Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

826. πρὸς σαῖσι πλευραῖς: οὐ μαστροπώδεις οἱ λόγοι, ἀλλʼ ἀφαιρεθεῖσα τὸν τὴν τύχης ὄγκον εἰς πᾶν ὁτιοῦν καταβαίνει, καθομιλοῦσα τοῖς καιροῖς, καὶ λέγουσα ταῦτα διʼ ὧν ἔμελλε θηρᾶσθαι βοήθειαν. B. M. Gr. Fl. 25. 33. 59.

826. κοιμίζεται: εὐνάζεται. Gu. πᾶς κοιμώμενος καὶ κοιμίζεται, οὐ μὴν πᾶς ὁ κοιμιζόμενος καὶ κοιμᾶται. Gr.

827. Φοιβάς: ἡ μαντική. Gr. ἡ μάντις, ἀπὸ τοῦ Φοῖβος ὁ Ἀπόλλων. Fl. 10. 25. Κασάνδραν: ἡ Κασάνδρα πρώην Ἀλεξᾶνὄρα ἐκαλεῖτο, ὡς καὶ Λυκόφρων φησὶν, ἐκλήθη δὲ Κασάνδρα παρὰ τῶν Τρώων διὰ τὸ κάσιν καὶ ἀδελφὸν ἀνδρεῖον ἔχειν τὸν Ἕκτορα. Gu.

828. ποῦ: τοπικὸν, ποῦ εὗρες τὸν δεῖνα; καὶ αἰτίαν δηλοῦν, ποῦ ἐστι τόδε δίκαιον, ἀντὶ τοῦ ἐν τίνι πράγματί ἐστι δίκαιον· καὶ ποῦ ἀντὶ τοῦ ἐν τίνι, ὡς ἐνταῦθα. Gr. τὰς φίλας εὐφρόνας: τὴν διὰ τῆς νυκτὸς γινομένην εὐφροσύνην (Fl. 6. 9. 17. 21. 56. 59. 76.), ἢ τὰς ἐνηδόνους νύκτας. Gr. εὐφροσύνη δὲ ἡ νὺξ λέγεται. Fl. 6. 9. 17. 21. 56. 59. 76. τὰς νυκτερινὰς προσφιλεῖς συνουσίας. Fl. 59. τὰς εὐφραντικὰς νύκτας διὰ τὸ ἐν αὐταῖς καλῶς φρονεῖν καὶ σκέπτεσθαι. Fl. 10. 21. 25.

829. ἀσπασμάτων: φιλημάτων. Gr.

830. χάριν: ἀντίχαριν. Gr. ἀνταμοιβὴν, ἀντάλλαγμα. Gu. εὐεργεσίαν δώσει. Fl. 17. κείνης δʼ ἐγώ: τίνα δὲ χάριν ἔξω καὶ λάβω ἐγὼ ἐκείνης, εἰ μὴ νῦν βοηθήσεις μοι. Gu. ἐπʼ ἐκείνης δὲ ἐγώ. B. M.

[*](7. πρὸς σαῖσι πλευραῖς] Hoc lem- Alexandrae nomine inscripsit Ca. ma est in B. In Gr. hoc scholion sandrae nonmine nusquam memo- legitur post ὡς ἐνταῦθα, quo finitur rato. schol. v. 828. 23. τὰς εὐφραντικὰς—σκέπτεσθαι] 8. τὸν habent B. M. omittunt Similiter in M. εὐφρόνας διὰ τὸ ἐν αὐ- ceteri. ταῖς σκέπτεσθαι, et B. rec. φοιβὰς ἡ 9. ταῦτα] τοιαῦτα Fl. 33. μάντις. εὐφρόνας δὲ τὰς νύκτας διὰ τὸ 15. Λυκόφρων] Qui carmen suum ἐν αὐταῖς καλῶς σκέπτεσθαι:-)
423

831. σκότου: τῆς νυκτός. Gu. νυκτέρων: νυκτερινῶν. M.

832. φίλτρων: φίλτρον ἡ ἀγάπη, ὡς ἐνταῦθα. καὶ τὸ εἰς φιλίαν ἑνοῦν, ὡς παρὰ Θεοκρίτῳ “πᾶ μοι τὰ φίλτρα τʼ οὕτω λέγεται καὶ λύτρον ἡ ἐλευθερία, καὶ λύτρον ὃ δίδωσί τις ἐλευθερῶν τινά. Gr. μεγίστη: πολλαὶ γὰρ δωρεαὶ γίνονται πρὸς τὸ μέρος τῆς γυναικὸς, ὅτε ὁ ἀνὴρ εἰς συνουσίαν αὐτῆς ἔλθῃ καὶ εἰς γυναῖκα ἄξεῖ. Fl. 59. χάρις: ἀπʼ ἀλλήλων δηλονότι. Fl. 6. 9. 17. 56. 59. 76. Gr.

833. ἄκουε δή νυν: λοιπόν. Fl. 56. τὸν θανόντα: τὸν θανόντα τοῦτον, ὃν βλέπω, δράσας καλῶς, ἤγουν ἐκδικήσας, γυναικαδελφόν σου ὄντα καλῶς ποίησον. Fl. 59.

834. κηδεστήν: το χ ὅτι ἀντὶ γαμβροῦ κηδεστὴν εἶπεν· ἀδελφὸς γὰρ ἦν τῆς Κασσάνδρας. B. ἀγχίστην. Fl. 59. γυναικάδελφον. B. rec. Gr. κηδεστὰς νῦν λέγομεν τοὺς πενθεροὺς, οἱ παλαιοὶ δὲ ἀπλῶς ἅπαντας τοὺς ἐξ ἐπιγαμβρίας συγγενεῖς. Gr. γαμβρόν. Fl. 10. κηδεστὴς μὴ μόνον ὁ πενθερὸς λέγεται, ἀλλὰ καὶ πάντες οἱ ἐκ συμπενθερίας συγγενεῖς, ἤγουν οἱ ἀγχιστεῖς. κηδεσταὶ λέγονται κοινῷ ὀνόματι πάντες οἱ ἐξ ἀγχιστείας. Fl. 59.

835. δράσεις: καλῶς. B. Gr. ἑνός μοι: ὁ λόγος ἐμοῦ ἑνὸς ἔτι ἐνδεής. Gr. πράγματος ὑπάρχει. Gu. ἐνδεής: ἐλλείπῃς. Gu. ἔτι: ἀκμήν. Gu. ἑνὸς πράγματος ἀκμὴν ἐστερημένος ὑπάρχει ὁ λόγος μου. Fl. 59.

836. τὸ εἰ ἀντὶ τοῦ εἴδε. B.

837. ποδῶν βάσει: γρ. καὶ βαδίσματι. B.

838. Δαιδάλου τέχναισι: περὶ τῶν Δαιδάλου ἔργων ὅτι ἐκινεῖτο καὶ προίει φωνὴν αὐτός τε ὁ Εὐριπίδης ἐν Εὐρυσθεῖ λέγει,

  • οὐκ ἔστιν, ὦ γεραιὲ, μὴ δείσῃς τάδε·
  • τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ
  • βλέπειν τʼ ἀγάλμαθʼ ὁδʼ ἀνὴρ κεῖνος σοφός.
  • [*](3. Θεοκρίτῳ] 2, 1. νεῖτο καὶ προΐει φωνὴν αὐτὸς ὁ εὐριπίδης ib. μοι] δὲ codex Cantabr. —γηραιὲ—κινεῖσθαι δοκεῖ:— 12. ἀντὶ τοῦ γαμβροῦ κηδεστὴν εἶπεν 26. ὁ om. B.I. est etiam in M. 28. δοκεῖ] δέκει Valckenarius. 25. περὶ τῶν Δαιδάλου ἔργων] Ex 29. βλέπειν Grotius pro βλέπει, hoc scholio haec sunt excerpta in quod est etiam ap. Tzetzam Hist. Gu. τὸν δαίδαλόν φασι ποιεῖν εἴδωλα 1, 518. καὶ μετὰ τὸ πληροῦν αὐτὰ ποιεῖν ταῦτα ib. ὧδ'] ὅδ' B. κινεῖσθαι καὶ φθέγγεσθαι. ὅτι δὲ ἐκι-)
    424
    καὶ Κρατῖνος ἐν Θράτταις “Πανὶ κακὸν δεῦρο μαστεύων τινὰ ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν, οὐδαμῶς ξύλινος ἐκεῖνος, ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερον Δαιδάλειος ἦν, ἢ τίς ἐξέκλεψεν αὐτόν ;ʼ καὶ Πλάτων
  • A. οὖτος, τίς εἶ ; λέγε ταχύ· τί σιγᾷς; οὐκ ἐρεῖς:
  • B. Ἑομῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων
  • ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα.—B. M.I.
  • Δαιδάλου τέχναισι: ἀγαλματοποὶος ὁ Δαίδαλος, ποιῶν ἀγάλματα. οὕτω κάλλιστα ὡς ἱστορηθῆναι περὶ τούτων τοῖς ποιηταῖς ὅτι φωνὴν ἠφίεσαν καὶ ἐκινοῦντο. οὗτος δὲ ὁ Δαίδαλος καὶ πτερὰ, ὅτε ἐβούλετο, περιετίθει ἑαυτῷ καὶ ἵπτατο. ἐπεὶ καὶ τὸν υἱὸν Ἴκαρον, ἐκ κηροῦ πτερὰ πλασάμενος καὶ περιθεὶς αὐτῷ, ἐποίησεν ἐναέριον κομισθῆναι. διαλυθέντος δὲ τοῦ κηροῦ πέπτωκεν εἰς τὸ νῦν ἀπʼ αὐτοῦ καλούμενον Ἰκάριον πέλαγος. φασὶ γὰρ ἀμυνόμενον τὸν Ἥλιον Δαίδαλον, ὡς πεποιηκότα τὴν θυγατέρα αὐτοῦ Πασιφάην, ἐρασθεῖσαν ταύρου, μιγῆναι αὐτῷ, ἐπεὶ τότε πετόμενον εἶδε τὸν υἱὸν αὐτοῦ κάρον, ἐκ κηροῦ πτεροῖς χρώμενον, σφοδρῶς ἐμπεσεῖν τοῖς πτεροῖς, καὶ διαλυθῆναι ταῦτα παρασκευάσαι, καὶ τὸν ἐν τούτοις κουφιζόμενον Ἴκαρον κατενεχθέντα πεπνίχθαι. Gu. 1. Δαιδάλου: ὃς καὶ τὰ εἴδωλα ἐποίει καὶ κινεῖσθαι καὶ λαλεῖν. Fl. 10. ὁ Δαίδαλος ἀνὴρ ἦν ἀγαλματοποιός· ἐποίει δὲ ἀγάλματα ξύλινα, καὶ ἐκινοῦντο καὶ ἐλάλουν. Fl. 33. πῶς δὲ μέλλει γίνεσθαι τοῦτο. Gu. τὸν Δαί- [*](1. Κρατῖνος] Cratini fragmentum datio est, tentata ab Dobraeo ad ex quattuor versuum, metro Eu. Aristoph. Nub. 518. hunc in mo- polideo scriptorum reliquiis com- dum, positum est, quorum incerta emen- Πσνὶ κάδον δεῦρο βάστασόν τινα. β. πότερα χαλκοῦν ἢ ξύλινον; α. καὶ χρυσοῦν, ἐὰν προσῇ. β. οὐδαμῶς, ξόλινος δʼ ἐκεῖνός σοι, χαλκοῦς μοί ποτʼ ἦν, ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. α. πότερα Δαιδάλειος ἦν, ἡ τις ἐξέκλεψεν αὐτόν; ib. μαστεύων M. μαστάων B.I. in hoc versu anapaestus post tribra- 2. προσῆν] πρὸς ἢν M. chum positus, quod perraro factum. 3. ἀπέδρα] ἀπέδραι B 7. αὐτόματος] αὐτομάτως B.I. ib. ἐξέκλεψεν B. M. ἔκλεψεν I. 10. οὗτος δὲ] δὲ om. I. 4. Πλάτων] In hoc fragmento 11. ἑαυτῷ καὶ ἵπτατο om. I. personarum notas A. et B. addidi. 13. ἀπʼ αὐτοῦ κ.] κ. ἀπʼ αὐτοῦ I. Prima verba οὗτος τίς εἶ; λέγε ταχύ. 16. ταύρου] τοῦ ταύρου I. τί σιγᾷς om. M. Notandus autem ib. υἱὸν αὐτοῦ] αὐτοῦ υἱὸν I.)

    425
    δαλον λέγουσι μεταμείβειν ἑαυτὸν εἰς ποικίλα εἴδη καὶ μορφὰς, καὶ ἀγάλματα ποιεῖν βαδίζοντα. ἔστι δὲ μῦθος, λέγεται δὲ οὕτως διὰ τὸ ποικίλας ὑπὲρ πάντας καὶ παρηλλαγμένας μορφὰς προσφέρειν τοῖς ἀγάλμασι, καὶ διὰ τὸ διαλελυμένους τοὺς πόδας τῶν ἀγαλμάτων ποιοῦντα, τῶν ἄλλων συνημμένους ποιούντων. Gr.

    839. ὡς πάνθʼ ὁμαρτῇ: ἵνα μου πάντα τὰ μέλη φωνὴν ἀφιέντα κατὰ ταυτὸν ἱκετεύσῃ σε. B. Fl. 10. 33.

    840. ἐπισκήπτοντα: μεθ' ἱκεσίας ἐπάγοντα. Gr. ἐπιφέροντα, προβαλλόμενα. Gu. ἐπισκήπτει κεραυνός· καὶ ἐπισκήπτει ἀντὶ τοῦ μεθʼ ἱκεσίας λέγει· καὶ ἐπισκήπτει ἀντὶ τοῦ μετὰ θειασμοῦ ὑποτίθησι. Gr.

    842. χεῖρα τιμωρόν: βοηθόν. M. Gr. βοήθειαν. Gu.

    843. —845. εἰ καὶ μηδέν ἐστιν: εἰ καὶ μηδέν ἐστιν ἡ ἱκετεύουσά σε, ὡς αἰχμάλωτος καὶ δούλη. ἀλλʼ οὖν διʼ αὐτὸ τὸ δίκαιον τιμώρησαι τὸν Πολυμήστορα. τοῦτο γάρ ἐστιν ἀνδρός ἀγαθοῦ, τὸ τοὺς κακοὺς ἐννόμως τιμωρεῖσθαι. B. εἰ καὶ μηδὲν ὑπάρχοι ἡ γραῦς, ἡ ἱκετεύουσά σε, ἤγουν ἐγὼ δούλη οὖσα καὶ αἰχμάλωτος, ἀλλʼ ὅμως βοήθησον αὐτὸ τὸ δίκαιον. ἀγαθοῦ γὰρ ἀνδρός τὸ ὑπουργεῖν καὶ τὸ ὑπηρετεῖν τῇ δίκῃ, ἤγουν τὸ πράττειν τὰ δίκαιασωματοποιεῖ τὴν δίκην, ὡς θεόν — καὶ τὸ πράττειν κακῶς πάντοτε τοὺς κακοὺς καὶ μὴ ἐλεεῖν. Fl. 59. ἡ ἱκετεύουσά σε, ἀντὶ τοῦ, μὴ ὡς αἰχμάλωτον καὶ δούλην παρίδῃς. M. Fl. 10. 33. 59. ἀλλ' ὅμως: ἀλλʼ ὅμως δεῖ αὐτὴν παρὰ σοῦ ἐλεηθῆναι. Gr. παράσχε διὰ τὸ δίκαιον. Gu.

    846.—849. δεινόν γε θνητοῖς: ἐπειδὴ τὴν Ἑκάβην ὁ χορὸς εἶδε δεομένην τοῦ Ἀγαμέμνονος βοηθῆσαι αὐτῇ, ἐχθροῦ ὄντος, ὡς τὴν πόλιν ταύτης πορθήσαντος, λέγει δεινοπαθῶν· δεινόν ἐστιν ὅτι συμπιτνεῖ καὶ συμπίπτει πάντα τοῖς θνητοῖς, καὶ οὕτε ὁ φίλος ἀεὶ φίλος, οὕτε ὁ ἐχθρὸς ἀεὶ ἐχθρός. ἀλλʼ ὁ μὲν φίλος ἔστιν ὅτε ἐχθρὸς γίνεται, ὁ δὲ ἐχθρὸς φίλος. καὶ οἱ νόμοι κελεύοντες τὸν μὲν φίλον ἀεὶ φίλον ἡγεῖσθαι, τὸν δὲ ἐχθρὸν ἀεὶ ἐχθρὸν, λέγουσι κεχωρισμένως τὰς ἀνάγκας τιθέντες διὰ τούτων τοὺς φίλους ἐχθροὺς, καὶ τὸ ἀνάπαλιν. [*](6. πάντα post μέλη Fl. 10. 33. 21. μὴ ὡς—παρίδῃς] ὡς— οὐ παρί- 7. κατὰ ταυτὸν om. Fl. 10. 33. δῃς M. 20. θεάν] θεός Fl. 59. 25. ἐπειδὴ] ἐπεὶ I.)

    426
    οἷον ἐάν τις ἀνάγκη συμβῇ, ὥσπερ καὶ νῦν, ὁ μὲν φίλος ἐχθρὸς, ὁ δὲ ἐχθρὸς φίλος καθίσταται. οὕτω τοῦτο νοεῖται. οἱ δὲ ἐναλλάσσοντες τὰς λέξεις καὶ τὰς ἀνάγκας ἀντὶ τοῦ ἀνάγκαι, καὶ τὸ νόμοι ἀντὶ τοῦ νόμους, καὶ τὰ ἄλλα ὁμοίως λέγοντες, οὐ καλῶς λέγουσι. Gu. I. δεινόν γε θνητοῖς: μεταλλακτέον τὰς πτώσεις. ἔστι γὰρ, καὶ αἱ ἀνάγκαι τοὺς νόμους διώρισαν. ὁ δὲ νοῦς· δεινὸν ὅτι πάντα συνέρχεται τὰ κακὰ κατὰ ταυτὸν τοῖς ἀνθρώποις καὶ αἱ ἀνάγκαι τὰ νενομισμένα τοῖς ἀνθρώποις μετήλλαξαν. ἐδέδοκτο γὰρ πολέμιον εἶναι τῇ Ἑκάβῃ τὸν Ἀγαμέμνονα, ἀλλʼ ἡ ἀνάγκη τὸν νενομισμένον τῇ Ἑκάβῃ μετήλλαξεν. Ἄλλως. ἐναντίως εἶπεν· ἔδει γὰρ, καὶ τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν, αὗται γὰρ καὶ νόμων ἐπικρατέστεραι, οὐ τὸ ἐναντίον, διότι οἱ νόμοι τὰ ἑκούσια τιμωροῦνται, οὐχὶ τὰ ἐξ ἀνάγκης δρώμενα, ὡς καὶ νῦν ἡ γραῦς ἐξ ἀνάγκης φίλον ποιεῖται τὸν πολέμιον. B.M.I. ὁ δὲ Δίδυμος οὕτως· μᾶλλον ὤφειλεν εἰπεῖν ὅτι τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν· αἱ γὰρ ἀνάγκαι καὶ τῶν νόμων ἐπικρατέστεραι, οὐχ οἱ νόμοι τῶν ἀναγκῶν. καὶ νῦν οὖν τοὐναντίον εἶπεν. M. Fl. 21. Καὶ ἄλλως. αἱ ἀνάγκαι οὐκ ἀκολούθως τοῖς νόμοις πράττουσιν. M. Fl. 59.

    δεινόν γε: θαυμαστὸν πρᾶγμα ὑπάρχει, ὡς τὰ πάντα τά τε καλὰ καὶ τὰ κακὰ συνέρχονται τοῖς βροτοῖς, καὶ τὰς ἀνάγκας, ἤγουν τὴν εἱμαρμένην αὐτὴν, διέταξαν οἱ νόμοι, — ὅπου γὰρ εἱμαρμένον, ἐκεῖ νόμος οὐκ ἔστι· —φίλους τιθέντες τοὺς πολεμιωτάτους, καὶ ἀνάπάλιν τοὺς φίλους ἐχθρούς. ὁ γὰρ Ἀγαμέμνων πρὸ τῆς τοιαύτης δυστυχίας τῆς Ἑκάβης, ἤγουν τοῦ φόνου τοῦ Πολυδώρου, ἐχθρὸς ἦν αὐτῇ, Ἑκάβῃ, ὡς αἰχμαλωτίσας αὐτήν· νῦν δὲ, καταλαβὸν ταύτην [*](2. οὕτω τοῦτο νοεῖται] Haec in Gu. 10. Ἄλλως] καὶ ἄλλως M. legi nequeunt. 11. αἱ om. M.I. ib. ἐναλλάσσοντες] ἀλλάσσοντες I. ib. αὗται γὰρ] γὰρ om. B.I. 4. οὐ καλῶς λέγουσι Gu. literis 12. οἱ νόμοι om. I. Legitur non prope evanidis. ἀμαθεῖς I. solum in B., sed etiam in Fl. 10. 5. δεινόν] ἄλλως praefixum in I. vide infra. In B. M. lemma καὶ τὰς ἀνάγκας οἱ 13. ἡ γραῦς— ποιεῖται] ἡμᾶς—ποιεῖσθαι. I. νόμοι. 7. κατὰ ταυτὸν] καταυτὸν M. 14. οὕτως Cobetus. οὐ M. et Fl. ib. αἱ om. M. 21. ib. τὰ ν. τοῖς ἀ. M.I. τοῖς ἀ. τὰ ν. B. 15. αἱ γὰρ] καὶ γὰρ Fl. 21. 8. γὰρ] γοῦν M. 17. καὶ ἄλλως. αἱ ἀνάγκαι] ὤφειεν 9. ἡ ἀνάγκη] ἡ om. M. εἶναι, αἱ ἀνάγκαι Fl, 59.)

    427
    ἕτερον δεινὸν, καὶ εἰς βοήθειαν Ἀγαμέμνονα χρήζουσα, φαίνεται φίλος ταύτης ὁ πρώην ἐχθρὸς, ὁ δὲ Πολυμήστωρ, ὁ πρώην φίλος, μετὰ τὴν τοῦ Πλυδώρου σφαγὴν ἐχθρὸς ἐγένετο τῇ Ἑκά κάβῃ ὁ πρώην αὐτῇ φίλος. διὸ καὶ τὰ καλὰ καὶ τὰ κακὰ συνέρχονται τοῖς ἀνθρώποις. Fl. 59. ἀντίπτωσις. καὶ αἱ ἀνάγκαι τοὺς νόμους διεμέρισαν, διορίζουσι, τάσσουσι, διέταξαν. Fl. 10. 17. 33. 56. 59. 76. οἱ νόμοι τὰ ἑκούσια τιμωροῦνται, οὐ τὰ ἐξ ἀνάγκης δρώμενα, ὡς καὶ νῦν ἐξ ἀνάγκης φίλιον ποιεῖται τὸν πολέμιον· ἐπικρατέστεραι γὰρ τοῦ νόμου αἱ ἀνάγκαι. Fl. 10. οὐκ ἔστι τι, ὅπερ οὐκ εὐμαρῶς ἔρχεται τῇ φύσει τῶν ἀνθρώπων. καὶ ἡ ἀνάγκη γὰρ αὐτὴ, ἡ συνδέονται φίλοι ἢ συγγενεῖς, καταλύεται καὶ τρέπεται τοῖς νόμοις, καὶ ἡγούμεθα τὸν παρανομοῦντα φίλον πολέμιον, τὸν δὲ μὴ παρανομοῦντα καὶ ἀδικούμενον φίλον, εἰ καὶ πολέμιός ἐστι. τοῦτο λέγει ὁ χορός προκαταλαμβάνων τὸν τοῦ Ἀγαμέμνονος λόγον, καὶ ἀποφαινόμενος ὡς λίαν δικαίου ὄντος τοῦ πράγματος βοηθηθῆναι τὴν Ἑκάβην. Gr.

    δεινόν: χαλεπὸν καὶ ἄδικόν ἐστι λίαν τὸ μὴ πάσχειν τοὺς κακοὺς κακῶς καὶ τοὺς ἀγαθοὺς καλῶς. Fl. 33. μέγα πρᾶγμα ὑπάρχει. Fl. 6. 9. 17. 21. 56. 59. 76. φοβερὸν, δυσνόητον, θαυμαστόν. Fl. 33. ἅπαντα: κακά. Fl. 10. ἃ βούλονταί τε καὶ οὐ βούλονται, καλὰ, κακά. Gu. συμπίτνει: συμβαίνει. Gr. συμπίπτει. Gu.

    847. τὰς ἀνάγκας: αἱ ἀνάγκαι τοὺς νόμους μετήλλαξαν. B. τὰς ἀλύτους διαθέσεις. Gr. ἐν ταῖς ἀνάγκαις. διὰ τῶν ἀναγκῶν. Gu. διώρισαν: διετύπωσαν, ἀφορίζουσιν. B.M.I. οἷον αἱ ἀνάγκαι οὐκ ἀκολούθως τοῖς νόμοις πράττουσιν· ὅθεν αἱ ἀνάγκαι τῶν νόμων ἐπικρατέστεραί εἰσιν, οὐχ οἱ νόμοι τῶν ἀναγκῶν. B.I. ἀντὶ τοῦ διέστησαν. διορίζομαι τὸ διαβεβαιοῦμαι, τὸ διαμερίζω, ὡς ἐνταῦθα. Gr. ἐχώρισαν τῶν ἄλλων ὥν διακελεύονται, μετήλλαξαν. Gu. ὁρίζω τὸ προστάσσω, καὶ ὁρίζομαι κατὰ φιλοσόφους τὸ ὁρισμόν λέγω, οἷον τὸν ἄνθρωπον ζῶον λογικὸν, καὶ τὰ ἑξῆς. ἐξορίζω τὸ εἰς ἐξορίαν πέμπω. διορίζω τὸ διϊστῶ καὶ διαστέλλω, ὡς ἐνταῦθα· διορίζομαι τὸ προστάσσω καὶ διαβεβαιοῦμαι. ἀφορίζω τὸ μακρὰν πέμπω καὶ τὸ ἐκλέγομαι, καὶ τὸ ἀφορισμοὺς γράφω. Gr.