Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

613. —615. προθῶμαι: εἰς τὸ μέσον θήσω, ὡς μὲν ἀξία, ἐστὶ δηλονότι, πόθεν; οὐδαμῶς δυναίμην. (τὸ πόθεν καὶ τὸ οὐδαμῶς ταυτὸ σημαίνει· διαφέρουσι δὲ κατὰ τοῦτο, ὅτι τὸ μὲν πόθεν ἐμφαίνει ἐρώτησίν τινα, τὸ δὲ οὐδαμῶς τελείαν ἀπόφασιν.) ὡς δὲ ἔχω καὶ δύναμαι ποιήσω. ταῦτα λέγει ἀποβλέπουσα πρὸς τὴν πρόσθεν αὐτῇ προσοῦσαν εὐδαιμονίαν καὶ τὴν νῦν ἀπορίαν. I. τὸ τε τοῦ [*](7. δυστυχῇ παρθένον etiam in M. 12. προθήσειν scripsi pro προθῆσαι. 8. ἔθος] ἔθνος Fl. 33. Correxi 15. εἰποῦσα] εἰπὼν Gu. ex scholio quod B. a m. sec. habet, 16. τῆς μ. μὴ τελεσθείσης] μὴ τῆς νύμφην δὲ ἄνυμφον καὶ παρθένον ἀπάρθενον μνηστείας τετελεσμένης Gu. ἐν ἴσῳ τὸ (corr. τῷ) κακόγαμον ib. μὲν τὸ] μὲν τὴν I. καὶ δυστυχῆ παρθένον. σημείωσαι δὲ 27. ταῦτα King. πόθεν ταῦτα I. πρὸς τὸ τραγικὸν ἔθος:— 28. τὸ τε τοῦ] τὸ δὲ King. 11. τραγικὸν] στρατιωτικόν Fl. 33.)

375
κόσμον τʼ ἀγείρασα πρὸς τὸ ὡς δʼ ἔχω οὕτως ἐστὶν, ἀξίως μὲν οὐκ ἂν δυναίμην αὐτὴν λοῦσαί τε καὶ προθέσθαι· ὡς δὲ ἔχω, ποιήσω τοῦτο καὶ ἀγείρασα κόσμον ἀπὸ τῶν αἰχμαλωτιδων. Gu. I. προθῶμαι: προθήσω. Fl. 6. 10. ποιήσω. Fl. 56. προθήσω ἀντὶ τοῦ θάψω. M. Fl. 21. θάψω. Fl. 10. 17. νεκρὸν ἔμπροσθεν πολλῶν θήσω. Gr. εἰς μέσον θήσω. Gu. ὡς δʼ εὐπορῶ, προθήσω. M. ὡς: καθά. Fl. 59. 76. ἀξία: ὑπάρχει. Fl. 59. 76. ἐστί. Fl. 17. πόθεν: οὐδαμῶς. Gr. γράφεται ποθὲν, ἀντὶ τοῦ ἀπό τινος πράγματος. Gr. προθῶμαι: προθήσομαι. ἀντὶ τοῦ θάψω, ὡς μὲν ἀξία ἡ παρθένος προτεθῆναι οὐκ ἄν δυναίνην προθεῖναι αὐτήν· πόθεν γάρ; ὡς δὲ ἔχω προθῶμαι αὐτὴν κόσμον ἀγείρασα παρὰ τῶν αἰχμαλωτίδων, ἵνʼ ᾖ περιττὸς ὁ τε. τὸ πόθεν δὲ ἀντὶ τοῦ οὐδαμῶς. ἔστι δὲ ἐπίρρημα ἀρνήσεως. B. a m. sec. ὡς μὲν ἀξία ἐστὶν ἡ παρθένος προθῶμαι αὐτὴν, πόθεν; μὴ ἔχουσα τὰ ἄξια αὐτῆς· ὡς δὲ δύναμαι προθῶμαι αὐτὴν κόσμον ἀγείρασα αἰχμαλωτίδων πάρα, ἵνʼ ᾖ περιττὸς ὁ τε. ὡς μὲν ἀξίως αὐτὴν προθῶμαι οὐκ ἄν δυναίμην, ὡς δὲ ἔχω, οὕτως αὐτὴν προθῶμαι. A.B.M. Fl. 59. προθήσω ἐπὶ τῷ κλαῦσαι αὐτήν. ὡς μὲν ἀξία, πόθεν; ἐπεὶ γὰρ βασιλὶς ἦν, ἀξία ἦν καλλωπισθῆναι ἐν τῷ θανάτῳ αὐτῆς, ὡς νύμφης, πολυτελῶς, οἷα τὰ τῶν βασιλέων. μὴ ἔχουσα δὲ ἡ Ἑκάβη λέγει πόθεν, ἀντὶ τοῦ οὐδαμῶς ἔχω τινὰ καλλωπίσματα ἁρμόζοντα τῇ θυγατρί μου. τοιοῦτον γάρ ἐστι τὸ πόθεν, ἤγουν πόθεν ἔχω εὑρεῖν ταῦτα; οὐδαμῶς· οὐκ ἂν δυναίμην, οὐκ ἔχω, οὐκ εὐπορῶ τῶν ἁρμοζόντων. ὡς δὲ ἔχω, προθήσω τὰ κατʼ ἀξίαν μὴ ἔχουσα. τί γὰρ πάθω; εἰ πολλάκις ἀπὸ τῶν αἰχμαλωτίδων τινὲς λαθόντες ἑαυτῶν δεσπότας, ὅτε ἐν τῇ Τροίᾳ ἐσκύλευον, παρεκρύψαντό τινες κόσμους αὐτῶν, τούτους ἀραμένη, καὶ καλλωπίσασα προθήσω αὐτήν. Fl. 59. πόθεν: γρ. καὶ τυχεῖν. M.

614. δυναίμην: κοσμῆσαι. Fl. 17. οὐ μὴ δυνηθῶ. Fl. 56. [*](1. ἔχω—λοῦσαι] ἔχω ἐστὶν οὕτω, μαι αὐτὴν addidi ex A. ὡς μὲν ἀξία ὑπάρχει δηλονότι, οὐκ ἂν ib. αἰ. πάρα] παρὰ τῶν αἰ. Fl. 59. 16. ὡς μὲν—πρόθωμαι] Rectius δυναίμην λοῦσαι I. 12. Verba πέθεν ἀντὶ τοῦ οὐδαμῶς Fl. 25. ὡς μὲν ἀξία αὐτὴν προθεῖναι, ἐπίρρημα ἀρνήσεως sunt etiam in M. οὐκ ἂν δ. ὡς δὲ ἔ. οὕ. α. προτίθημι, Fl. 25. Gu. MATTH. αὐτὴν προτίθημι etiam A.B. 14. προθῶμαι] πρόθωμαι hic et infra ib. ἀξίως] ἀξία B. Fl. 59. B. Proxima πόθεν; μὴ—προθῶ.)

376
ὡς δʼ ἔχω: καθὼς δὲ δύναμαι προθῶμαι. Fl. 6. 9. 21. 56. 59. 76. Gu. ὡς δὲ ἀπορῶν προτίθημι. B. προθήσω ὡς εὐπορῶ. Fl. 10. τί γὰρ πάθω: ἤγουν τί ποιήσω; τὸ γὰρ ποιεῖν πάθος ἐστὶν, ἐπειδὴ ὁ ποιῶν τι πάσχει τρόπον τινὰ κατʼ αὐτὸ τὸ ποιεῖν. Gu.

615.—618. κόσμον: καλλωπισμὸν ἀγείρασα παρὰ τῶν αἰχμαλωτίδων, αἳ οἰκοῦσιν ἔνδον τῶνδε τῶν σκηνῶν σύνοικοι ἐμοὶ, ἐάν τις λαθοῦσα τοὺς νεωστὶ δεσπότας, ἤγουν τοὺς Ἕλληνας, ἔχει τι κλέμμα τῶν ἑαυτῆς δόμων. I. κόσμον τῶν αἰχμαλωτίδων λέγει χρυσία, ἱμάτια καὶ ἄλλʼ ἅττα. ἵνα δὲ μή τις αὐτῷ ἐναντιωθῇ, ὡς αἰχμαλωτίδες οὖσαι οὐδὲν οὐδʼ ὁτιοῦν κέκτηνται, φησὶν, εἴ τις ἔλαθε τοὺς ἑαυτῆς δεσπότας καὶ ἔχει τι τῶν οἰκείων, κλέψασα τοῦτο τοὺς δεσπότας καὶ μὴ ὑπʼ ἐκείνων ἀφαιρεθεῖσα. Gu. I. κόσμος τὸ πᾶν, καὶ ὁ καλλωπισμὸς, καὶ τὸ κατὰ τάξιν, οἷον κατὰ κόσμον ἔκειντο τὰ ὅπλα. Fl. 25. Gr. ἐγκόσμια. Fl. 56. περιττὸς ὁ τε. Gu. ἀγείρασ’ : ἀθροίσασα. Fl. 6. 9. 21. 56. 59. 76. Gr. συνάξασα. Fl. 56. συναθροίσασα. Fl. 33. αἰχμάλωτος ἐπὶ ἀρσενικοῦ καὶ ἐπὶ θηλυκοῦ, καὶ αἰχμαλωτίς ἐπὶ θηλυκοῦ. Gr. πάρα: ἀπό. B.

616. πάρεδροι: συγκάτοικοι. B. ἐγκάτοικοι. Fl. 17. παρακαθήμεναι, παραμένουσαι. Fl. 6. 9. 21. 56. 59. 76. Gr. συγκάθεδροι. Gu. σκηνωμάτων: τῶν σκηνῶν. Gr. κατοικιῶν. Gu. κατὰ τοῦτο λέγεται καὶ σκήνωμα τὸ τοῦ ἀνθρώπου σῶμα διὰ τὸ πρὸς χρόνον βραχὺν κατοίκησιν εἶναι τῆς ψυχῆς. σκηνὴ γὰρ καὶ σκήνωμα ἡ πρὸς χρόνον βραχὺν ὡς ἔτυχε γενομένη οἰκία ἢ τέντα ἢ ἄλλο τι τοιοῦτον. Fl. 25. Gr.

617. εἴ τις: ἀπὸ πληθυντικοῦ μεταπίπτει εἰς ἑνικὸν, ἴσως διὰ τὸ μὴ ἔχειν ἁπάσας. Gr. δεσπότας: Ἕλληνας. M.

619. κλέμμα: κλοπή. B. τῶν: ἀπό. B.

619.—628. ὦ σχήματʼ οἴκων: ὦ καλλωπισμοὶ τῶν οἴκων, ὦ δόμοι οἱ ποτὲ εὐτυχεῖς, ὦ Πρίαμε εὐτεκνώτατε, ὁ ἔχων πλεῖστα καὶ πολλὰ καὶ κάλλιστα, ἡ γεραιά τε ἐγὼ αὐτὴ ἡ μήτηρ τῶν τέκνων, [*](1. καθὼς] καθὰ Gu. 11. ἔχει] ἔχειν I. 9. ἵνα δὲ] ἵνα δὴ I. 22. ψυχῆς] ψυχῆς τοῦ ἀνθρώπου ib. αἰχμαλώτιδες] Frequens in Fl. 25. libris accentus pro αἰχμαλωτίδες. 23. τέντα] Tentorium. Vid. Ducang. 10. οὖσαι om. I.)

377
λίαν ἤλθομεν εἰς τὸ μηδὲν, στερηθέντες τῆς πρώην ἐπάρσεως. εἶτα δῆτα καὶ ἐπαιρόμεθα, ὁ μέν τις ἐν δώμασι πλουσίοις, ὁ δὲ τίμιος κεκλημένος ἐν πολίταις. τὰ δὲ, ὁ πλοῦτος καὶ τὰ τοιαῦτα, οὐδέν εἰσι δηλονότι· μάτην αἱ στροφαὶ τῶν λογισμῶν καὶ ἡ μεγαλορρημοσύνη. ἐκεῖνος δʼ ἐστὶν εὐτυχέστατος, ᾧτινι καθʼ ἡμέραν, ἤγουν κατὰ τὴν ζωὴν, μηδὲν ὑπάρχει κακόν. I.

ὦ σχήματʼ οἴκων: ἀπιδοῦσα ἡ Ἑκάβη πρὸς τὴν προτέραν αὐτῆς τύχην καὶ τὴν νῦν δουλείαν φησὶ, τῶν πραγμάτων οὕτως ἐχόντων, καὶ τοῦ μὲν πρόσθεν εὐδαίμονος ὄντος νῦν δυστυχοῦς, τοῦ δὲ πρὶν δυστυχοῦς νῦν εὐδαίμονος, εἶτα ἐπαιρόμεθα, ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πολιτικῇ τιμῇ. ταῦτα δὲ πάντα, ὅ τε πλοῦτος καὶ ἡ δόξα τά τʼ ἄλλα τἀνθρώπινα, οὐδέν ἐστιν, ἄνω καὶ κάτω τῆς τύχης Εὐρίπου δίκην ἰούσης. τὸ δὲ εἶτα ἢ κατʼ ἐρώτησιν, ἢ ἀποφαντικὸν καὶ συλλογιστικόν. τὸ δὲ ἄλλως φροντίδων βουλεύματα, ἤτοι διανοήματα, τουτέστι ματαίως φροντίζουσι περὶ τούτων οἱ ἄνθρωποι· τὸ γὰρ φροντίδων βουλεύματα ἀντὶ τοῦ φροντίδες, περιφραστικῶς. Gu. I.

ὦ σχήματʼ οἴκων: τύποι καλλωπισμάτων. Fl. 17. κάλλη, εὐπρέπειαι καὶ σχηματισμοί. Gu. ἐνθυμηθεῖσα ἡ Ἑκάβη ὅντινα εἶχε πλοῦτον καὶ καλλωπισμὸν, νῦν δὲ μὴ ἔχουσα κοσμῆσαι τὴν Πολυξένην, ἀποκλαίεται. Fl. 59. λέγουσα περὶ κόσμου ἀνεμνήσθη ὧν εἶχε, καὶ περὶ ἐκείνων λόγον μετὰ θρήνου ποιεῖται, ἀφεῖσα τὸν προκείμενον αὐτῆς λόγον. Gr. ὅτε ἐβασίλευον. ταῦτα δὲ λέγει ἀποβλέπουσα πρὸς τὴν πρόσθεν αὐτῇ προσοῦσαν εὐδαιμονίαν καὶ τὴν νῦν ἀπορίαν. Gu.

620. πλεῖστα: πολλά. Fl. 33. πράγματα. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. κτήματα ἢ τέκνα. Gu.

621. τέκνων: τῶν τέκνων τοῦ Πριάμου, ἤγουν καὶ ἐγὼ ἥδε ἡ γραῖα, ὡς συμμετέχουσα ἐκείνῳ τῆς εὐτεκνίας. Fl. 6. 9. 21. 56.

622. ὡς: λίαν. Gr. ὄντως. Gu. τὸ ὡς καὶ τὸ εἰς ἐκ [*](7. ὦ—] Ἄλλως praefixum in I. tio acholii 643. (p. 383, 6.) Ἀν poib. ἀπιδοῦσα] πιθοῦσα Gu. pr., suit, obliterata rubricatoris litera omissa ut solet litera initiali ab rubricatore quae haud dubie ε fuit. addenda, cujus litera rubra 9. ὄντος om. I. nunc obliterata, imposito ε atro. 11. πολιτικῇ] πολλῇ I. Eodem errore eadem manus in ini?? 13. ἀποφαντικὸν] ἀποφατικὸν I.)

378
τὸ γὰρ ὡς, ὅτε ἐπὶ κινήσεως τίθεται, ἀντὶ τῆς εἰς λαμβάνεται. οἱ δὲ τὸ ὡς ἀντὶ τοῦ ὄντως ἢ λίαν ἐνταῦθα λέγοντες καὶ οὗτοι δοκοῦσιν εὗ λέγειν. Gu. ὡς εἰς τὸ μηδέν: λιάν εἰς τὸ εὐτελές. φρονήματος δὲ τοῦ πλούτου καὶ τῆς πρώην ἐπάρσεως. B. τὸ μηδέν: ἤγουν εἰς τὸ εὐτελές. Fl. 10. 17. ἥκομεν: κατέστημεν. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. φρονήματος: δόξης, πλούτου. Fl. 17. τοῦ πλούτου. M. φρόνημα ἐνταῦθα τὴν ἐκ τοῦ πλούτου λέγει ἔπαρσιν καὶ τὴν δόξαν· φρόνησις δὲ κυρίως ὁ νοῦς καὶ ἡ καθεστηκυῖα σύνεσις. A. Gu. ἐπάρσεως. Gr. ὑπερηφανίας πλούτου, βασιλείας, εὐτυχίας, τῆς πρόσθεν ὑπεροχῆς καὶ λαμπρότητος. Gu.

623. πρίν: ἔμπροσθεν. Florr. πρώην. Gu. στερέντες: στερηθέντες. Gr. στέρημι Αἰολικῶς, καὶ ὁ παρατατικὸς ἐστέρην, ἡ μετοχὴ ὁ στερεὶς, τοῦ στερέντος. Gu. εἶτα δῆτʼ ὀγκούμεθα: ὑπονοούμεθα, ὑπερηφανευόμεθα. ἐν ἐρωτήσει δὲ ὁ λόγος καὶ ἤθει ἕως τοῦ “τὰ δʼ οὐδέν.” B. ὁ μέν τις ἀφʼ ἡμῶν ἠλαζονεύετο τοῖς πλουσίοις δώμασιν, ἤτοι τοῖς ποικίλοις, τοῖς λαμπροῖς, οἷς εἶχε πρότερον, ὁ δὲ ἠλαζονεύετο ἐν τῇ ἀρχῇ, ἐν τῇ ἐξουσίᾳ· οἱ γὰρ ἄρχοντες παρὰ τοῖς πολίταις, ἤτοι τοῖς ἀρχομένοις, τίμιοι καλοῦνται. ταῦτα δὲ οὐδέν εἰσι. Fl. 59. ὀγκούμεθα: ἀπονοούμεθα. M. ἐπαιρόμεθα, μεγαλαυχοῦμεν. Fl. 6. 9. 21. 56. 59. 76. Gr. οἱ ἄνθρωποι. Fl. 33. εἶτα δῆτʼ ὀγκούμεθα: ἐπειδὴ εἶπε καὶ ἀνεκαλέσατο τοὺς αὐτῆς δόμους τοὺς πρὶν εὐτυχεῖς, εἶπε δὲ καὶ ὅτι συναγείρω κόσμον ἐκ τῶν αἰχμαλωτίδων, ἐὰν ἔχωσί τι καὶ θάψω κοσμίως καὶ πλουσίως τὴν Πολυξένην, μετέγνω καί φησιν, εἰς τὸ μηδὲν ἥκομεν. εἶτα δὴ νῦν ὀγκούμεθα καὶ ἐπαιρόμεθα καὶ ζητοῦμεν θάψαι πολυτελῶς τὴν Πολυξένην. A.

624. πλουσίοις: ὑπερηφάνοις. Gu.

625. τίμιος : ἔνδοξος. Gu. κεκλημένος: πεφημισμένος.

626. τὰ δʼ οὐδέν: ταῦτα πάντα, ἤγουν ἡ τιμὴ τῶν πολιτῶν. B. ταῦτά εἰσιν. Gr. ὁ πλοῦτος, ἡ τιμὴ, τά τʼ ἄλλα. ἐνταῦθα λέγει καὶ τὰς βουλὰς καὶ τὰ πάντα τοῦ βίου ὡς μάτην ἔχουσιν. Gu. [*](14. ὑπονοούμεθα—οὐδέν] Pars scholii τήσει (ἐν ἤθει Gr.) ὁ λ.—τάδʼ οὐδέν. lii est in Gr. et Fl. 33. 59. ἐν ἐρω-)

379
ἄλλως: ματαίως. M. ἄλλως φροντίδων: τοῦτο κατʼ ἰδίαν ἀναπεφώνηται. μάτην εἰσὶν τὰ βουλεύματα καὶ τὰ τῆς γλώττης καυχήματα. B. τὸ ἄλλως καὶ μάτην. εἰ μὲν ἓν λ γράφεται, ἀπὸ τοῦ ἄλη ἡ πλάνη γίνεται· οἱ γὰρ πλανώμενοι μάταιοί εἰσιν· εἰ δὲ δύο λλ, ἤγουν ἄλλως καὶ ἀλλοτρόπως ἔχει τὸ πρᾶγμα παρὸ λέγεις σὺ, ἤγουν οὐκ ἔχει οὕτως. ἀπὸ δὲ τούτου συνάγομεν τὸ ματαίως ἤγουν μάτην λέγεις. Fl. 59. φροντίδων: λογισμῶν. Gr. φροντίδων βουλεύματα: ἤγουν φροντίδες Ἀττικῶς. Gu. βουλεύματα: στροφαί. Gr. ἐφευρήματα, διανοήματα. Gu. μάταιά εἰσι τὰ βουλεύματα τῶν φροντίδων, ἤτοι οἱ ἐγκαυχώμενοι ἐπὶ τῷ πλούτῳ καὶ τῇ δόξη αὐτῶν μάτην καυχῶνται, μὴ γινώσκοντες ποῦ μέλλει ἀποβῆναι ὁ βίος αὐτῶν καὶ ἡ ἀρχή. Fl. 59.

627. γλώσσης τε κόμποι: καὶ μεγαλορημοσύναι. Gr. ἐπάρσεις, μεγαλαυχήματα. ῥητορεῖαι. Gu. καυχήσεις. Fl. 10. 17. καυχήματα. Fl. 21. 59. μάτην εἰσί τὰ βουλεύματα καὶ ἐφευρέματα τῶν φροντίδων καὶ ἐπινοιῶν, οἱ κόμποι τε καὶ αἱ μεγαλορρημονίαι, καὶ αἱ κενοδοξίαι, καὶ αἱ γαυριώσεις καὶ αἱ ῥητορεῖαι τῆς γλώσσης. Fl. 33. ὀλβιώτατος: εὐτυχέστατος. Gr. εὐδαίμων ὑπάρχει. Gu. ἐκεῖνος δὲ ὀλβιώτατος, πλουσιώτατος, μακαριστὸς, ᾧτινι μηδὲν ἐπέλθῃ λυπηρὸν παντὶ τῷ βίῳ αὐτοῦ, ἀλλὰ τυγχάνει χωρίς τινος θλίψεως. Fl. 59.

628. κατʼ ἦμαρ: κατὰ τὴν ζωήν. B. καθʼ ἑκάστην ἡμέραν. M. Fl. 10. καθʼ ἡμέραν, ἤγουν κατὰ τὴν ζωήν. Gr. κατὰ τὴν παροῦσαν ζωὴν, παρʼ ὅλην τὴν ζωήν. Gu. μηδὲν κακόν: μηδεμία δυστυχία. Fl. 6. 9. 21. 50. 59. 76. Gr. τυγχάνει: ὑπάρχει, συμβαίνει. Gu.

629. —648. ἐμοὶ χρῆν συμφοράν: ἤτοι ἀπέκειτο γενέσθαι βλάβην, ἐξ ἐκείνου τοῦ καιροῦ δηλονότι, ὅτε κατὰ τὴν ἀρχὴν ἔκοψεν ὁ Ἀλέξανδρος ὕλην ἀπὸ ἐλάτης δένδρου, πλεύσων ἐπὶ τὸ κῦμα τὸ θαλάσσιον διὰ τὰ λέκτρα τῆς Ἐλένης, ἣν ὡραιοτάτην ὁ λαμπρὸς βλέπει ἥλιος. πόνοι γὰρ καὶ ἀνάγκαι ἐπικρατέστεραι τῶν πόνων κυκλοῦσιν, ἡμᾶς δηλονότι. κοινὸν δὲ κακὸν ἀφανιστικὸν ἐξ ἰδίας μωρίας ἐπῆλθε τῇ Τρωϊκῇ γῇ συμφοραί τε, ἀπʼ ἄλλων συμφορῶν [*](1. ἀναπεφώνηται] πεφώνηται Fl. 2. καυχήματα etiam M. 33. 59. qui reliqua omittunt. 31. ἐπικρατέστεραι] ἐπικρατέστεροι I.)

380
δηλονότι ἐκρίθη δὲ, ἀντὶ τοῦ διεκρίθη, ἡ ἔρις, ἃν, ἀντὶ τοῦ δι᾿  ἣν ἔριν ἐδίκασεν ἐν τῇ Ἴδῃ τὰς τρεῖς θυγατέρας τῶν θεῶν ὁ βουκόλος Ἀλέξανδρος, ἐπὶ πολέμῳ καὶ φόνῳ καὶ βλάβῃ τῶν ἐμῶν οἰκημάτων. I. οἷον αὐτὴ --- ὡς ἄξιον τὴν Ἑλένην. ἀλλ --- μοι --- χρῆν πήματα --- μχορός αὐτὴν ἀνακλαίεται, καί φησιν, ἐμοὶ ἀπέκειτο συμφορὰν καὶ πημονὴν γενέσθαι ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφ’ ἧς ὁ Ἀλέξανδρος ἔτεμε τὴν ἀπὸ τῆς Ἴδης τοῦ ὅρους ὕλην τὴν ἐλατίνην (ἐλάτη δὲ εἶδός ἐστι δένδρου), ναυστολήσων εἰς τὴν θάλασσαν διὰ τὰ λέκτρα Ἑλένης, ἤγουν διὰ τὴν κοίτην τῆς Ἑλένης, εἰς ἣν ὁ ἥλιος λάμπει, πόνοι δὲ μείζονες ἐπέρχονται, καὶ κοινὸν τῇ Σιμουντίδι γῇ ἐπεισῆλθεν ἐξ ἰδίας ἀνοίας, ἤγουν ἐκ τῆς τοῦ Ἀλεξάνδρον. ἴδιον. γὰρ τὸ χωρὶς, ἡ δὲ σύνταξις οὕτως· ἐμοὶ χρῆν συμφορὰν, ἐμοὶ χρῆν πημονὴν γενέσθαι πρῶτον ὅτε ὁ Ἀλέξανδρος ἔτεμε τὴν Ἰδαίαν ὕλην μέλλων αὐτομολῆσαι ἐπὶ κῦμα θαλάσσης ἐπὶ τὰ τῆς Ἑλένης λέκτρα, ἣν αὐγάζει ὁ χρυσοφαὴς ἥλιος, ἀντὶ τοῦ εἰς ἣν λάμπει ὁ ἥλιος. A.

629. ἐμοὶ χρῆν συμφοράν: ἔδει μοι ἄρα, ὡς ἔοικε καὶ εἱμαρμένον ἦν, συμφορὰν γενέσθαι. B. M. αὕτη μοι ἀρχὴ συμφορᾶς ὅτε ἐναυπηγήσατο ὁ Ἀλέξανδρος ὡς ἄξων τὴν Ἑλένην. B. M. ἀπέκειτο ἐμοὶ συμφορὰν γενέσθαι, ἀπέκειτο ἐμοὶ βλάβην γενέσθαι, ὅτε πρῶτον ὁ Ἀλέξανδρος ἐτάμετο τὴν δαίαν ὕλην τὴν εἰλατίνην, ἤγουν τὰ ἀπὸ τῆς Ἴδης τοῦ ὄρους δένδρα τὰ ἐλάτινα, στόλον νηῶν μέλλων κινήσειν ἐπὶ τὸ κῦμα τὸ θαλάσσιον ἐπὶ τὴν κοίτην τῆς Ἑλένης, ἣν εὐειδεστάτην λάμπει ὁ χρυσοφαὴς ἥλιος. Gr. Bar. 74. ἀπέκειτο καὶ εἱμαρμένον μοι ἦν παθεῖν συμφορὰν ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἧς πρῶτον καὶ κατὰ τὴν ἀρχὴν ἔκοψεν ὁ Ἀλέξανδρος ἀπὸ τῆς Ἴδης τὰ ἀπὸ ἐλάτων δένδρων ξύλα μέλλων ἀπελθεῖν ἐπὶ τὰ λέκτρα τῆς Ἑλένης, ἥντινα τὴν Ἑλένην τὴν καλλίστην λαμπρύνει ὁ χρυσοφαὴς ἥλιος, ἤγουν τὴν ὡραιοτάτην· ἑτέραν γὰρ ὡραιοτάτην ταύτης ὁ χρυσοφαὴς ἥλιος οὐκ ἐθεάσατο. Fl. 59.

χρῆν: ὑπῆρχεν, ἀπέκειτο. B. Gr. εἱμαρμένον ἤν, χρεῶν ὑπῆρχε. ὁ χορὸς ἑαυτὸν ἀνακλαίεται. Gu.

[*](4. οἷον—] In A. lemma prae- 18. ὁ Ἀλέξανδρος om. Bar. fixum ἰδαίαν ὅτε πρῶτον. 20. τὴν εἰλατίνην— στόλον] τὴν ἀπὸ 16. καὶ εἱμαρμένον ἦν hic om. M., ἐλάτης δένδρου στόλον Bar. sed habet separatim εἱμαρμένον μοι. 30. ὑπῆρχεν om. Gr.)
381

630. πημονάν: βλάβην. Gu. γενέσθαι: παραγενέσθαι. Gr. ὑπάρξαι. Fl. 17.

631. Ἰδαίαν: τὴν ἀπὸ τῆς Ἴδης τοῦ ὅρους. Gr. Fl. 59. δύο Ἶδαι, μία ἐν τῇ Τροίᾳ, καὶ ἑτέρα ἐν τῇ Κρήτῃ. Gr. ὅτε: ἀφ᾿  οὗ καιροῦ. Gr. Fl. 17. ὕλαν: τὰ ξύλα λέγει τῶν καραβίων. Fl. 59. ὕλη ἤγουν τὰ δένδρα. Gr.