Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

677. θεσπιῳδοῦ: τῆς μάντεως. Gr. τῆς μαντικῆς, χρησμῳδοῦ. Gu. τῆς ἐπὶ τὰς θυσίας μαντευομένης. Fl. 33. τῆς τὰ θεῖα λεγούσης. Fl. 33. θεσπιῳδὸς ἐτυμολογεῖται ἀπὸ τοῦ θεὸς καὶ τοῦ ἔπω τὸ λέγω καὶ τοῦ ᾠδὴ ἡ τραγῳδία, ὁ τὰ θεῖα λέγων. Fl. 6. 25.

678.—680. ζῶσαν λέλακας: τὴν ζῶσαν εἶπας, τὸν θανόντα δὲ [*](8. μαντικῆς] μανικῆς I. In his lacuna essevidetur post κεφαΓοργίᾳ] 9. Phaedro p. 244 C. λήν, fortasse sic explenda: κεφαλήν. 19. συνδιατιθέμενον] διατιθέμενον M. ἦ τὴν κεφαλὴν τῆς μ. Κ. φ. Ceterum 23. τὸ μαντικὸν et κάρα e Gr. addi. in I. hoc scholion sequitur post pa- di, in quo desunt ultima: τὸ ὅλον etc. raphrasin v. 6S1—687. MATTH.)

391
τόνδε οὐ θρηνεῖς. ἀλλʼ ἄθρησαι καὶ ἴδε σῶμα νεκροῦ γυμνωθὲν, ἐπεὶ φανεῖταί σοι ἔκπληξις καὶ παρὰ προσδοκίαν. I.

λέλακας: ἀντὶ τοῦ εἶπας ἢ θρηνεῖς. B. εἴρηκας. Gr. τὸ λέλακας ἐπὶ ὄρνιθος μόνον λαμβάνεται, ὡς καὶ Ἡσίοδός φησι δαιμονίη, τί λέληκας:” περὶ αἠδόνος λέγων. ὁ δὲ παρὼν τραγῳδὸς καὶ ἐπὶ τοῦ ἀνθρώπου ἐδέξατο τοῦτο. A. Gu.

679. ἄθρησον: θέασαι, βλέψον. Fl. 6. 9. 21. 56. 59. 76. ἴδε, θέασαι. Gu. ταῦτα λέγουσα ἀνακαλύπτει τὸν νεκρόν. A.B.M. γυμνωθέν: ἀνακαλυφθέν. ἀνακαλύπτει τὸ σῶμα τοῦ Πολυδώρου ταῦτα λέγουσα. Gr. περικεκάλυπτο γὰρ τῷ αὐτῆς πέπλῳ. Gu.

680. εἰ: ἵνα, ὅπως. Fl. 59. ἐπεί. Gr. θαῦμα: ἔκπληξις. Gu. παρʼ ἐλπίδας: ἐξαίφνης. Fl. 59. προσδοκίαν. Gu.

681.—687. οἴμοι: βλέπω δὲ τὸν ἐμὸν παῖδα Πολύδωρον τεθνηκότα, ὃν ἐφύλαττεν ἐμοὶ ἐν τοῖς οἴκοις ὁ Θνρᾲξ Πολυμήστωρ. ἀπωλόμην ἡ δύστηνος, οὐκέτι δὴ εἰμί. ὦ τέκνον, αἶ αἶ, κατάρχομαι μελῶν μανικῶν, ἀρτιμαθὴς οὖσα δηλονότι κακῶν ἐξ ἐχθροῦ τινός. I.

682. μοι: ἕνεκα ἐμοῦ: Fl. 17. ἐξ ἐμοῦ. Gr.

683. ἀπωλόμην: ἐφθάρην. Fl.17. 21. ἀπωλέσθην. Gu. δύστηνος: ἤγουν ἡ ἀθλία. Fl.17. ζητητέον ἐπὶ τοῦ “οὐκέτʼ εἰμὶ δὴ, ἀπωλόμην δύστηνος” διὰ τί κάβη, καὶ πρότερον ἔχουσα λύπας πολλὰς τῶν τε παίδων καὶ τοῦ ἀνδρὸς αὐτῆς, καὶ ἀλλοτρόπως θρηνοῦσα, οὐκ εἶπε καὶ τότε τὸ “οὐκέτʼ εἰμὶ δή.” καὶ φαμὲν ὅτι πρότερον πολλὰς ἔχουσα λύπας, ὅμως ἐθάρρει εἰς τὸν Πολύδωρον, ὅπως, ἀνατραφέντος τούτου, κρατήσῃ πάλιν τὴν Τροίαν, καὶ γενήσεται διάδοχος τοῦ πατρὸς αὐτῆς, καὶ ἔσται ἡ γενεὰ αὐτῆς ὡς καὶ πρότερον· νῦν δὲ ἰδοῦσα καὶ τοῦτον σφαγέντα, ὡς μὴ ἔχουσα ἄλλον τινὰ παῖδα, εἰς ὃν ἔχει τὴν ἐλπίδα, ἀποκλαίουσα ἑαυτὴν λέγει, ἕως τοῦ νῦν εἶχόν τινα ἐλπίδα εἰς τὸν Πολύδωρον, ἀπὸ τοῦ νῦν δὲ οὐκέτι ὑπάρξω ἔχουσα ἐλπίδα εἰς τὸ κρατῆσαι καὶ αὖθις τὴν Τροίαν. Fl. 59.

[*](3. ἀντὶ τοῦ εἶπας] Sic etiam M. δός recentem produnt acholii aucSolum εἴπας est in Gu. torem. Locus Hesiodi est Op. 207. ib. τὸ λέλακας—] Pars hujus 10. π. γὰρ τῶ αὐτῆς πέπλῳ] Haec scholii est etiam in Fl. 25. usque habet etiam Bar. 74. Priora ha- ad τί λέλακας. Proxima in Gu. sic bent etiam Flor. 10 33. ταῦτα scripta ἐπὶ μόναν ὀρνίθων λέγεται, ὡς καὶ λέγ. ἀνακ. τὸν νεκρὸν τοῦ Π. ἡ Πολύἐσίοδος, δαιμονίη—καὶ ἐπὶ ἀνθρώπων βοια. MATTH. ἐδέξατο τοῦτο. Verba ὁ παρῶν τραγῳ-)
392

685. κατάρχομαι: εὕρηται τὸ ἄρχω καὶ παρὰ Πινδάρῳ αἰτιατικῇ “ἄρχε δὲ οὐρανῶ πολυνεφέλα κρέοντι,(θύγατερ, δόκιμον ὕμνον.” εὕρηται δὲ καὶ ἔν τινι τῶν παλαιῶν οὕτως. l. ἀρχὴν ποιοῦμαι. Gu. νόμων: μελῶν. Gr. νόμος γὰρ τοῖς μαινομένοις θρηνεῖν. Gu. κατάρχομαι γόων ἤγουν θρηνητικῆς ᾠδῆς· νόμους γὰρ οἱ παλαιοὶ τὰς ᾠδὰς ἔλεγον. Fl. 17. 21. 25. καὶ γὰρ αὕτη ἡ λύπη ἀφόρητος οὖσα οὐκ ἐῷ με τοῦτο φέρειν, ἀλλὰ ποιεῖν ὡς μαινομένη βάκχη. Fl. 21. ἀρχὴν ποιοῦμαι τοῦ θρήνου τὸν βακχεῖον νόμον· οἱ γὰρ βακχευόμενοι μαινομένοις ἐοίκασιν. ἦλθε δὲ εἰς ἡμᾶς ἡ ἀρχὴ τοῦ θρήνου τούτου ἐξ ἀλάστορός τινος, ἤγουν κακῆς τύχης, ἢ ἐκ τοῦ ἀλάστορος, ἤγουν τοῦ Πολυμήστορος, ἀρτίως μαθοῦσα τὰ νῦν κακά. Fl. 59. ἀρχομένη λέγει τὸ αἳ αἴ, ὅπερ ἐστι νόμος ἀπὸ τῶν Βακχῶν· αἱ γὰρ Βάκχαι πρῶτον τὸ αῖ ἐξεφάνησαν. Fl. 33.

685. αἰαῖ κατάρχομαι νόμον: κατάρχομαι γόων βακχείων ἐξ ἀλάστορος, οὐκ ἐκ Διονύσου τὸν βακχεῖον νόμον μαθοῦσα, ἀλλʼ ἀπό τινος ἀλάστορος· οἱ γὰρ γόοι τῶν Βακχῶν μεθʼ ἡδονῆς γίνονται·  μαινόμεναι γὰρ οὐ λυποῦνται. καί φησι καὶ κάβη, καὶ ἐγὼ βακχείων γόων κατάρχομαι, ἀλλʼ ἐξ ἀλάστορος καὶ ἀηδόνου δαίμονος· οὐ γὰρ ἡδονὴν ἔχει ὁ ἐμὸς γόος ὥσπερ ὁ τῶν Βακχῶν δαίμων. Ἄλλως. ταῦτα λέγουσα ἀνακαλύπτει τὸν νεκρὸν, οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον. ἀρτιμαθὴς δέ ἐστιν ἀπηρτισμένα μαθοῦσα ὑπὸ τοῦ ὀνείρου. Ἄλλως. οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον, ἀντὶ τοῦ τῆς θρηνητικῆς ᾠδῆς. νόμους γὰρ ἔλεγον οἱ παλαιοὶ καὶ τὰς ᾠδάς. ἀρτιμαθὴς ἀντὶ τοῦ ἀπηρτισμένως καὶ ὑγιῶς καὶ ἀρτίως μαθοῦσα τὰ κακὰ ὑπὸ τοῦ ὀνείρου οὗ εἶδεν ἔνθα φησὶν “εἶδον γὰρ βαλιὰν ἔλαφον” καὶ τὰ ἑξῆς. A.

Βακχεῖον: Βάκχαι ἱέρειαι ἦσαν τοῦ Διονύσου, καὶ κατεχόμεναι ὑπʼ ἐκείνου ἐδόκουν μαίνεσθαι, ἄνετοι οὖσαι τὰς κόμας καὶ τὰ ἱμάτια περιερρηγμέναι, βοῶσαι τῷ Διονύσῳ ἴακχε ἴακχε· ἐντεῦθεν γὰρ καὶ Βάκχαι ἐκλήθησαν. Βακχείων οὖν ἐνταῦθα νόμων λέγει τῶν μανικῶν, [*](1. Πινδάρῳ] Nem. 3, 16. ἔλεγον οἱ παλαιοὶ τὰς ᾠδάς. Huc us- 3. παλαιῶν] ἀντιγράφων add. ing. que etiam M. βακχεῖον δὲ κινητικὸν 4. κατάρχομαι—ἔλεγον] In B. νό- —τινος (ut in scholio ad v. 676.) μον(νόμων superscripto γρ. γόων M.): 14. βακχείων] βακχεῖον A. ἀντὶ τοῦ θρηνητικῆς ᾠδῆς· νόμοις γὰρ 25. ἔνθα φησὶν] V. 90.)

393
καὶ οἷς χρῶνται αἱ Βάκχαι, ὑμνοῦσαι τὸν θεόν. γράφεται δὲ καὶ βακχείων γόων. Gu. I.

βακχείων: μανικῶν. Gr. παραφρονεῖν ποιούντων, ἢ θρηνητικῶν. Gu. ἤγουν τοῦ Διονύσου. Fi. 17. βακχεῖον δὲ θρηνητικὸν ἢ κινητικὸν ἢ σύντονον, ἀλλʼ οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον, ἀλλὰ ἐξ ἀλάστορος, ἤγουν πονηροῦ δαίμονος· οἱ γὰρ γόοι τῶν βακχείων μεθʼ ἡδονῆς γίνονται, ὁ δʼ ἐμὸς οὐς οὕτως. Fl. 25. κινητικὸν ἢ σύντονον, ἢ ἀντὶ τοῦ θρηνητικὸν, ἢ τὸν τῷ βακχείῳ διασυντιθέμενον, οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον. Fl. 33. ἐξ ἀλάστορος: ἐχθροῦ. Gr. τοῦ Πολυμήστορος. Gu. ἐξ ἐχθροῦ, φθονηροῦ (πονηροῦ, ut 6.). ἐξ ἐχθροῦ δαίμονος. Fl. 21. κακοποιοῦ δαίμονος. Fl. 17. ἐκ κακοῦ δαίμονος. Fl. 21. 59. ἀλάστωρ κυρίως λέγεται ὁ φονεὺς, ἢ ὁ ἄλαστα καὶ ἀλάθητα ἔργα ποιῶν· οὐδέποτε γὰρ δύναται κρυβῆναι ὁ φόνος· ἢ ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶμαι· ὁ γὰρ φονεύσας τινὰ κατὰ τὴν παλαιὰν συνήθειαν ἐξήρχετο τοῦ τόπου αὐτοῦ, καὶ περιπατῶν κατὰ τόπους ἐπλανᾶτο ἔνθεν κἀκεῖθεν, ζητῶν τὴν ἴασιν τοῦ φόνου οὗ ἔπραξεν, ἕως οὗ ἔζη. μαρτυρεῖ δὲ τοῦτο καὶ Ὅμηρος, εἰς τὸν Βελλεροφῶντα πλανώμενον λέγων “ἤτοι ὁ καππεδίου τοῦ Ἀληΐου οἶος ἀλᾶτο,” ἤγουν μόνος. Ἀλήϊον δὲ ἀκὸ τοῦ ἀλῶ τὸ πλανῶμαι. Fl. 59. ἀλάστωρ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ λήθη, ὁ διάβολος, ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶ, καὶ ὁ φθορεὺς ἀπὸ τοῦ ἁλίσκω.

686. ἀρτιμαθής: ἐξ ὁλοκλήρου μαθοῦσα τὰ κακά. B. ἀρτίως ἀντὶ τοῦ νεωστὶ, καὶ ἀρτίως ἀντὶ τοῦ ὁλοκλήρως. ἐνταῦθα οὖν ἀρτιμαθὴς κακῶν, ἀντὶ τοῦ ἀρτίως καὶ νεωστὶ ἕτερα μαθοῦσα κακά. Gu. I. ἢ τελεία οὖσα εἰς μάθησιν. Gu. ἀρτιμαθὴς κακῶν: γρ. ἀρτιμαθῆ νόμον. ἀρτιμαθὴς δὲ ἀπηρτισμένως μαθοῦσα, ἢ ἀρτίως μαθοῦσα ὑπὸ τοῦ ὀνείρου. B. M. ἡ μαθοῦσα τὰ κακὰ ἄρτι, ἡ πάντα [*](8. ἢ ἀντὶ] ἢ om. Fl. 33. Addidi 26. ἢ τελεία οὖσα εἰς μάθησιν] ex M. qui post θρηνητικόν pergit, Haec e Gu. accesserunt, in quo vv. ἄλλως οὐκ ἐκ δ. μ. τὸν β. νόμον:— ἀρτίως καὶ νεωστὶ ἔτ.—μάθησιν inter ib. διασυντιθέμενον] Immo συνδια- lineas scripta sunt. Idem scho- τιθέμενον, ut 9. 390, 19. lion est in marg. ab eadem manu. 17. Ὅμηρος] Il. 6, 201. In eo desunt ultima ἢ τελεία etc. 24. ἀντὶ τοῦ νεωστὶ] ἀντὶ τοῦ MATTH. om. l ib. κακῶν: γρ. ἀρτιμαθῆ om. B. ib. ἀρτίως ἀντὶ] ἀρτίως om. Gu.)

394
τὰ κακὰ διελθοῦσα. Fl. 33. τῶν τοῦ υἱοῦ αὐτῆς ἀρτίως μαθοῦσα. Fl. 59. ὑπʼ ὀνείρου. Fl. 6. ἀπηρτισμένη, μαθοῦσα ἀπὸ τῶν ὀνείρων. Fl. 10.

687. ἔγνως γάρ: ἤδη ἐπέγνως τὴν ἀληθῆ αἰτίαν καὶ τὸ συμβὰν περὶ τὸν παῖδά σου. A. ἐνόησας. B. ἔγνως δὴ, ὦ δύστηνε, τὴν βλάβην τοῦ παιδός σου. I. ἄτην: ἤγουν ὑπὸ τίνος πεφόνευται. Gu. ὦ δύστηνε σύ: ἢ κατὰ ἀπόφασιν. Gu. λείπει τὸ οὖσα. B. M.

688. ἄπιστʼ ἄπιστα: τουτέστιν, οὐ πιστεύεσθαι δυνάμενα βλέπω, ἕτερα δὲ κακὰ ἀπὸ ἑτέρων κακῶν κυρεῖ, ἀντὶ τοῦ ἐντυγχάνει, ἡμῖν δηλονότι, οὐδέποτε καταλήψεται ἐμὲ ἡμέρα χωρὶς δακρύων καὶ χωρὶς στεναγμῶν. I.

ἄπιστα: οὐ πιστεύεσθαι δυνάμενα. Gr. ἀπροσδόκητα, ἃ εἰ ἔκ τινος ἤκουον, οὐκ ἐπίστευον. Gu. οὐ πιστεύεσθαι δυνάμενα, παράδοξα, ἃ οὐκ ἤλπιζον μηδεμίαν ἔχοντα πίστιν, βλέπω. Fl. 59. 76. διττολογεῖ τὸ πάθος σφόδρα σχετλιαστικὸν ὁ τραγῳδὸς ἐν τῇ τραγῳδίᾳ ποιῶν. Fl. 33. τὸ ἐπαναλαμβάνειν τοὺς αὐτοὺς λόγους ἐν τῷ θρηνεῖν σφόδρα σχετλιαστικὸν καὶ πάθος ἐγεῖρον ἐν τῇ τραγῳδίᾳ. A.B.M. Fl. 10. 21. καινά: παράδοξα. Gr. διὰ τὸ άνέλπιστον. Gu.

689. ἕτερα δʼ ἀφʼ ἑτέρων: μεθʼ ἕτερα εὐθὺς κατὰ διαδοχήν. Fl. 6. 9. 21. 5. 59. 76. Gr. κυρεῖ: τυγχάνει. B. M. ἐπέρχεται. B. rec. ἐντυγχάνει ἡμῖν. Gr. καταλαμβάνει ἐμὲ, ἐπιγίνεται, ἐπέρχονται. Gu. ὑπάρχει. Fl. 17. κυκλεῖ ἡμᾶς. Fl. 21.

690. ἀδάκρυτον: χωρὶς δακρύων. Gr. ἀστένακτον: χωρὶς στεναγμῶν. Gr. πρὸς μὲν τὸ ἡμέρα τὸ ἀδάκρυτος καὶ ἀστένακτος ἀποδοτέον, πρὸς δὲ τὸ ἐμὲ ἀδάκρυτον καὶ ἀστένακτον. Gu. δακρύων καὶ στεναγμῶν μὴ μετέχουσα. M. Fl. 10. 21. 33.

691. ἐπισχήσει: καταλήψεται. Gr. καταλάβῃ, κωλύσει. Gu. κατέλαβε. Fl. 59. παύσει ἢ σχήσει ἐμέ. Fl. 21.

692. δεινά: χαλεπά. Gr. Fl. 6. 9. 21. 56. 59. 76. τὸ τῆς Ἑκάβης πάθος οἰκεῖον ὁ χορὸς λογίζεται, ὡς βασιλίδος οὕσης πρόναγμῶν. σθεν αὐτῆς. Gu.

[*](18. ἐγεῖρον M. ἀγεῖρον Fl. 10, 21., etiam in I. omittit B. In A. θρηνεῖν ὅτι ἐν τῇ τ. 25. δ.—μετέχουσα] δ. στεναγμῶν διεγερμὸν καὶ σφόδρα σχ. πάθος ἐν θ.η- (στεναγμάτων Fl. 10. 33 ) μὴ τετυ- χοῦσα (μήτε τυχοῦσα Fl. 21.) M. FI. νῳδίᾳ :— 24. πρὸς μὲν—ἀποδοτέον] Haec 21.)
395

693.—695. ὦ τέκνον: ὦ τέκνον ἀθλίας μητρὸς, τίνι μόρῳ ἔθανες, τίνι τύχῃ κεῖσαι, πρὸς τίνος ἀπὸ τῶν ἀνθρώπων: μόρῳ μὲν, τῷ θανάτῳ· πότμῳ δὲ, τῇ προφάσει. ἵνʼ ᾖ, ποίῳ θανάτῳ καὶ ποίᾳ προφάσει: ἢ τίς ὁ ἀνελών σε: εἰπὲ, τέκνον. I.

ὦ τέκνον: ὁ λόγος πρὸς τὸν Πολύδωρον. Gr. ὡς ἐμψύχῳ τῷ σώματι προσδιαλέγεται. Gu.

695. τίνι μόρῳ: θανάτῳ, ἤγουν ποίῳ τρόπῳ θανάτου. Gr. μόρος ἀπὸ τοῦ μερίζεσθαι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. Gu. θνήσκεις: ἀντὶ τοῦ ἔθανες. Gr. πότμω: τύχη, ἤγουν διὰ ποίαν αἰτίαν. Gr. δυστυχίᾳ. Gu. προφάσει, δυστυχίᾳ. Fl. I0. 21. κεῖσαι: ἀποθνήσκεις. Fl. 17. ἔθανες. Fl. 21.

696. πρὸς τίνος: ἀπό. Gr. παρὰ Fl. 56. Gu. παρὰ τίνος ἀνθρώπων (ὑπὸ τίνος τῶν ἀ. FI. 10. 21.) ἐφονεύθης. Fl. 10. 21. 59. παρὰ τίνος διόλλυσαιι. Fl. 17.

οὐκ οἶδα: οὐ γινώσκω· κυρῶ δὲ, ἀντὶ τοῦ εὗρον καὶ κατέλαβον αὐτὸν ἐπὶ τῷ αἰγιαλῷ. ἐκβεβλημένον ὑπὸ τῆς θαλάσσης, ἢ πτῶμα ὑπὸ δορὸς φονικοῦ, ἤτοι ὑπό τινος φονευθέντα: ἐξήνεγκεν αὐτὸν ὁ πελάγιος κλύδων τοῦ πόντου ἐν ψαμάθῳ λευρᾷ, ἤτοι πλατείᾳ καὶ ὁμαλῇ. I.

οὐκ οῖδʼ: ὁ τῆς θεραπαίνης λόγος πρὸς τὴν Ἑκάβην, τῆς Ἑκτάβης πρὸς τὸν παῖδα λεγούσης. τοῦτο δὲ συμβαίνει οὕτω γίνεσθαι ἐν ταῖς λύπαις. Gr. κυρῶ: εὗρον, ἔτυχον. B. M. ἐντυγχάνω. Fl. 10.

698. ἔκβλητον: ἀποπνιγέντα ὑπὸ θαλάσσης καὶ ἐκβεβλημένον, ἢ ἀναιρεθέντα ξίφει. πέσημα γὰρ τὸ πτῶμα. B. πεπνιγμένον. Gr. ἐκπεπνιγμένον καὶ ἐκβεβλημένον ὑφʼ ἁλός. Gu. τουτέστιν ἐκριφθέντα τῆς θαλάσσης. Fl. 17. ἤγουν τετρωμένον (om. 25.), ἤγουν ἀποπνιγέντα ὑπὸ (10. 21. ἀπὸ) θαλάσσης. Fl. 10. 21. 25. 59. πέσημα: πτῶμα. M. Gr. ἢ ὑπό τινος φονευθέντα. Gu. ἢ ἀναιρεμόρῳ [*](2. μὲν—τέκνον sunt etiam in 23. ἀποπνιγέντα ἀπὸ (sic)—ξίφει Fl. 33. qui post προφάσει addit πρὸς sunt etiam in M., omisso καὶ ἐκβε- τίνος. καταλάβει δὲ ἵν᾿  ᾖ —post βλημένον, sed cum gl. interlin. ἐκβε- ἀνελών σε autem εἴτε ὥστε διαφέρει βλημένον. In A. φονίου δορός: ἀποπνιγένπότμος καὶ μόρος. πότμος μὲν γάρ ἐστι τος ἀπὸ τῆς θ. ἢ ἀναιρεθέντος τῷ φονικῷ τὸ αἴτιον. MΑTTH. μόρηῳ—τέκνον δόρατι ὑπό τινος ἀνδροφόνου, εἶτα εἰς θά- sunt etiam in A B. M. qui post τῇ λασσαν ῥιφέντα. προφάσει addunt πρὸς τίνος δὲ ὑπὸ τίνος.)

396
θέντα ἐν ξίφει (ἐκ ξίφους 17. ξίφοις 10. 21. ξίφει 33. τῷ ξίφει 10. 59.). πέσημα γὰρ τὸ πτῶμα. Fl. 25.