Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

788. εἰ μὲν ὅσια: εὐσεβῆ, δίκαια. B. M. ὅσιον λέγεται τὸ δίκαιον. διαφέρει δὲ τοῦτο, ὅτι τὸ δίκαιον, ὥσπερ γένος ὂν, διαιρεῖται εἰς ὅσιον καὶ δίκαιον· καὶ τὸ μὲν πρὸς θεοὺς ἐξ ἀνθρώπων γενόμενον [*](3. τὸ ε] τὸ ο Matth. κάτω, ὅτι etc. 12. τουτέστι scripsi pro οὔτε. 17. οὕτε τοὺς ex Gu. οὔτε om. I. 13. τοὺς μὲν κάτω—φιλίαν αὐτήν] 23. τὴν et δηλονότι om. B. Haec pars acholii est etiam in Gu, 27. οὕνεκα Matth. pro ἕνεκα. incipiens, θεοὺς δηλονότι, καὶ τοὺς μὲν 29. εὐσεβῇ om. B.)

413
ὅσιον καλοῦμεν, τὸ δὲ πρὸς ἀνθρώπους, δίκαιον. ἐνταῦθα δὲ καταχρηστικῶς ἡ Ἑκάβη τὸ ὅσιον λέγει. Gu. I.

789. στέργοιμʼ ἄν: ἀγαπῴην ἄν. Gr. ὑπομένοιμι, ὑπομένω. Gu. ὁ ἄν σύνδεσμος ἐν τέλει λέξεων κεῖται, καὶ εὐκτικῇ φωνῇ συντάσσεται, ὁριστικῇ δὲ σημασίᾳ. Gr. καρτερῶ. Fl. 10. τοὔμπαλιν: ἤγουν τὸ ἐναντίον, τουτέστιν ἀνόσια. Gr. δοκῶ παθεῖν. δεξιὸν καὶ σύντομον ῥήτορος. Gu. ἤγουν ἐὰν δοκῶ παθεῖν ἀδίκως. Fl. 17. 59. 76. εἰ μὲν δοκῶ σοι παθεῖν δίκαια, ἔπαθον, ἵνα ὑπομενῶ τοῦτο· εἰ δὲ ἀδίκως δοκῶ σοι παθεῖν, σύ μοι γενοῦ βοηθός. Fl. 59.

790. τιμωρός: κολαστής. Fl. 6. 10. 21. βοηθός. Gr. ἐκδικητὴς, κολαστής. Gu. ἀνοσιωτάτου: ἀδικωτάτου, ἀκολάστου. Fl. 6. 10. 21. 59. 76.

791. τοὺς τῆς νέρθεν: ἤγουν ὃς οὔτε τοὺς κάτω τῆς γῆς, θεοὺς δηλονότι, ἤγουν τὸν Πλούτωνα καὶ τὴν Περσεφόνην, τοὺς καταχθονίους, οὔτε τοὺς ἄνω δείσας πεποίηκεν ἔργον ἀνοσιώτατον. Gr. χθονίους μὲν διὰ τὸ ἄταφον ἐᾶσαι φονεύσαντα, οὐρανίους δὲ διὰ τὸν ξένιον καὶ φίλιον Δία. B. rec. M. διὰ τὸ ἄταφον αὐτὸν ἐᾶσαι φονεύσαντα. Fl. 10. 33. τοὺς ἄνω: τὸν Δία καὶ τοὺς λοιπούς. Gu.

792. δείσας: φοβηθείς. δείδω τὸ φοβοῦμαι· καὶ δέδοικα καὶ δέδια τὸ αὐτό· δεδίττω δὲ τὸ φοβῶ ἕτερον. Gr.

793. κοινῆς τραπέζης: πολλάκις συγκοινωνήσας ἐμοὶ τραπέζης, ἀπολαύσας. Gr. Fl. 6. 9. 21. 56. πολλάκις φαγὼν καὶ πιὼν μετʼ ἐμοῦ, καὶ ἐν τῷ ἀριθμῷ τῶν φίλων μου πρῶτος ὑπάρχων. Fl. 6. 9. 17. 21. 56. 59. 76. καὶ ἐν ἀριθμῷ, ἤγουν ἐν τάξει, δεξιώσεως φίλων πρῶτος ταττόμενος δηλονότι τῶν ἐμῶν φίλων. Gr. Florr. iidem. λείπει ἡ ἐν πρόθεσις, ἐν τῷ ἀριθμῷ τῶν ἐμῶν φίλων πολλάκις τῆς κοινῆς τραπέζης καὶ τῆς ξενίας τὰ πρῶτα τυχών. B. Fl. 59. εἰ γὰρ τοὺς ἅπαξ κεκοινωνηκότας ἁλῶν καὶ ἄρτου μετά τινος οὐκ ἔξεστιν κτείνειν, πόσῳ μᾶλλον τοὺς πολλάκις τῆς αὐτῆς τυχόντας τραπέζης; καὶ τῆς ξενίας τὰ πρῶτα λαχὼν καὶ λαβὼν προμηθίαν, ὅ ἐστι χρήματα καὶ πᾶσαν τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν τῶν κατʼ ἐμὲ πραγμάτων. Fl. 25. 23. 59. ἐν τῷ ἀριθμῷ τῶν ἐμῶν φίλων πολλάκις τῆς [*](25. δηλονότι om. Gr. λαχάν Fl. 59. 26. πρόθεσις om. B. 31. τὴν addidi ex B., qui verba 27. πρῶτα τυχών] πρῶτα πρῶτος καὶ λαβών—πραγμάτων habet.)

414
κοινῆς τραπέζης καὶ τῆς ξενίας τὰ πρῶτα τυχών. Fl. 10. πολλάκις: ἀντὶ τοῦ πλειστάκις. καὶ ἅπαξ. Gr. ἐν πολλοῖς καιροῖς. Gu.

794. ξενίας: φιλίας. B. M. Gu. ὑποδοχῆς φιλικῆς. ξενία ἡ ὑποδοχὴ καὶ κυβέρνησις ἡ εἰς τοὺς ξένους, καὶ ξενία ἡ ξενιτεία. Gr. ἀριθμῶ: τὸ ἀριθμῶ ἐπὶ τοῦ τάττω, τὸ μετρῶ ἐπὶ τοῦ σκοπῶ. Fl. 33. πρῶτα: ἔχων. Gr. ὤν. Gu.

ἐμῶν φίλων: γρ. καὶ ξένων. M. ἐν τῷ ἀριθμῷ τῶν ἐμῶν φίλων πολλάκις τῆς κοινῆς τραπέζης καὶ τῆς ξενίας τὰ πρῶτα τυχών. M.

795. καὶ λαβών: ἐπιτυχὼν δὲ ὁπόσων πρέπει τυχεῖν φίλον, καὶ λαβὼν προμηθίαν (ὅ ἐστι τὰ χρήματα καὶ πᾶσαν τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν· ἢ πρόνοιαν τῶν κατʼ ἐμὲ πραγμάτων,) ἐφόνευσε, τύμβου δʼ οὐκ ἠξίωσεν, ἐπεὶ φονεῦσαι ἤθελεν, ἀλλʼ ἔρριψεν εἰς τὴν θάλασσαν. ἡμεῖς μὲν οὖν δεδουλωμένοι καὶ ἀδύνατοι εἰς ἐκδίκησιν ἐπίσης ὑπάρχομεν· ἀλλʼ οἱ θεοὶ ἰσχύουσι, καὶ ὁ νόμος ἐκείνων ὁ κρατῶν πάντων· νόμῳ γὰρ θεὸν ἴσμεν, τῷ σέβειν θεοῦ νόμους. τῷ γὰρ φυλάττειν τὰ ὑπὸ τοῦ θεοῦ νενομοθετημένα καὶ τὸ θεῖον νομίζομεν. I.

τὸ τυχὼν δʼ ὅσων δεῖ καὶ λαβὼν προμηθίαν νοητέον ἢ ὅτι τυχὼν ἐξ ἡμῶν ὅσων δεῖ τυγχάνειν τοὺς φίλους πρὸς φίλων καὶ λαβὼν  πρέπουσαν κηδεμονίαν ἔκτεινε τὸν ἐμὸν υἱὸν, ἢ ὅτι τυχὼν ὅσων δεῖ τυγχάνειν τοὺς βασιλέων παῖδας ἐν οἴκοις τρέφοντας, χρημάτων καὶ τῆς λοιπῆς δαπάνης. καὶ τὸ μὲν πρῶτον νοεῖται ἐκ τοῦ “κοινῆς τραπέζης τυχὼν ἐμοί,” καὶ “τὰ πρῶτα τῶν ἐμῶν φίλων ὤν,” τὸ δὲ δεύτερον πρὸς τὸ ἔκτεινεν. Gu. I. τυχών: φιλίων πραγμάτων καὶ ἑτέρων. Fl. 59.

λαβὼν προμηθίαν: λαβὼν τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν, ὅ ἐστι χρήματα. Ἄλλως. πρόνοιαν τῶν κατʼ ἐμὲ πραγμάτων, ὅτι πορθηθείσης τῆς Τροίας ἐδυστύχησα εἰς πολλὰ μεγάλως. M. προμηθίαν: Ἰωνικὸν, τὸ κοινὸν προμήθεια, ἀντὶ τοῦ ἐπιβουλήν. Gr. πρόνοιαν, κηδεμονίαν. Gu. τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν καὶ ὠφέλειαν, ὅ ἐστι χρήματα. Fl. 10. οἱ δὲ πεζογράφοι προμήθειαν γράφουσιν. Fl. 59.

[*](18. τὸ om. I. βασιλέων παῖδας τρέφοντας ἐν οἴκοις, 20. τυχὼν ὅσων] τυχὼν δʼ ὅσων I. χρημάτων λέγω καὶ λοιπῆς I. 21. τοὺς βασιλέων—λοικῆς] τοὺς τῶν)
415

796. εἰ: τὸ εἰ ἀντὶ τοῦ ἐπεί, σύνδεσμος συναπτικὸς ἀντὶ παρασυναπτικοῦ. FI. 21.

797. οὐκ ἠξίωσεν: ἄξιον ἔκρινεν. ἀξιῶ τὸ καθικετεύω αἰτιατικῇ· ἀξιῶ τὸ ἄξιον κρίνω καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ ἀπὸ αἰτιατικῆς εἰς γενικήν· καὶ ἀξιῶ τὸ τιμῶ, ὅθεν καὶ ἀπηξίωσεν. Gr. ἀφῆκε: ἔρριψεν. B. Gr. πόντιον: εἰς τὴν θάλασσαν. B. Gr. θαλάσσιον. Gu.

798. ἴσως: ἀντὶ τοῦ ἐπίσης, μὴ ἔχοντες παρὰ τινὸς τινὰ βοήθειαν. Fl. 6. 9. 21. 56. 59. 76. ἀντὶ τοῦ ἐπίσης. Gr. ὁμοίως, ἐξίσης. Gu. ἴσως δὲ λέγει, ἐπεὶ ἔχει ἔτι τινὰ ἐλπίδα τιμωρήσασθαι. Gr.

799. σθένουσι: ἰσχύουσιν, καὶ ὁ νόμος ἐκείνων, ἤγουν τῶν θεῶν, ὁ κρατῶν τῶν ἀνθρώπων δηλονότι, ἐξουσιάζων. Fl. 6. 9. 21. 56. 59. 76. Gr. δύνανται, ὥστε κολάσαι αὐτόν. Gu. κρατῶν: ὁ δυνάμενος, ὁ ἰσχύων. Gu.

800. νόμῳ γάρ: διὰ τοῦ νόμου γὰρ τοὺς θεοὺς γινώσκομεν (ἤγουν διὰ νόμου καταλαμβάνομεν εἶναι θεούς Gu.), καὶ ζῶμεν διὰ τοῦ νόμου τὰ δίκαια καὶ τὰ ἄδικα τάξαντες. τῶν νόμων ἐκ θεοῦ ὄντων τιμωμένων σώζεται καὶ ἡ εἰς ἐκεῖνον τιμὴ, μὴ τιμωμένων δὲ καταλύεται. Gr. ἐν νόμῳ γὰρ νομίζομεν ζῆν τοὺς θεοὺς, ἤγουν νομίμως καὶ δικαίως διεξάγειν καὶ διακυβερνᾶν τὰ πάντα. ὑπὸ τῶν θεῶν δὲ διεξαγόμεθα ἡμεῖς τάξαντες ἡμᾶς ζῆν δίκαια. ἡμεῖς δὲ ζῶμεν ἄδικα καίπερ ὡρισμένοι τὴν δικαιοσύνην κρατεῖν καὶ δίκαια ζῆν. Fl. 59. ὑπολαμβάνομεν τοὺς θεοὺς ζῆν ἐννόμως. ἢ οὕτως· διὰ τοῦ θεοῦ γινώσκομεν τοὺς θεοὺς, καὶ ζῶμεν ἄδικα. Fl. 25. θεὸν ἴσμεν τῷ σέβειν θεοῦ νόμους. τῷ γὰρ φυλάττειν τὰ ὑπὸ θεοῦ νενομοθετημένα εἶναι καὶ τὸ θεῖον νομίζομεν. Fl. 10. 59. διπλῶς τοῦτο εἶπεν· ἢ ὅτι τοὺς θεοὺς [*](21. διακυβερνᾶν Matth. pro δια- bis, sed ibi τὸ σέβειν scriptum est. Iidem exhibent sqq. κακοσυνθέτως κερβενᾶν. 26. τῷ γὰρ φ.—νομίζομεν] Haec κ. τ. λ. sed vitiose, δεῖ γὰρ οὕ. εἰπ. sunt etiam in Gu. sed scriptum est καὶ ζ. ἀδίκως τὰ δ. ὁρ. παρὰ τῶν θεῶν τὸ pro τῷ et ᾔδειν pro εἷναι. Idem ἐν τοῖς πρ. τηρ. in quo παρὰ τῶν θεῶν scholion mancum est in Florr. 10. fort. verum. MATTH. In B. est 33. 59. τὸ γὰρ φυλάττειν τὰ ὑπὸ θεοῦ θεὸν γὰρ ἴσμεν—νόμους :—ἄλλως. τῷ νομίζομεν. Etiam superiora θεὸν γὰρ—νομίζομεν. ἴσμεν—νόμους sunt in iisdem codd.)

416
ἐννόμως ἡγούμεθα καὶ νομίζομεν ζῆν, ἢ ὅτι ἐννόμως καὶ τοῖς νόμοις πειθόμενοι τοὺς θεοὺς σεβόμεθα. Fl. 10. 33. 59.

801. καὶ δίκαιʼ ὡρισμένοι: ἀφωρισμένοι καὶ πρόδηλα ἔχοντες. M. κακοσυνθέτως εἶπεν. ἔδει γὰρ οὕτως εἰπεῖν, καὶ τὰ δίκαια ὁρισθέντες παρὰ τοῦ θεοῦ τηρεῖν ἐν τοῖς πράγμασιν ἀδίκως βιοῦμεν. B. I. ὁρίσαντες, τάξαντες. Gr. ὑπὸ τῶν θεῶν, διακρίνοντες. Gu. ἤγουν ὁρισθέντες καὶ προσταχθέντες. ὥσπερ γὰρ φαμὲν προσετάχθην τὰ καὶ τὰ, οὕτως ὡρίσθην δίκαια καὶ ἄδικα ὑπὸ τοῦ νόμου, ἵνα τὰ μὲν φεύγω, τὰ δὲ πράττω. Gu.

802.—805. ὃς εἴς σʼ ἀνελθῶν: ὁ θεῖος νόμος ἀναχθεὶς εἰς σὲ, εἰ ἀκυρωθήσεται, καὶ μὴ ποινὴν δώσουσιν, οἲ τοὺς φίλους φονεύουσι καὶ ἱεροσυλοῦσιν, οὐκ ἔστιν ἀπὸ τῶν πολιτευομένων πραγμάτων ἐν τοῖς ἀνθρώποις ἐν ἰσότητι οὐδὲν, ἤγουν ἐν δικαιοσύνῃ. I. ὃς ὁ νόμος ἀνελθὼν εἰς σὲ, ὡς σὺ ὑπάρχεις βασιλεὺς, καὶ τὸ καταλῦσαι τὸν νόμον ἐν σοί ἐστιν καὶ τὸ συστῆσαι τοῦτον, εἰ διαφθείρεται καὶ μὴ δώσουσι δίκην, οἵτινες φονεύουσι τοὺς ξένους, ἢ τολμῶσι φέρειν, ἀντὶ τοῦ καταλύειν, τὰ ἱερὰ, ἤγουν τοὺς νόμους τῶν θεῶν, οὐ μὴ εἴπω ὅτι ἔστι τι τῶν ἐν ἀνθρώποις πραγμάτων δικαίως πραττόμενον, ἀλλὰ πάντα δηλονότι ἄδικα. Fl. 59. ὅς: τουτέστιν ὁ νόμος. M.

802. ἀνελθών: θαυμαστῶς ἐνταῦθα τὸ ἀνελθών κεῖται· διὰ γὰρ τὸ τῆς βασιλείας ὕψος ταύτῃ τῇ λέξει ἐχρήσατο· τὸ γὰρ ἀνά τὴν ἄνω φορὰν δηλοῖ. Gu. I. ὡς λέγομεν ἀνῆλθε καὶ ἀνέδραμεν ὁ δεῖνα εἰς ὑπερέχον πρόσωπον, ἵνα λάβῃ ἐκδίκησιν, οὕτω λέγει καὶ τὸν νόμον ἐνταῦθα ἀνελθεῖν εἰς τὸν Ἀγαμέμνονα. Gr. διαφθαρήσεται: ἀκυρωθήσεται. Gr. ἀτιμασθήσεται, παραβαθήσεται. Gu.

803. δίκην: τιμωρίαν. Gu. Fl. 21. 56. 59.

804. θεῶν ἱερά: ἱερὰ θεῶν λέγει ἢ τοὺς περὶ τῆς φιλίας γενομένους ὅρκους, καὶ αὐτὴν τὴν μετὰ σπονδῆς θεῶν ἀρχομένην φιλίαν, καὶ τὸ πρὸς τοὺς ξένους παρὰ τῶν θεῶν ταχθὲν δίκαιον. Gu. I. ἱερὰ τολμῶσιν φέρειν: ἱεροσυλήσωσιν. M. ἤγουν ἱεροσυλεῖν. Gr Fl. [*](4. ἔδει] δὲῖ B. θήσεται. MATTH. 11. ἀκυρωθήσεται] Sic Gr, Fl. 6. 21. τὴν ἄνω φορὰν] φορὰν τὴν ἄνω 17. 56. 59. 70. qui priora ista Gu. habent, cum explic, ἀτιμασθήσε- 27. γενομένους] γινομένους Gu. ται, ἀπολεῖται. In I. εἰ οὐ κυρω- 28. ἀρχομένην] ἀρχομένων l.)

417
6. 9. 17. 21. 33. 56. 76. φέρειν: ἀντὶ τοῦ κλέπτειν. Gr. Fl. 6. 9. 17. 21. 5. 59. ἔχειν, κινεῖν, καταλύειν, κλέπτειν ἢ παρακινεῖν. Gu.

805. ἴσον: δίκαιον, ὑγιὲς, βέβαιον. Gu. ἴδιον τοῖς ἐπειγομένοις εἴς τι διʼ οἰκείαν ὠφέλειαν ἀπὸ τῶν μερικῶν τὰ καθόλου κρίνειν, ἢ ἀπὸ τῶν ὑπερεχόντων προσώπων ἢ πραγμάτων τὰ ἄλλα. Gr.

806. ταῦτʼ οὖν: ἀντὶ τοῦ τοῦτο, ἤγουν τὸ ἀκυρῶσαι καὶ μὴ πληρῶσαι τὸν θεῖον νόμον, αἰσχρὸν καὶ ἄδικον ἡγησάμενος, ἐντράπηθί με. I. ἅπερ εἶπον, διανοηθεὶς ὅτι εἰσὶν αἰσχρὰ καὶ κακὰ τὰ παρʼ ἐκείνου πραχθέντα. Fl. 6. 25. ταῦτʼ οὖν, ἅπερ σοι λέγω, θέμενος ἐν αἰσχρῳ, ἤγουν ἐν αἰσχύνῃ, αἰδέσθητί με, ποῦ μὲν καὶ διὰ τὸν νόμον αὐτὸν, ποῦ δὲ καὶ διότι ὑπάρχω μὴ ἔχουσα τινὰ ἕτερον εἰς βοήθειαν. Fl. 59. ἅπερ λέγω, τὸ κτείνειν τοὺς ξένους καὶ τῶν θεῶν ἱερὰ κινεῖν. Gu. ἐν αἰσχρῷ θέμενος: ἤγουν αἰσχυνθείς. Gr.