Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

592—598. οὔκουν δεινόν: οὐ θαυμαστὸν, φησὶν, ὅταν κακὴ γῆ τυχοῦσα εὐκρασίας ἀέρων παρὰ θεοῦ, στάχυν φέρῃ καλὸν, ἡ δὲ ἀγαθὴ τούτων ἀποτυχοῦσα καρπὸν κακὸν φέρῃ, ἐν δὲ τοῖς ἀνθρώποις τοῦτο οὐκ ἔστιν ἰδεῖν, ὅτι τὸ ἐκ φύσεως οὐ μεθίσταται· ὁ γὰρ κακὸς ἀεὶ κακός ἐστι, καὶ ὁ ἀγαθὸς ἀεὶ ἀγαθὸς, κἂν ἀτυχήμασι περιτύχη. ταῦτα δέ φησι, θαυμάζουσα τὴν Πολυξένην. Gu. I.

οὔκουν δεινόν: οὐδὲν ὑπάρχει θαυμαστὸν, εἰ ἡ γῆ μὲν κακὴ, τυχοῦσα καιροῦ καλοῦ ἢ ἐπιμελείας γεωργικῆς, φέρει καρπὸν καλὸν, ἡ δὲ καλὴ γῆ ἀμεληθεῖσα παρὰ τοῦ γεωργοῦντος αὐτὴν ἀποδώσει καρπὸν κακόν. ἐπὶ μὲν οὖν τῆς γῆς οὕτως ἔχει, ἐπὶ δὲ τῶν ἀνθρώπων ὁ ἀπὸ φύσεως ὑπάρχων πονηρὸς ἢ κακὸς ἢ ἀγεννὴς καὶ μέχρι τέλους οὕτω διαμένει, ὁ δὲ ἐσθλὸς ἢ ὁ εὐγενικὸς καὶ ἀπὸ φύσεως ὑπάρχων ἀγαθὸς, κἂν καὶ μυρίαι συμφοραὶ περικυκλώσουσι τοῦτον, οὐ πάλιν διέφθειρε τὴν εὐγένειαν αὐτοῦ, ἀλλʼ εἰς τέλος διαμένει χρηστός. τὸ αὐτὸ πέπονθε καὶ ἡ Πολυξένη εὐγενὴς οὖσα, μὴ πτοηθεῖσα, μηδὲ δειλανδρήσασα [*](11. με om. B. 20. καρπὸν κακὸν] κακὸν καρπὲν B. 19. παρὰ θεοῦ om. I. 22. ἀεὶ ἀγαθὸς] ἀεὶ om. B. ib. φέρῃ] φέρει utrobique Gu. ib. περιτύχ] περιπέσῃ Gu. 1. Prius φέρῃ om. B.)

368
ἐπὶ τὴν σφαγὴν, ἀλλὰ βασιλικῶς καὶ γενναίως ἀποθανοῦσα. Fl. 59. οὐχὶ δεινὸν εἰ κακὴ γῆ, ὅταν τὰ ἐκ θεοῦ αὐτῇ κατὰ καιρὸν ἀπαντήσῃ— λέγει δὲ τοὺς ὑετοὺς καὶ τὸν ἀέρα—φέρει στάχυν καλὸν, ἡ δὲ ἀγαθὴ τούτων ἀποτυχοῦσα κακὸν καρπὸν φέρει, τῶν δʼ ἀνθρώπων ἀεὶ ὁ κακὸς κακός ἐστιν, ὁ δʼ ἀγαθὸς ἀγαθὸς, κἂν ἀτυχήμασι περιτύχῃ. ταῦτα δέ φησι θαυμάζουσα τὴν Πολυξένην. M. Fl. 21. οὐκ ἔνι ἔπαινος. Fl. 17. δεινόν: παράδοξον. Gr. θαυμαστὸν καὶ μέγα. Gu.

593. καιροῦ: καλοῦ δηλονότι. Fl. 6. 9. 21. 56. 59. 76. Gr. ἐπιτηδείου. B. Gu. τουτέστιν εὐκρασίας ἀέρων. Gu. τοῦτο βούλεται λέγειν, ὅτι τὰ μὲν ἄλλα πράγματα ταῖς ἐπιμελείαις ἢ ἀμελείαις τῶν ἀνθρώπων οὕτως ἢ οὕτω γίνονται, οἱ ἄνθρωποι δὲ, ὡς ἔχουσι φύσεως, μένουσι καὶ οὐκ ἀλλάσσουσι τὴν προαίρεσιν τοῖς καιροῖς καὶ τοῖς πράγμασιν. Gr. θεόθεν: παρὰ τῶν θεῶν. Fl. 21. φέρει: εὐφορεῖ κατὰ τοὺς καρπούς. Fl. 6. 9. 21. 50. 59. 76. Gr.

594. ἁμαρτοῦσ’ : ἁμαρτάνω, τὸ ἁμαρτίαν ποιῶ, ἀμεταβάτως· ἁμαρτάνω δὲ τὸ ἀποτυγχάνω, καὶ συντάσσεται γενικῇ, ὡς τὸ ἥμαρτον τοῦ σκοποῦ. Fl. 17. ἀποτυχοῦσα. B. Gr. ἀτυχήσασα. Gu. χρεών: πρέπον. Fl. 6. 9. 21. 56. 59. 76.

597. συμφορᾶς ὕπο: ὑπὸ τῆς δυστυχίας. B. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἤγουν παθών τι λυπηρόν. Gu.

598. φύσιν διέφθειρ: τρόπῳ οἰκείῳ. B. ἤγουν ἠλλοίωσε. FI. 17. τὴν εὐγένειαν, τὴν γνώμην ἐπὶ τὸ χεῖρον μετέβαλεν, (ἠλλοίωσεν). Fl. 6. 9. 21. 56. 76. Gu. φύσις οὐσίας διαφέρει· οὐσία γὰρ λέγεται ἡ ὕπαρξις, φύσις δὲ ἡ ἐπιφαινομένη τῇ οὐσίᾳ ἐνέργεια, οἷον οὐσία πυρὸς τὸ εἶναι ξηρὸν καὶ θερμὸν, φύσις δὲ τὸ φωτίζειν καὶ τὸ καίειν, καὶ φύσις ἀνθρώπου τὸ εἶναι ἀνδρεῖον ἢ δειλὸν, οὐσία δὲ τούεἰ [*](2. κακὴ γῆ, ὅταν Matt. ὅταν δὲ ἀγαθῶν τούτων ἀποτυχοῦσα καρπὸν κακὴ γῆ (sine εἰ) M. ὅταν κακῇ γῆ κακὸν φέρει, τῶν δὲ ἀνθρώπων ἀεὶ ὁ κακὸς κακός ἐστιν, ὁ δὲ ἀγαθὸς ἀγαθός 5. ταῦτα — ολυξένην om. Fl. ἐστιν, κάἂν ἀτυχήμασιν περιτύχῃ. ταῦτα δέ φησι θαυμάζουσα τὴν πολυξένην. 6. θαυμάζουσα τὴν Πολυξένην] His Mox ad v. 597. in eodem annotaaddit A. scholion simile, ἄλλως. tum, τὰ ἐνγενν καὶ φθορᾷ ἔχουσι μεοὐχὶ δεινὸν οὖν.....εῖ κακὴ γῆ ὅτι τὰ ταλλαγὰς, ὁ δὲ ἄνθρωπος ἀεὶ ὁ αὐτός. ἐκ θεοῦ αὐτ κατὰ καιρὸν ἀπαντήσει 26. καίειν—δεκτικόν] καίειν καὶ οὐ(ἀπαν codex), λέγει δὲ τοὺς ὑείοὺς σία ἀνθρώπου τὸ εἶναι ζ.—δεκτικόν. φύ- καὶ τὸν ἀέρα, φέρει στάχυν καλὸν, ἡ σις δὲ τὸ εἶναι ἀ. ἢ δ. Gr.)

369
του τὸ εἶναι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Fl. 25. Gr. ἀεί: διαπαντός. Fl. 17.

599.—601. ἆῤ οἱ τεκόντες: ἆρα, φησὶν, ἡ τῶν τοκέων εὐγένεια προτιμοτέρα καὶ τῇ τούτων εὐγενείᾳ καὶ οἱ παῖδες γίνονται ἀγαθοὶ, ἢ ἡ ἀνατροφή. καὶ ὑπὸ τῆς καλῆς ἀνατροφῆς γίνεται ὁ ἀπὸ κακῶν γονέων καλός. τοῦτο ἐπήνεγκε δηλῶν ὅτι τὸ ἐκ γονέων εἶναι καλῶν --- καὶ γὰρ καὶ ἡ Πολυξένῃ, εἰ μὴ ἀπὸ γονέων ἦν καλῶν, οὐκ ἂν τοιαύτη ἐφάνη ἐν τῷ θανάτῳ αὐτῆς, εἰ καὶ καλῶς ἀνετράφη, τὸ κακὸν δηλονότι. ἐάν τις μάθῃ, εὗ οἶδε καὶ τὸ κακὸν μαθὼν τοῦ καλοῦ τὸν κανόνα. Ἄλλως. πότερον τῶν τεκόντων ἡ εὐγένεια προτιμοτέρα ἐστὶν ἢ ἡ ἀνατροφή ; τοῦτο ἐπήνεγκεν ὅτι πολὺ διαφέρει τὸ ἐκ γονέων εἶναι καλῶν. A. ἆρα ἀπὸ φύσεως ἔχει τοῦτο ἤτοι ἀμετάβλητον τοῦ καλοῦ καὶ τῆς εὐγενείας, ἢ ἀπὸ παιδεύσεως καὶ ἀνατροφῆς; καὶ τὸ τραφῆναι καὶ παιδευθῆναι καλῶς ἔχει τινὰ δίδαξιν ἀγαθοῦ, πλέον δὲ ἀπὸ φύσεως ἔχει τοῦτο καὶ τὸ ἐξ εὐγενῶν εἶναι γονέων καὶ καλῶν. τοῦτο δὲ τὸ καλὸν ἐὰν μάθῃ τις, εἴτε ἀπὸ φύσεως, εἴτε ἀπὸ παιδεύσεως, οἶδεν ἀνάγκῃ καὶ τὸ καλόν· ὁ γὰρ γινώσκων τὸ καλὸν καὶ τὸ ἐναντίον τούτου γινώσκει, μαθὼν καὶ τοῦτο τῷ κανόνι τοῦ καλοῦ. Fl 59.

ἆῥ οἱ τεκόντες: ἆῥ οἱ τεκόντες διαφορὰν ἔχουσιν, ἤτοι τὴν ἐναλλαγὴν ποιοῦσιν, ἢ αἱ ἀνατροφαί; I. ὥσπερ ἀποροῦσα ἡ Ἑκάβη τοῦτό φησιν· ἆρα τὸ γενέσθαι τινὰ ἀγαθῶν γονέων συντελεῖ πρὸς τὸ εἶναι τοῦτον χρηστὸν, ἢ τὸ πεπαιδεῦσθαι καὶ ἀγωγῆς οὐκ ἀγεννοῦς λαχεῖν; ἐκ δὲ τοῦ λέγειν “ἔχει γε μέντοι καὶ τὸ τραφῆναι καλῶς δίδαξιν ἐσθλοῦ” φαίνεται τὸ μὲν τῶν γονέων προτιμᾶν, τὸ δὲ τῆς παιδεύσεως ἐν δευτέρῳ τίθεσθαι. Gu. I. πότερον ἡ εὐγένεια τῶν τεκόντων προτιμοτέρα ἢ ἡ ἀνατροφὴ, καὶ τοῦτο μὲν προτερεύει, δευτερεύει δὲ ἡ ἀνατροφή; διὸ καί φησιν ὡς καλὸν καὶ τὸ θρεφθῆναι καλῶς, τοῦ καί συνδέσμου προτίμησιν τῆς εὐγενείας ἐμφαίνοντος. [*](7. καλῶν . . . . . .] Indicavi lacunam. B. Flor. 10. 21. et repetuntur in Excidit πολὺ διαφέρει, quod Gu. in margine altera. in scholio proxitmo legitur, vel simile 27. προτιμοτέρα non solum in Gu., quid. sed etiam in M. (qui verba πότερον—ἀνατροφή 18. τοότου Matth. pro τοῦτο. habet) et Fl. 10. 21. 24. γε om. Gu. ib. ἢ ἡ] ἡ hic om. Gu. ; sed habet 26. πότερον] πότερα Gu. Verba loco altero. πότερον—ἢ ἡ ἀνατροφή sunt etiam in ib. προτερεύει Matth. pro προτιμεύει.)

370
Gu. ἀμφοτέροις δίδωσιν ὁ Εὐριπίδης τὸ αἴτιον, καὶ τοῖς τεκοῦσι καὶ ταῖς τροφαῖς, πλέον δὲ τοῖς τεκοῦσιν. Gr. τεκόντες: οἱ γεννήτορες. B. Gr. τεκνήσαντες. Fl. 17. γονεῖς. Fl. 21. διαφέρουσιν: διαφορὰν ποιοῦσιν αἱ ἀνατροφαὶ, παιδαγωγίαι. Gr. εἰς τὸ εἶναί τινα καλὸν ὠφελοῦσι, συντελοῦσιν. Gu. τροφαί: αἱ παιδεύσεις. B. ἡ ἀνατροφή. M.

600.—602. ἔχει γέ τι: ἀντὶ τοῦ παρέχει κατά τι καὶ τὸ ἀνατραφῆναι καλῶς δίδαξιν καὶ γνῶσιν ἀγαθοῦ· τοῦτο δὲ, ἤτοι τὸ καλῶς ἀνατραφῆναι ἢ τὸ ἐσθλὸν, ἐὰν μάθοι τις καλῶς, οἶδε τὸ ἀπρεπὲς, μαθὼν τῇ διδασκαλίᾳ τοῦ καλοῦ. I. ἔχει γέ τοι τι: τοῦτο ἐπήνεγκεν δηλονότι· πολὺ διαφέρει τὸ ἐκ γονέων εἶναι καλῶν. B. M. Fl. 21. θρεφθῆναι: ἀνατραφῆναι. B. Gr. παιδευθῆναι. Gu.

601. δίδαξιν: διδασκαλίαν, γνῶσιν. Gu. μάθησιν. Gr. τοῦτο δʼ ἤν τις εὖ μάθῃ: τὸ καλὸν ἐάν τις ἀκριβῶς μάθῃ, οἶδε καὶ τὸ κακὸν διὰ τὸν τοῦ καλοῦ κανόνα. ὁ γὰρ ἐθισθεὶς τοῖς καλοῖς, ὅταν τι καὶ πράξῃ, γινώσκει τοῦτο ὡς ἀπὸ τοῦ καλοῦ, διδασκάλῳ τῇ πείρᾳ χρώμενος. οἷον, τρῶγέ τι γλυκὺ καὶ παρευθὺ γεῦσαι καὶ πικροῦ, καὶ νοεῖς τὸ πικρὸν εἰθισμένος ὢν τῷ γλυκεῖ, τρώγων δέ τις πάντοτε πικρὸν, μὴ γευσάμενος γλυκέος, οὐκ οἶδε τὸ πικρὸν ὡς πικρόν ἐστι τῇ ἀπειρίᾳ τοῦ γλυκέος. A. τὸ ἐσθλόν. Gu. τοῦτο: τὸ καλῶς ἀνατραφῆναι. Gr. μάθῃ: γνωρίσῃ. Fl. 6. 9. 17. 21. 34. 56. 59. 76. Gr. τινὲς ἐπιλαμβάνονται τοῦ ποιητοῦ τῷ βάρβαρον εἰσάγειν καὶ λέγειν περὶ φύσεως· ἀλλʼ οὐ τὸ τυχὸν πρόσωπον ἡ Ἑκάβη, ἀξιοπρεπὲς δὲ ὡς ἀρχικόν. Gr. τοῦτο δʼ ἤν τις εὖ μάθῃ: τὸ καλὸν δηλονότι. B. M. ὁ τὸ ὀρθὸν τῆς τέχνης μαθὼν οὐ χρείαν ἔχει μαθεῖν τὸ μὴ ὀρθόν· οἶδε γὰρ τῇ τέχνῃ τοῦ ὀρθοῦ, ὡς ὁ τὸ κατʼ ἦχον μαθὼν οἶδε φυσικῶς τὸ παῤ ἦχον. Gr.

602. οἶδε τό γʼ αἰσχρόν: ὁ γὰρ μαθὼν τὸ καλὸν μανθάνει καὶ τὸ κακόν. Gu. κανόνι: διὰ τοῦ κανόνος, ἰσότητι. Gr. ἐν τῇ στάθμῃ, ἐπιστήμῃ, τῇ διδασκαλίᾳ, τῇ ἀκολουθίᾳ. Gu.

[*](3. τεκνήσαντες] Immo τεκνώσαντες. etiam in Fl. 21. ib. ἀκριβῶς om. Fl. 10. ἔχει γέ τοι — δηλονότι] ἔχει γε: ib. οἶδε] εὖ οἶδε Fl. ἔχει γέ τοι τοῦτο, ἀπήνεγκεν δηλονότι 28. διὰ τοῦ κανόνος habent etiam Fl. 21. Fl. 6. 9. 21. 56. 59. 78. δοκίμῃ 11. διαφέρει] δέ φησι Fl. 21. στάθμῃ 17. τῇ ἀκολ. 21. ib. καλῶν] καὶ καλῶν Fl. 21. 29. διδασκαλίᾳ in B., τῇ ἀκολουθίᾳ 14> τὸ καλὸν—κανόνα] Haec sunt in M.)
371

603.—608. καὶ ταῦτα μὲν ὁ νοῦς ἀπέρριψε μάτην· σὺ δὲ, ὦ Ταλθύβιε, ἄπελθε καὶ εἰπὲ τοῖς Ἀργείοις τάδε, μὴ ἅπτεσθαι τῆς παιδός μου μηδένα, ἀλλὰ κωλύειν καὶ ἀποσοβεῖν τὸν ὄχλον· ἐν γὰρ πολλῷ στρατεύματι ὄχλος ἀκόλαστος καὶ ἀπαίδευτος, ἡ ναυτική τε ἀναρχία καὶ ἀνυποταξία κρείσσων καὶ ἰσχυροτέρα πυρός. I.

603. καὶ ταῦτα μὲν δή: ὁ νοῦς, ἡ ἐμὴ διάνοια μάτην ἐτόξευσε καὶ ἐξεκένωσε καὶ εἶπεν, ἀπὸ μεταφορᾶς τῶν τοξοτῶν. τί γάρ με δεῖ τοιαῦτα σκοπεῖν καὶ ἐνθυμεῖσθαι ἐν τοιούτοις δεινοῖς οὖσαν, A. ᾔσθετο Εὐριπίδης ἑαυτοῦ παρεκβεβηκότος ἀκαίρως, καὶ διὰ τοῦτο τεθερα— πευκέναι τοῦτο βουλόμενός φησι “καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσε μάτην,” τουτέστιν οὐ κατὰ καιρὸν εἴρηται. Bar. 74. Gu. νοῦς: ὁ ἐμός. Fl. 10. 17. 76. ἐτόξευσεν μάτην: ἀπέρριψεν διὰ κενῆς. Fl. 6. 9. 21. 56. 59. 76. ἀπέρριψε ματαίως. Fl. 17. εἶπεν. Fl. 10. ἐφιλοσόφησεν. B. καὶ ταῦτα μὲν ὁ ἡμέτερος νοῦς ἐστοχάσθη ματαίως, ἀπὸ μεταφορᾶς τῶν τοξοτῶν εὐστόχως βαλλόντων, ἤγουν ὅτι, εἰ καὶ οἱ λόγοι, οὓς εἶπον, εὔστοχοί εἰσι καὶ ἀληθεῖς, ὥσπερ ἐν σκοπῷ τινι, ἤγουν τῇ ἀληθείᾳ, οὕτως ἐλέχθησαν οἱ λόγοι μου, ὅμως δὲ μάτην ἔλεξα τούτους μηδὲν ὠφελήσαντάς με. Fl. 59. ἡ ἐμὴ διάνοια μάτην ἐτόξευσεν, ὃ εἶπεν ἀντὶ τοῦ ἐξέπεμψεν, ἀπέβαλεν. B. M. Fl. 21. ἐνεθυμήθη. Fl. 33. ἀπέρριψε. Gr. ἐξέπεμψεν, ἀπὸ μεταφορᾶς τῶν τοξοτῶν. ὡς ἀπὸ τῆς Ἑκάβης λέγει ὁ ποιητής. Gu. μάτην: διὰ κενῆς, ἀνωφελῶς, διὰ τὸ εἶναι παρὰ καιρὸν ἤγουν ἐν θρήνῳ. Gr.

604. σὺ δʼ ἐλθέ: εἴσελθε, ὦ Ταλθύβιε. Fl. 21. ἄπελθε. ἀποστροφὴ πρὸς τὸν Ταλθύβιον. Gr. Ἀργείοις: ἀντὶ τοῦ τοῖς στρατηγοῖς. EI. 21. τὸ ἑξῆς, μὴ θιγγάνειν μου τῆς παιδὸς μηδένα. ὄχλον δὲ τὴν ὄχλησιν, ὡς τὸ “ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.” ἡ Ἀργείοις σήμηνον, ἀντὶ τοῦ στρατηγοῖς εἴργειν τὸν ὄχλον. ἐν τῷ πολλῷπλήθει ἀπαίδευτος ὁ ὄχλος καὶ ἀκόλαστος καὶ ἀνεξέταστος. M. Fl. 33.

605. θιγγάνειν: τὸ ἑξῆς, μὴ θιγγάνειν μου τῆς παιδὸς μηδένα. [*](19. ὃ M. καὶ B. καὶ ὃ Fl. 21. δὲ—ὥσπερ ὂχλον—ἢ ἀργίαν σήμηνον τοῖς 27. τὴν ὂχλησιν—ὂχλον] Similiter σ. ε. τ. ὄχλον μὴ θιγγάνειν τῆς παιδός in B. ἀλλʼ εἴργειν ὄχλον: τὴν ὄχλησιν. μου μηδένα :— ἢ ἀργείοις φησὶ τοῖς στρατηγοῖς εἴργειν ib. ὡς τὸ Matth. pro ὡς τόν. Est τὸν ὄχλον. τὸ ἓξῆς σήμηνον μὴ θυγγάνειν Med. 341. μου τῆς παιδὸς μηδένα :—In A. ὄχλον)

372
M. θίγειν. Fl. 10. κωλύειν ἅπτεσθαι. Fl. 17. μὴ ἅπτηταί τις ἐκείνων, τῶν στρατηγῶν δηλονότι, τῆς παιδὸς, ἀλλὰ μᾶλλον κωλύειν καὶ τὸν ὄχλον τοῦ ψαύεσθαι ἐκείνης. Fl. 21. μὴ ψαύειν μου τῆς παιδὸς, ἤγουν τῆς θυγατρὸς, μηδένα, ἀλλʼ εἴργειν, τουτέστι κωλύειν, τὸν ὄχλον. ἔστι δὲ τὸ ἀλλά ἀντὶ τοῦ καί, ἤγουν καὶ τὸν ὄχλον κωλύειν. Fl. 6. 9. 21. 56. 59. 76. Gr.

606. μυρίῳ στρατεύματι: ὁ νοῦς, ἐν τῷ πολλῷ στρατεύματι ἀπαίδευτος ὄχλος καὶ ἀκόλαστος καὶ ἀνεξέταστος, ἐπικρατεστέρα δὲ ἡ ναυτικὴ ἀναρχία καὶ πυρός. παρʼ αὐτοῖς δὲ κακοῖς οὖσι καὶ ὁ μηδὲν κακὸν ποιῶν κακὸς νομίζεται ἐκεῖνος. A. Fl. 17. ἤγουν παρὰ τῷ πλήθει τῶν ἀτάκτων ὁ εὔτακτος καὶ μηδὲν κακὸν ποιῶν κακὸς νομίζεται. Fl. 17. πολλῷ. B. ἐν τῷ στρατῷ ὁ ὄχλος ἀκόλαστος ὑπάρχει, ἀπαίδευτος· ἐξαιρέτως δὲ ἡ ναυτικὴ ἀναρχία, ἤγουν οἱ τὴν θάλασσαν πλέοντες, αἰδοῦνται τούτους εἰπεῖν καὶ βασιλεῖς, καὶ οὐκ ἀνακόπτουσιν ἀπὸ τῶν κακῶν· ὅπου δʼ ἂν πλησιάσωσι, κρεῖσσον πυρὸς καίουσι. τὸ αὐτὸ φοβηθεῖσα καὶ ἡ Ἑκάβη περὶ τῆς παρθένου κειμένης οὕτως ἐν μέσῳ τῷ πλήθει, μή πώς τις ἀπὸ τῶν ἀκολάστων καὶ ἀπαιδεύτων, τῶν ὄντων ἐν τῷ πλήθει, ἢ ἁρπάσῃ τι τῶν ἱματίων αὐτῆς, ἢ τις τῶν πρὸς τὰς συνουσίας καταφόρων ἱστάμενος καθορᾷ τοὺς μαστοὺς καὶ τὴν αἰδῶ ταύτης, καὶ ἄτιμος φανῇ ἡ παρθένος· τοιαῦτα γὰρ εἰώθασι ποιεῖν οἱ ἐν τῷ ὄχλῳ ἀκόλαστοι· διὰ τοῦτο παραγγέλλει μὴ ψαύειν ταύτης τινά. FI. 59.

607. ἀκόλαστος: ἀπαίδωτος. M. ἀκράτητος. B. ἀντὶ τοῦ δειλία ἀπαίδευτος ἐπικρατεστέρα. B. ἀνοητότατος. Fl. 17. κυρίως ἀκολασία ἡ λαγνεία λέγεται, ἀκόλαστος γλῶττα καὶ ἀκόλαστος βρῶσις. Fl. 6. 25. ἀναρχία: ἀναίδεια. M. Fl. 17. ἀταξία. B. ἀνυποταξία. Fl. 6. 9. 21. 56. 59. 76. ναυτικὴ ἀναρχία λέγει οὐχ ὡς ἀνάρχων ὄντων τῶν Ἀργείων αὐτῶν, ἀλλʼ ὅτι ἀνάρχοις ἐοίκασιν οἱ ναῦται, κἂν ὑπʼ ἀρχὴν ὦσι, διὰ τὸ αὐτῶν ἀκόλαστον καὶ ἄτακτον. Gu.

[*](7. ὁ νοῦς om. A. 16. καίουσι Matth. pro καίωσι. ib. τῷ πολλῶ] τῷ om. Fl. 19. καταφόρων scripsi pro καταστρατεύματι] ib. στρατῷ Fl. φορωτικῶν. Minus probabile καταπυρός. 9. παρʼ αὐτοῖς δὲ κακοῖς] φορικῶν. πυρὸς παρʼ αὐτοῖς καὶ κακοῖς Fl. 22. τινά] τινός Fl. 10. ἐκεῖνος om. Fl.)
373

608. —613. κακὸς δʼ ὁ μή τι δρῶν: κακὸς ὀνομάζεται παρὰ τοῖς ναύταις ὁ μὴ σὺν αὐτοῖς δρῶν τι κακὸν, ἢ ὡς οὐχ ἑπόμενος αὐτοῖς καὶ τὰ αὐτῶν πράττων αἴσχιστα. σὺ δὲ, δούλη παλαιὰ, λαβοῦσα τὸ ἀγγεῖον, βάψασα, ἤγουν γεμίσασα, κόμισον ὧδε, ὕδωρ δηλονότι, ἀπὸ τοῦ ἐνδοτάτου μέρους τῆς θαλάσσης, ἵνα τὴν ἐμὴν τὴν κακόνυμφον νύμφην καὶ κακοπάρθενον παρθένον λούσω ἐν λουτροῖς πανυστάτοις. I.

κρείσσων: ἐπικρατεστέρα ὑπάρχει. Fl. 6. 9. 10. 21. 33. 50. 59. 76. ἰσχυροτέρα. Gr. ἐπικρατεστέρα, δραστικωτέρα. Gu. κρείσσων ὁ καλλίων καὶ κρείσσων ὁ ἐπικρατέστερος, ὡς τὸ κρείσσων γέγονεν ἡ νόσος τῆς ὑγείας, ἤγουν ἐπικρατεστέρα, νικήσασα τὴν ὑγείαν. Gr. κακός: δοκεῖ. Fl. 17. παρὰ τῷ πλήθει κακὸς νομίζεται ὁ μή τι δρῶν κακόν. M. Fl. 25. νομίζεται παρʼ ἐκείνοις, ὡς οὐχ ἑπόμενος αὐτοῖς καὶ τὰ αὐτῶν πράττων αἴσχιστα. Gu. παρὰ τοῖς κακοῖς νομίζεται. Fl. 10. εἰ δὲ καὶ ἐστί τις ἐσθλὸς ἐν ἐκείνοις ὃς μηδὲν ἰδὼν ἢ ποιήσων τῇ ἐκείνων κακοπραγίᾳ, πονηρὸς καὶ οὗτος καλεῖταί τε καὶ νομίζεται. Fl. 21.

609. ἄγγος: ἀγγεῖον. M. ἀρχαία λάτρι: παλαιὰ δούλη, ἀντὶ τοῦ γραῦ. λάτρις δὲ ἡ μετὰ φόβου δουλεύουσα, παρὰ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ τρεῖν τὸ φοβεῖσθαι. B. a m. sec. λάτρις ἡ μετὰ φόβου δουλεύουσα παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ τρεῖν, ὃ σημαίνει τὸ φοβεῖσθαι. B. Fl. 6. 10. 25. φησὶν ἡ Ἑκάβη πρὸς τὴν θεράπαιναν, καὶ ἔστι Ἀττικόν· λείπει γὰρ τὸ μέρος ἕνεκα τῆς ποντίας ἁλός. Fl. 33. παλαιὰ ὑπηρέτις, δούλη. M.

610. βάψασ’: βάπτειν ἐστὶ τὸ χαλᾶν τι εἰς ὕδωρ, ἢ εἰς ἕτερόν τι ὑγρόν. Gr. 1. ὅμοιον τὸ ἔφαγε τοῦ ἄρτου καὶ ἔπιε τοῦ ὕδατος. Gr. I. βάψασʼ : πλήσασα. Fl. 17. ὠθήσασα κατὰ τοῦ ὕδατος. Gr. πληρώσασα. Gu. δεῦρο: ἐνταῦθα. Fl. 17. Gu.

[*](12. τῷ πλήθει] τοῦ πλήθους Fl. 25. etiam A. qui παλαιὰ ὑπηρέτης ἀντὶ τοῦ 18. ἄγγος] τεῦχος in textu M.: γραῖα. ἡ μετὰ—λα ἀττικὸν μόριον καὶ sed τʼ ἄγγος in A. Glossema ἀγγεῖον τοῦ τρεῖν, ὃ σ. τὸ φ.:— est etiam in Gr.: in Gu. λέγεται 25. ἢ εἰς ἕτερόν τι] ἤ τι ἕτερον Gr. ἄγγος καὶ τὸ ὄρος. 26. ὅμοιον] ὅμοιον δὲ τοῦτο 1., quod 1. Verba ἡ μετὰ φόβου δουλεύουσα, aut ὅμοιον δὲ τούτῳ scribendum erat παρὰ τοῦ λα, ἐπιτατικὸν δὲ τὸ μόριον, aut proximum τὸ in τῷ mutandum. καὶ τοῦ τρεῖν: —sunt in M. Sic ib, ὕδατος] οἴνου I.)
374

611. ὡς: ἵνα. B. Gr. ἵνα, ὅπως. M. παῖδα: τὴν θυγατέρα τὴν ἐμήν. Gr. πανυστάτοις: ὑστέροις, τελευταίοις. Fl. 17. ἀντὶ τοῦ τοῖς ὑστάτοις. Fl. 6. 9. 21. 56. 59. 76. ἐσχάτοις. Fl. 33. Gr.

612. νύμφην: Ἀχιλλέως. Fl. 10. ὡς μνηστευθεῖσαν τῷ Ἀχιλλεῖ. Gu. ἄνυμφον: ἔν ἴσῳ τῷ κακόγαμον. M. κακόνυμφον. Gr. ὡς μὴ τῆς μνηστείας τετελεσμένης. Gu. ἀπάρθενον: ἤγουν δυστυχῆ παρθένον. Fl. 6. 9. 10. 21. 56. 59. 76. Gr. σημείωσαι τὸ τραγικὸν ἔθος νύμφην ἄνυμφον ἔσεσθαι. παρὰ τὸ πυκνότερον τοὺς ποιητὰς οὕτως κεχρῆσθαι, λέγοντας γάμον ἄγαμον, ἤτοι κακόγαμον, καὶ νῦν λέγει νύμφην τʼ ἄνυμφον καὶ παρθένον τʼ ἀπάρθενον. Fl. 33. πρὸς τὸ τραγικὸν ἔθος. νύμφη, διότι ἔμελλε καλλωπίσαι ταύτην καὶ προθήσειν, ἄνυμφος δὲ διότι οὐκ ἔζη, ἀλλὰ ἀπέθανεν. Fl. 59. ἀπάρθενον: κακοπάρθενον. Gr. εἰς κακὸν τὴν παρθενίαν φυλάξασαν. Gu. οἱ μὲν τὸ ἀπάρθενον ἀντὶ τοῦ κακοπάρθενόν φασιν, ἐμοὶ δὲ οὐχ οὕτω δοκεῖ, ἀλλʼ εἰποῦσα “νύμφην τʼ ἄνυμφον” νύμφην μὲν ὡς μνηστευθεῖσαν τῷ Ἀχιλλεῖ, ἄνυμφον δὲ ὡς τῆς μνηστείας μὴ τελεσθείσης, ἐπήγαγε πρὸς μὲν τὸ νύμφην τὸ ἀπάρθενον, πρὸς δὲ τὸ ἄνυμφον τὸ παρθένον. Gu. I. τὸ α σημαίνει ἑπτὰ, ὡς τὸ ἀοίκητος ὁ μὴ ἔχων οἰκίαν. ἐπίτασιν, ὡς τὸ ἄξυλος ὕλη. ὁμοῦ, ὡς τὸ ἄκοιτις ἡ ὁμόκοιτος. κακὸν, ὡς τὸ ἄφωνος ὁ κακόφωνος. ὀλίγον, ὡς τὸ ἀμαθὴς ὁ ὀλιγομαθής. ἄθροισιν, ὡς τὸ ἅμα ἀντὶ τοῦ ὁμοῦ, καὶ πλεονασμὸν, ὡς τὸ πᾶς ἅπας. A.