Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

656. δίαιμον: τὸν αἱματώδη. B. M. γρ. καὶ (γράφε Fl. 10.) δίδυμον. B. Fl. 10. ᾑματωμένον. Gr. αἱματώδη. πᾶς γὰρ ὁ τὴν ἑαυτοῦ παρειὰν ξαίνων ἀνάγκῃ καὶ τὸν ὄνυχα αἱματοῖ. Gu. ἠλλαγ— μένην. Fl. 17. τιθεμένα: ποιοῦσα. Gr. σπαραγμοῖς: ἐν ξέσεσι. Fl. 59. ἐν τοῖς σχίσμασι. FI. 21.

657.—660. γυναῖκες: μία τῶν δούλων Ἑκάβης ἔρχεται φέρουσα τὸ σῶμα τοῦ Πολυδώρου. ἦν γὰρ πεμφθεῖσα ὑπὸ τῆς Ἑκάβης ἐπὶ τῷ γεμίσαι ὕδωρ εἰς τὰ λουτρὰ τῆς Πολυξένης. αὕτη οὖν ἡ δούλη ἀπελθοῦσα παρὰ θάλασσαν εὑρίσκει τὸ σῶμα τοῦ Πολυδώρου. καὶ ἔρχεται δεικνύουσα αὐτὸ τῇ Ἑκάβῃ. B.M.I. λέγει δὲ πρὸς τὸν χορὸν τῶν αἰχμαλωτίδων, ὦ γυναῖκες, ποῦ ἐστιν ἡ ἀθλιωτάτη Ἑκάβη, ἡ νικῶσα ἐν ταῖς δυστυχίαις πάντα ἄνδρα καὶ θήλειαν γενεὰν, οὐδεὶς τὸν τῆς δυστυχίας στέφανον ἀντʼ αὐτῆς λήψεται. I. οὐδεὶς μᾶλλον αὐτῆς ἀποίσει στέφανον, νικήσας αὐτὴν ἐν κακοῖς. ἐπεὶ γὰρ εἶπεν ἄνω ὡς πάντα ἄνδρα καὶ γυναῖκα νικᾷ ἐν τοῖς κακοῖς, ἐπήγαγε τοῦτο· ἕπονται γὰρ τῇ νίκῃ στέφανοι. Gu. I.

659. θῆλυν σποράν: θήλειαν γενεάν. Gr. γυναῖκας πάσας. Gu.

660. κακοῖσιν: ἐν ταῖς δυστυχίαις. B. Gr. οὐδεὶς στέφανον: οὐδεὶς μᾶλλον αὐτῆς ἀποίσει στέφανον, νικήσας αὐτὴν ἐν δυστυχίαις. οὐδεὶς αὐτὴν ἐν τοῖς κακοῖς νικήσει ποτέ. B. οὐδεὶς τὸν στέφανον αὐτῆς ἀφαιρήσει νικήσας αὐτὴν εἰς κακά. M. οὐδεὶς τὸ πρωτεῖον [*](10. ξαίνεται] ξένεται Gr. 24. ἀποίσει στέφανον] στέφανον 16. Ἑκάβος] αὐτῆς B. M. λάβη Gu. 18. τῷ γεμίσαι] τὸ κομίσαι 1. 25. ἄνω] ἄνωθεν Gu. ib. εἰς τὰ] τὰ om. M. 29. οὐδεὶς—] Hoc scholion in 20. ἔρχεται δεικνύουσα] ἐλθοῦσα δεί— B. legitur post 9. 394, 18. κνυσι B.I.)

387
λάβῃ εἰς τὰ κακά. B. ἐν τοῖς κακοῖς δηλονότι. Gu. οὐδεὶς στέφανον τῆς δυστυχίας ἀντʼ αὐτῆς λήψεται. Gr. στέφανον ἀνθαιρήσεται: οὐδεὶς ἀπὸ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν νικήσει ταύτην τὴν Ἑκάβην ἐν τοῖς κακοῖς Gu. οὐδεὶς νικήσας ἐκείνην ἐν κακοῖς στέφανον λάβη, ἀλλʼ ἐκείνη νικῶσα πάντας ἐν κακοῖς στεφανωθήσεται. τοῦτο λέγει διὰ τὸ τοὺς νικῶντας ἐν τοῖς ἀγῶσι στεφανοῦσθαι. Gr.

661. τί δʼ, τάλαινα: τί ἐστι τὸ βούλημα τῆς σῆς κακοφήμου βοῆς; ὡς καὶ λίαν, ἢ ὅτι, οὐδέποτέ σου ἠρεμεῖ τὰ λυπηρὰ μηνύματα. I. στικτέον εἰς τὸ τί δέ ἀντὶ τοῦ τί ἐστιν, ἵνα καθʼ ὑπόκρισιν ᾖ ἡ ἐρώτησις, τὰ δὲ λοιπὰ κατὰ ἀναφώνησιν. B. τί δ᾿ : ἀντὶ τοῦ τί ἐστιν. ἕνεκα σῆς. τὸ δὲ λοιπὸν κατὰ ἀναφώνησιν. M. τί ἐστιν, τί λέγεις. Fl. 59. σῆς: ἕνεκα σῆς κακοφήμου βοῆς. Fl. 59.

662. ὡς: ὄντως. Gr. ὅτι, λίαν. Gu. εὕδει: ἠρεμεῖ. Gr. ἡσυχάζουσιν, ἤγουν οὔποτε παύσῃ δνστυχῆ ἀγγέλλουσα. Gu. οὐδέπο ε παύουσι τὰ λυπηρά σου κηρύγματα. Fl. 59.

663. Ἑκάβῃ: τῇ Ἑκάβῃ φέρω ταύτην τὴν λύπην. ἐν ταῖς δυστυχίαις δὲ οὐκ εὔκολον ἀνθρώποις εὐφημεῖν κατὰ τὸ στόμα, ἤτοι εὔφημα λέγειν καὶ ἀγαθά. I.

Ἑκάβῃ φέρω: ἡ ἀπολογία εἰς τὸ “τί δʼ ὦ τάλαινα.” Fl. 59. ἐν κακοῖσι: πολλῶν κακῶν προκειμένων. Gu.

664. οὐ ῥᾴδιον: οὐκ εὐχερῶς. Fl. 33. ὅταν καταλάβῃ τινά τι κακὸν, καὶ ἄλλα μείζονα ἐπακολουθοῦσι τούτῳ. ἐν τοῖς κακοῖς δὲ τοῖς καταλαβοῦσί τινα οὐκ εὔκολον ὑπάρχει εὐφημεῖν καὶ καλῶς λέγειν τοῖς βροτοῖς ἐπὶ παραμυθίᾳ τῆς λύπης αὐτῶν, ἀλλὰ καὶ μᾶλλον ἐπιφέρειν καὶ ἕτερα λυπηρότερα. Fl. 59. εὐφημεῖν: οὐ ῥᾴδιον τὸ τῶν ἀνθρώπων στόμα σιωπᾶν. Bar. 74. Gr. εὔρημα λέγειν, καλῶς λέγειν. Gu. εὔφημον ἔχειν. B. M.

665. καὶ μὴν περῶσα τυγχάνει: ἀντὶ τοῦ περᾷ, ἀπὸ τῶν οἰκημάτων αὕτη. εὐκαίρως δὲ φαίνεται τοῖς σοῖς λόγοις. I. καὶ μήν: ὄντως. Gr. περῶσα: διαπερῶσα. M. ἐρχομένη. Gr. ἤγουν περᾶ καὶ ἐξέρχεται. Gu. περᾶν καὶ ἐπὶ θαλάσσης καὶ ἐπὶ ξηρᾶς, ὡς ἐνταῦθα· καὶ πόρος ἐπὶ θαλάσσης καὶ ἐπὶ [*](8. τί δὲ ἔστιν, ὦ τάλαινα—βοῆς in Gr. 10. στικτέον] Conf. p. 389, 5.)

388
ξηρᾶς λέγεται. οὕτω καὶ ὁδεύειν καὶ ἐπὶ θαλάσσης καὶ ἐπὶ ξηρᾶς, καὶ ὁδὸς ἐπʼ ἀμφοτέρων λέγεται, ὁδοιπορεῖν δὲ ἐπὶ ξηρᾶς μόνον. Gr. Fl. 25. δόμων ἄπο: ἐπέκεινα ἤγουν ἔξω. Gu. ἔξω τῶν σκηνῶν. Fl. 59.

666. ἐς καιρόν: εἰς πρέπον( M.), ἐγκαίρως. Fl.6.9.17.21.56.76.

667.—670. ὦ παντάλαινα: καὶ παναθλία, καὶ ἔτι μᾶλλον παναθλία δηλονότι, ἢ καὶ παρὸ λέγω, ὦ δέσποινα, ὄλωλας, καὶ ἐφθάρης, καὶ οὐκέτι ὑπάρχεις βλέπουσα φῶς, χωρὶς παιδὸς, χωρὶς ἀνδρὸς, χωρὶς πόλεως, ἐξεφθαρμένη. I. τὸ ὄλωλας πρὸς τὸ ἐξεφθαρμένη συναπτέον, τὸ δὲ “οὐκέτʼ εἶ βλέπουσα φῶς” διὰ μέσου, οὕτως· ὄλωλας ἐξεφθαρμένη, ἄπαις, ἄνανδρος, ἄπολις. Gu. I.

ὦ παντάλαινα: ὦ παναθλία δέσποινα, καὶ ἔτι πλέον ἢ παναθλία. Gu. Fl. 6. 9. 21. 56. 59. 76. κἆτι τἆλλα. Gr. κἄτι ἔκθλιψις καὶ κρᾶσις. τὸ δὲ πάθος ἦν συναλοιφή. Gu. ἔτι. Ἀττικὴ ἡ συναλοιφή. B.

668. ὄλωλας: ἐφθάρης. Gr. ἀπωλέσθης. ὄλωλα ἐγὼ, ὠλωλέκειν δὲ ἕτερον. Gu. κοὐκέτʼ εἶ: οὐδαμῶς ὑπάρχεις, ἤγουν ἀπέθανες. Gr. γράφεται· οὐκ ἔως ἐζώσας (sic) ζῆς. Fl. 33. οὐκέτι βλέπεις φάος καὶ ζῶσα οὐ ζῆς. Fl. 17.

669. ἄνανδρος ἡ μὴ ἔχουσα ἄνδρα καὶ ἡ ἔχουσα καὶ ἀποβαλομένη, ὡς ἐνταῦθα, καὶ ἄνανδρος ὁ δειλός. Gr.

ἐξεφθαρμένη: παντελῶς διεφθαρμένη. Fl. 17. 33. κατὰ πολὺ ἀφανισθεῖσα. Gu.

670.—673. οὐ καινὸν εἶπας: οὐ νέον εἶπας, εἰδόσι δʼ ὠνείδισας, ἤτοι εἰς ὀνειδισμὸν προέφερες. διὰ τί δὲ ἦλθές μοι φέρουσα τόνδε τὸν νεκρὸν τῆς Πολυξένης, ἧς ὁ ἐνταφιασμὸς ἐδηλώθη ἡμῖν ὑπὸ πάντων τῶν Ἑλλήνων σπουδάζεσθαι. I.

οὐ καινὸν εἶπας: νομίζουσα ἡ Ἑκάβη ὅτι ἡ θεράπαινα τὸν τῆς Πολυξένης φέρει νεκρὸν, καὶ διʼ ἐκεῖνον ἀποκλαίεται, καὶ τέλος δʼ εἰς ταύτην αὐτὴν λέγει, οὐ παράδοξόν τι λέγεις, γινώσκουσι δὲ ἡμῖν τὴν λύπην λέγεις. διὰ τί δὲ φέρεις τὸν νεκρὸν τῆς Πολυξένης ἐνταῦθα ταφῆναι ἀτίμως καὶ κρυφίως, ἧστινος ὁ τάφος ἀπηγγέλθη γενέσθαι ἔμπροσθεν πάντων Ἀχαιῶν ἐνδόξως καὶ ἐντίμως, πάντων [*](19. ζῶσα οὐ ζῇς] Hoc etiam in B. In M. βλέπουσα φῶς καὶ ζῶσα οὐ ζῇς.)

389
τῶν Ἑλλήνων συνεργούντων ἐπὶ τῷ τάφῳ, ἤγουν τῇ ταφῇ αὐτῆς. Fl. 59. εἰδόσιν: εἰδυίαις. Ἀττικῶς. Gr. ὠνείδισας: τὴν σφαγὴν τῆς Πολυξένης ἀνέμνησας, εἶπας. Fl. 59. εἰδόσι προήγαγες τὰ δυστυχήματα ὀνειδίζειν γάρ ἐστι τὸ προφέρειν δυστυχήματα. Fl. 21. 59. παροιμιακῶς. Gu.

671. ἀτὰρ τί: στικτέον εἰς τὸ τί, ἵνα καθʼ ὑπόκρισιν ᾖ ἡ ἐρώτησις. A.B.M. Fl. 21. 33. εἰς ἀγγεῖον ἐσκεπασμένον βασταζούσης τῆς θεραπαίνης τὸν Πολύδωρον ἰδοῦσα ἡ Ἑκάβη τὸ ἀγγεῖον ἔξωθεν ἐδόκει ὡς τὸ τῆς Πολυξένης σῶμά ἐστι, καί φησι, τί τὸ Πολυξένης σῶμα κομίζεις, ἧς ἀπηγγέλθη τάφος σπουδαζόμενος παρὰ τῶν Ἑλλήνων; A.

ἀτὰρ τί: τί δέ. Fl. 6. 9. 56. 59. 76. Gr. διὰ τί. Gu. νεκρόν: ἐνόμισεν ἡ Ἑκάβη τὴν Πολυξένην εἶναι. Fl. 33.

672. ἀπηγγέλθη: ἐδηλώθη ἡμῖν ὁ ἐνταφιασμός. Gr. ἐμηνύθη μοι παρὰ Ταλθυβίου. Gu. τάφος: ἐνταφιασμός. B.

673. πάντων Ἀχαιῶν: ἐπειδὴ ἤκουσεν ὅτι οἱ μὲν αὐτὴν ἐφυλλοβόλουν τιμῶντες, αἱ δὲ ξύλα παρεκόμισαν εἰς τὴν πυρκαϊὰν, ταῦτά φησιν. A. Fl. 33. 59.

διὰ χερός: κομισάντων εἰς τὴν πυρκαϊὰν φύλλα καὶ ξύλα. Fl. 10. σπουδὴν ἔχειν: ἐπιμέλειαν. Gu. ἀγῶνα. Fl. 59. ἤγουν σπουδάζεσθαι. Fl. 59. Gr. τιμήν. Fl. 33.

674. ἡ δʼ οὐδὲν οἶδε: κατʼ εἰρωνείαν. B. ἥδε ἡ Ἑκάβη οὐδὲν γινώσκει, ἀλλὰ θρηνεῖ τὴν Πολυξένην μοι, νέων δὲ πημάτων οὐκ αἰσθάνεται. I. ἡ θεράπαινα πρὸς τὰς τοῦ χοροῦ γυναῖκάς φησιν, οὐ πρὸς τὴν Ἑκάβην. B.

ἥδ᾿: αὕτη. Fl. 56. ἀποστροφὴ πρὸς τὰς γυναῖκας. Fl. 21. καθʼ ἑαυτὴν τοῦτο λέγει. Gr. μοι: ἕνεκά μου. Fl. 17. παρέλκον. Fl. 59. ὑπʼ ἐμοῦ κινηθεῖσα. Gu.

675. νέων δὲ πημάτων: τῆς νεαρᾶς βλάβης οὐχ ἅπτεται, ἤτοι τοῦ ἀποθανεῖν τὸν Πολύδωρον. Ἄλλως. τῆς νέας βλάβης, ἤγουν [*](4. προφέρειν M. pro φέρειν, quod 6. στικτέον] ὑποστικτέον  A. στικτέον προσφέρειν scriptum in B. et Flor. in annotatione simili p. 387, 10. 10. 25. 33. in quibus similis legitur ib. ἵνα om. Fl. 21. 33. annotatio. In M. duae sunt ib. ᾖ ἡ] εἴη A. ᾖ om. Fl. 21. 33. annotationes, προήγαγες τὰ δυστυχήματα, 17. ταῦτά φησιν om. Fl. 33. 59. et ὀνειδίζειν ἐστὶ τὸ προφέρειν 30. Ἄλλως addidi. δυστυχήματα.)

390
τῆς τοῦ Πολυδώρου σφαγῆς καὶ τῆς ἐν θαλάσσῃ τούτου ἀπορριφῆς οὐκ αἰσθάνεται. A. ἤγουν τῆς Πολυδώρου σφαγῆς καὶ τῆς ἐν θαλάσσῃ τούτου ἀπορριφῆς. Gu. νεων φησὶν ὡς προγεγονυίας τῆς σφαγῆς τῆς Πολυξένης. Gr. οὐχ ἅπτεται: οὐκ αἰσθάνεται. Gr. οὐ λαμβάνει αἴσθησιν. Gu. τῶν κατὰ τὸν Πολύδωρον. B. M.

676. οἲ ἐγώ: φεῦ, τάλαινά εἰμι ἐγώ. ἄρα φέρεις δεῦρο τὸ βακχευτικὸν κάρα τῆς μάντεως Κασάνδρας; I. βακχεῖον κάρα τῆς Κασάνδρας λέγει τὸ μανικὸν, ὡς μαντικῆς· οἱ γὰρ μάντεις θείᾳ μανίᾳ κατεχόμενοι μαντεύονται. φησὶ γὰρ Πλάτων ἐν Γοργίᾳ ὡς ἡ μαντικὴ μανικὴ οὖσα πρῶτον, προστεθέντος τοῦ τ, μαντικὴ γέγονεν. Gu. I.

οἲ ᾿γὼ τάλαινα: ἡ Ἑκάβη φησὶ, φεῦ ἐγὼ ἀθλία· εἶτα τὴν θεράπαιναν ἐρωτᾷ βλέπουσα ἀγγεῖον ἐσκεπασμένον βαστάζουσαν, ἐν ᾧ ἦν ὁ Πολύδωρος, ἄρα τὴν Κασάνδραν βαστάζεις: ἡ δὲ θεράπαινά φησι πρὸς τὴν Ἑκάβην, τὴν ζῶσαν λέγεις, τὸν θανόντα δʼ οὐ στένεις καὶ κλαίεις τοῦτον. ἐπιδεικνύει γὰρ αὐτῇ τὸν νεκρὸν τοῦ Πολυδώρου. A. μῶν: ἆρα. M. Gr. τὸ μῶν ἀντὶ τοῦ ἆρα ἀπὸ τοῦ μὴ οὖν γίνεται κατʼ ἐκβολὴν τοῦ η καὶ τροπῇ τοῦ οῦν εἰς ῶν. Gr. βακχεῖον: τὸ μαντικὸν τὸ τῷ βακχείῳ συνδιατιθέμενον. B. M. Ἄλλως. κινητικὸν ἢ σύντονον, ἢ ἀντὶ τοῦ θρηνητικόν. Ἄλλως. οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν γυναικεῖον νόμον, ἀλλʼ ἐξ ἀλαστόρων τινός. B. ἡ Κασάνδρα μάντις καὶ ὁ Ἕλενος. B. μαντικόν. Fl. 17. 76. μανικόν. Fl. 10. 33. 59. τὸ μαντικὸν, τὸ ἐνθουσιαστικὸν κάρα, ἤγουν τὸ σῶμα, ἀπὸ τοῦ κρείττονος μέρους τὸ ὅλον, ὡς φαμὲν καὶ ἱερὰν κεφαλὴν, τῆς μάντεως Κασάνδρας φέρεις, I.