς, ἧς ἔδει μᾶλλον τῶν ἄλλων τεχνῶν ἀντιποιεῖσθαι, ἵνʼ εἴ ποτε πείθειν ἔδει, καὶ τὰ ἑξῆς. οὐκ ἀνατίθησι δὲ ἀεὶ τοῖς ῥήτορσι τὴν τοῦ πείθειν δύναμιν, εἰπὼν τὸ ποτέ ὡς οὐκ ἀεὶ πείθειν δυναμένοις, ἀλλʼ ὅτε δεῖ καὶ ἐν οἷς, ἵνα ὑπάρχῃ, φησὶ, τὸ πείθειν εἰς ἅ τις βούλεται. B. M. πονοῦμεν. Gu. κοπιῶμεν, μετὰ μόχθου μανθάνομεν. μοχθῶ καὶ πονῶ περὶ τὸ πρᾶγμα μετὰ προθέσεως κοινὸν, χωρὶς προθέσεως ποιητικόν. ἐπιλαμβάνονται καὶ ἐνταῦθα τοῦ ποιητοῦ, βαρβάρῳ προσώπῳ ταῦτα λέγοντος. Gr. ἐπιζητοῦμεν. B. ζητοῦμεν. Gr. FI. 10. 33.

816. πειθώ: τὴν δὲ πειθὼ μανθάνειν ἀκριβῶς οὐ σπουδάζομεν, ἧς ἔδει μᾶλλον τῶν ἄλλων τεχνῶν ἀντιποιεῖσθαι, ἵνα ὑπάρχῃ, φησὶ, πείθειν εἰς ἅ τις βούλοιτο. εἰπὼν δὲ τὸ ποτέ οὐκ ἀεὶ αὐτῇ ἀνατίθησι τὴν τοῦ πείθειν δύναμιν. I. πειθὼ τὴν τύραννον: τὴν, ὥσπερ βασιλεὺς, ὑπάγουσαν πάντας πρὸς τὸ δοκοῦν ἑαυτῇ λόγοις ποικίλοις [*](4. ἀνύσειν] ἀνύσαι B. καὶ ἄλλως. οὐκ ἀνατίθησιν οὐδὲ τοῖς 6. διὰ τί—διδόντες] Florr. 6. 9. 17. ῥήτορσι τὴν τοῦ πείθειν δύναμιν:—reliquis 21. 56. 59. 76. κοπιῶμεν, διὰ μόχθου quae B. habet omissis. μανθάνομεν, ὡς ἐνδέχεται, ζητοῖμεν etc. 22. Verba in I. omissa τῶν ἄλλων omissis vv. ἰσχυρὰν οὖσαν. Verba τ. sunt e Florr. 10. 25. 33. ζητοῦμεν—διδόντες sine ἰσχ. οὖ. habent In v. ἀντιποιεῖσθαι desinit scholion etiam 10. 33. qui subjiciunt: cod. 10. sed 25. 33. pergunt, ἵν᾿  ᾖ ὤφειλεν ὁ ἄνθρωπος τὸν βίον αὐτοῦ ὅλον ποτε πείθειν ἔδει (l. ἃ ἔδει) καὶ τὰ ἑξῆς. διδόναι καὶ μανθάνειν ἃ μὴ θέλει πράττειν. οὐκ ἀνατίθησι οὐδὲ τοῖς ῥήτορσι τοῦ πείθειν MATTH. δύναμιν, ἀλλʼ ὅτε δεῖ, καὶ ἐν οἷς, ἵνα 11. Ἄλλως om. M. ὐπάρχη, φησὶ, τὸ πείθειν εἰς ἅ τις βουλοιτο. ib. τὴν τύραννον om. B. MATTH. 13. Post ἀντιποιεῖσθαι M. pergit,)

420
καὶ πιθανοῖς. Gu. I. τὴν τὸ πείθειν ἐπιτηδεύουσαν τέχνην τῶν λόγων, τὴν μόνην ἐν τοῖς ἀνθρώποις δέσποιναν, ἤγουν τὴν ῥητορικήν. Gr. Fl. 6. 9. 17. 21. 50. 59. 76. τὴν καταπείθησιν, τὴν δύναμιν τοῦ πείθειν τὴν ῥητορικήν· διʼ αὐτῆς γὰρ τὸ πείθειν. Gu.

817. οὐδέν τι μᾶλλον: ἀντὶ τοῦ οὐδαμῶς, ὄνομα ἀντὶ ἐπιρρήματος, ὡς τὸ ταχὺς ἦλθεν ἀντὶ τοῦ ταχέως. ὡς ὄνομα γὰρ δύναται ἔχειν ὑποτεταγμένον τὸ τί. Gr. I. εἰς τέλος: μέχρι τέλους. Gr. Fl. 6. 9. 17. 21. 50. 59. 76. εἰς τὸ ἄκρον, τελείως. Gu. σπουδάζομεν : μετὰ σπουδῆς ἐργαζόμεθα καὶ μανθάνομεν. Gu.

818. μισθούς: πολλούς. Fl. 59. διδόντες: τοῖς διδάσκουσι. Gu. μανθάνειν: ὥστε. B. Gu. διδάσκεσθαι ταύτην εἰς ἄκρον. Fl. 59. ἀσκεῖν. Fl. 10. ἵνʼ ᾖ ποτε: ἵνʼ ὑπάρχῃ τὸ πείθειν εἰς ἅ τις βούλοιτο πράξειν καλῶς. M. Fl. 33. ὅπως ὑπάρξῃ. Gr.

819. ἅ: εἰς ἅτινα. Gr. ὡς τὸ “ἦ ῥά μοι πείθοιο ὅττι κεν εἴπω” παῤ Ὁμήρῳ μετὰ αἰτιατικῆς. πείθει χρυσὸς, δάκρυα, κάλλος καὶ λόγος. Gu. βούλοιτο: πείθειν δηλονότι, Gr. θέλοι, ἐλπίσειεν. Gu. τυγχάνειν: ὧν χρείαν ἔχει. Gr. βούλοιτο. Gu.

820. τί οὖν: πῶς οὖν. M. πῶς οὖν ἔτʼ ἄν τις: εἰς τί οὖν ἐλπίσειέ τις πράξειν καλῶς. B.I. εἰς τὸ ἑξῆς. Gr. ἀπὸ τοῦ νῦν. Gu. ἐλπίσαι: θαρρήσειε. Gu. ἐλπίσειεν εὐτυχήσειν. Gr. Fl. 59. 76. ἀντὶ τοῦ εὐπραγήσειν ἐμέ. Fl. 59. 76. ἀπὸ τοῦ νῦν τίς ἐλπὶς ἐν ἐμοὶ εὐπραγήσειν, στερηθείσῃ τῶν τέκνων μου· ἐγὼ δὲ πορεύομαι δούλη ἐπὶ τοῖς αἰσχροῖς πράγμασι. Fl. 59. περὶ ἑαυτῆς λέγουσα σχηματίζει τὸν λόγον εἰς τρίτον πρόσωπον, συμπεραίνει δὲ πάλιν διὰ τῶν ἐπαγομένων εἰς πρῶτον. τοῦτο καὶ τοῖς λογογραφοῦσι σύνηθες. Gr. Fl. 25.

822. ἐπʼ αἰσχροῖς: ἀπρεπέσιν. Gr. λυπηροῖς. Gu. οἴχομαι: φθείρομαι. Gr. πορεύομαι. Gu.

823. ὑπερθρώσκοντα: γρ. καὶ ὑπερτέλλοντα. B. ὑπερτέλλοντα. I. ἀνερχόμενον καὶ ὑπερπηδῶντα. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἀκμὴν δὲ καὶ τὸν καπνὸν τῆς πόλεως καυθείσης βλέπω ὑπερθρώσκοντα καὶ ὑπεράνω αὐτῆς πηδῶντα. Fl. 59.

[*](6. τὸ et γὰρ om. Gu. 15. Ὁμήρῳ] Il. 14, 190. ubi ἦ ῥά 13. βούλοιτο] βούλεται M. in textu νύ μοί τι πίθοιο—. et in scholio, 19. ἐλπίσειέ τις] ἐλπίσει δέ τις I.)
421

824. καὶ μὴν ἴσως: σεμνότης τὸ σχῆμα παρὰ τοῖς ῥήτορσιν. ἴσως, φησὶ, κενὸν ὑπάρχει τὸ τὴν Ἀφροδίτην εἰς μεσιτείαν προτείνειν, ἀλλʼ ὅμως λεχθήσεται. I.

824.—845. καὶ μὴν ἴσως: καὶ μὴν ἴσως κενὸν καὶ ἄκαιρον τόδε, τὸ ἔμπροσθεν τοῦ λόγου ποιεῖσθαι τὴν συνουσίαν τῆς θυγατρός, ἀλλʼ ὅμως εἰρήσεται. πρὸς ταῖς σαῖς πλευραῖς εἰς ὕπνον τρέπεται ἡ ἐμὴ μαντικὴ παῖς, ἥντινα ὀνομάζουσιν οἱ Φρύγες Κασάνδραν. ποῦ δῆτα δείξεις, ὦ ἄναξ, τὰς προσφιλεῖς νύκτας, ἢ ποῦ ἔξει ἡ ἐμὴ παῖς — τὸ ποῦ κατὰ κοινοῦχάριν τινὰ καὶ ἀνταμοιβὴν, ἕνεκα τῶν ἐν τῇ εὐνῇ φιλτάτων ἀσπασμάτων καὶ φιλημάτων, τίνα χάριν ἔξει ἡ ἐμὴ παῖς ἀπὸ σοῦ, ἀπʼ ἐκείνης δʼ ἐγώ; ἐκ τῆς νυκτὸς γὰρ καὶ ἐκ τῶν νυκτερινῶν φίλτρων πάνυ μεγίστη γίνεται χάρις τοῖς βροτοῖς. ἄκουε δὴ νῦν· ὁρᾶς τόνδε τὸν θανόντα, ἤγουν τὸν Πολύδωρον· τοῦτον δρῶν καλῶς, ἤτοι εὐεργετῶν, ὄντα γυναικαδελφὸν σέθεν, ἤγουν σοῦ, δράσεις εὗ δηλονότι. ἑνός ἐστιν ἐμοὶ ὁ μῦθος ἐλλιπής. εἴθε γένοιτό μοι λαλιὰ ἐν τοῖς βραχίοσι καὶ ἐν ταῖς κόμαις καὶ ἐν τῇ βάσει τῶν ποδῶν, ἢ ἐν τέχναις Δαιδάλου, ἤ τινος ἀπὸ τῶν θεῶν, ἵνα πάντα τὰ μέλη μου ἅπτοιντο ὁμοῦ τῶν σῶν γονάτων, κλαίοντα καὶ ἐντελλόμενα παντοίους λόγους. ὦ δέσποτα, ὦ μέγιστον φάος τοῖς Ἕλλησιν, ἀντὶ τοῦ τῶν Ἑλλήνων, πείσθητι, καὶ δὸς ἐμοὶ τῇ πρεσβύτιδι χεῖρα βοηθὸν, εἰ καὶ μηδέν ἐστιν ἡ ἱκετεύουσά σε δηλονότι, ἀλλʼ ὅμως δεῖ αὐτὴν παρὰ σοῦ ἐλεηθῆναι. ἴδιον γὰρ ἀνδρὸς ἀγαθοῦ τῇ δικαιοσύνη βοηθεῖν καὶ τοὺς κακοὺς δρᾶν ἀεὶ πανταχοῦ κακῶς, ἤτοι τιμωρεῖσθαι. I.

824. καὶ μήν: τοῦτο εἰς μεταπτώσεις ὑποθέσεων κεῖται. Gr. προθεραπεία καὶ διόρθωσις. Gu. τοῦ λόγου: γρ. ὁ λόγος. κενόν: ἄκαιροὀ. τόδε: γρ. ὅδε. Gr. περισσὸν, μάταιον. Gu. μάταιον, ἀδόκιμον. B. M. Fl. 59. μάταιος, ἀδόκιμος. Fl. 6. 9. 21. 56. κενὸν τοῦτο λέγει (Fl. λέγουσα) καίτοι γε μέγα (Fl. μεγάλα) δυνάμενον, συγ- [*](1. σεμνότης] σεμνότατον I. Cor- νοῦντάς σε εἰς βοήθειαν. Praeterea rexi ex B. in quo nihil est praeter pro ἐν τοῖς βραχ.—ποδῶν habet εἰς σεμνότης τὸ σχῆμα παρὰ τοῖς ῥήτορσι. πάντα μου τὰ μέλη, tum ὁμοῦ ἅψοιντο, 15. εἴθε—] Haec habet Fl. 59. et προφασιζόμενα pro ἐντελλόμενα. additamentis nonnullis aucta, τέχ- 27. ἄκαιρον] Superscriptum ἄκαιναις τοῦ ἀγαλματοποιοῦ δαιδάλου ἢ δυνά ρος spectat ad ὁ λόγος. μει καὶ θελήματι τινος—-λόγους παρακι- ib. μάταιον] μάταιον καὶ B.)

422
κρίνουσα οἷς εἶπεν, ὅτι νόμῳ τοὺς θεοὺς ἡγούμεθα, καὶ τοῖς ἄλλοις. 1. 25. Gr. ἤγουν ὁ λόγος ὅδε ἄκαιρος ἐστιν. Gu. Fl. 17. 59. 76. κενός. Fl. 59.

825. Κύπριν: συνουσίαν. B. Gr. ἀφροδίτην, μίξιν. Gu. μίξιν τῆς Κασάνδρας συνουσίας. Fl. 25. 33. 59. προβάλλειν: ὥστε. B. εἰς μεσιτείαν προτείνειν. Gr. προφέρειν. Gu.