Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

436. μέτεστι δʼ οὐδέν: ἀντὶ τοῦ οὐκ ἐπὶ πολὺ μέτεστί μοι τὸ φῶς ἀνακαλεῖσθαι, πλὴν ὅσον φθάσαι με εἰς τὸν τάφον τοῦ Ἀχιλλέως. ὅταν δὲ ἐκεῖ φθάσω, οὐκέτι προσφωνήσω σοι, δηλονότι ἕως οὗ τὴν ὁδὸν ταύτην τελειώσω καὶ φθάσω εἰς τὸν τοῦ Ἀχιλλέως τάφον, ἔκτοτε οὐκ ἴδω τὸ φῶς, οὔτε προσφθέγξομαι αὐτό· σφαγήσομαι γάρ. A. οὐδέν ἐστι τὸ μεταξὺ τῆς πυρᾶς τοῦ Ἀχιλλέως καὶ τοῦ ξίφους. M. Fl. 10. μετουσία δὲ ἔστι μοι σοῦ οὐδὲν πλέον ἢ καθʼ ὅσον χρόνον ἵσταμαι μεταξὺ τοῦ ξίφους καὶ τοῦ τάφου τοῦ Ἀχιλλέως. I. μέτεστι, μετέχει ἐμοί. El. 21.

[*](1. καλύψας scripsi pro ἀποκαλύ- 9. τὸ τ. κυρίως] κυρίως τὸ τ. I. ψας ex M. in quo est ἄπαγε καλύψας 14. μητρὸς] πρὶν σφαγῆναι add. A. τοῖς ἱματίοις διὰ τὸ κόσμιον. 15. κἀγῶ δὲ] κἀγώ γὰρ A.)
327

437. βαίνω: περιπατῶ, πορεύομαι. Fl. 6. περιπατῶ τὴν ὁδόν. Gu. πορεύομαι μέσον ἐν τῇ θυσία τοῦ Ἀχιλλέως ἢ ἀνάμεσον τῶν Ἕλλήνων πορεύομαι, οἵτινες τῆς θυσίας τοῦ Ἀχιλλέως ἐγένοντο σύνεργοι. Fl. 33. πυρᾶς: τοῦ τάφου. Gr.

438.—443. οἲ ’γω προλείπω: φεῦ ἐγὼ ἐκλείπω· τὰ δὲ μέλη μου λύεται, πρὸ τοῦ ἀποθανεῖν λείπω τὴν ζωὴν, αἱ δʼ ἁρμονίαι λύονται τῶν μελῶν μου. ὦ θύγατερ, πρόσψαυσαι τῆς σῆς μητρὸς, δὸς τὴν χεῖραʼ μή μʼ ἄτεκνον καταλείψῃς ἀπωλόμην, ὦ φίλαι γυναῖκες. οὕτω τὴν ἐκ τῆς Λακεδαιμονίας Ἑλένην θεασαίμην, τὴν ἀδελφὴν τοῦ Κάστορος καὶ Πολυδεύκους· διὰ γὰρ τῆς ώραιότητος καὶ τοῦ προσόντος αὐτ κάλλους αἰσχίστως καθεῖλε καὶ κατέστρεψε τὴν πρὶν εὐδαίμονα Τροίαν. I.

προλείπω: ἐκλείπω. Gr. ἀποψύχω. M. Fl. 6. 9. 17. 21. 56.

59. 76. Gr. πρὸ τοῦ καιροῦ οἵχομαι, πρὸ τοῦ φυσικοῦ θανάτου λείπω τὴν ψυχὴν, ἀντὶ τοῦ ἤδη θνήσκω. Gu. λύεται: τήκεται, φθείρονται. Fl. 21.

439. ἅψαι: ὑστερολογία. Gu. κρατήσοι. Fl. 17. ἐπιλαβοῦ. Fl. 56. ὦ θύγατερ, προσεγγίσαι τῆς σῆς μητρός. Fl. 33. ἔκτεινον: ἅπλωσον. Fl. 56. ἐξάπλωσον, δός. Gu.

440. δός: ἐπίδος μοι τὴν σὴν προσφιλῆ χεῖρα, μή μʼ ἄτεκνον ἀπολείπῃς. Fl. 33. μὴ λίπῃς: μὴ ἐάσοις. Fl. 96. ἀπωλόμην: ἐφθάρην. Fl. 17. 56. Gu. φίλαι: γυναῖκες. πρὸς τὸν χορὸν τοῦτό φησι. Fl. 21.

441. ὡς: οὕτως. M. εἴθε καὶ οὕτως. Fl. 59. καθὼς σὲ, τέκνον, ὁρῶ, οὕτω καὶ τὴν ἀπὸ Λακεδαιμονίας Ἑλένην, τὴν σύγγονον τῶν Διοσκούρων, διὰ τῶν ὀφθαλμῶν μου ἴδοιμι. Fl. 33. Λάκαιναν: τὴν Λακωνικήν. Fl. 59. Gu. καὶ οὕτως. τὴν ἐκ τῆς Λακεδαιμονίας ἀδελφὴν τοῦ Κάστορος καὶ τοῦ Πολυδεύκους. Gr.

442. ἴδοιμι: θεασαίμην. Gr.

διὰ καλῶν: αἴσχιστος ὁ δύσμορφος· ἐναντία γὰρ αἰσχρός καὶ καλός, καὶ αἴσχιστος καὶ κάλλιστος· διὸ καὶ εἴρηται κατὰ σχῆμα ἀντίθετον τὸ διὰ καλῶν γὰρ ὀμμάτων αἴσχιστα. Cant. διʼ εὐπρεπείας. M. Fl. 21. 59. 76. ἤτοι διὰ τὴν εὐμορφίαν αὐτῆς. Fl. 56. [*](20. προσφιλῆ] προσφίλην Fl. 33. σχρς) καὶ κάλλος King. 30. αἰσχρὸς καὶ καλὸς] αἰσχρος(αἶ- 32. εὐπρεπείας] εὐπρέπειαν Florr.)

328
διὰ τὴν εὐπρέπειαν ἑαυτῆς. Fl. 10. διὰ τῆς προσούσης αὐτῇ ὥρας. Gu.

443. αἶσχιστα: αἰσχρά. Fl. 17. αἰσχρῶς. R. 56. αἰσχίστως. Gu. κάκιστα. Pl. 21. εἷλε: κατέλαβε. Fl. 6. 9. 21. 56. 59. 76. Gr. ἐκράτησε. Fl. 17. ἐπόρθησεν, ἔλαβεν. Gu. εὐδαίμονα: εὐτυχεστάτην. Fl. 56. ἥτις αἰσχίστως τὴν Τροίαν τὴν παμπλούσιον εἷλε καὶ ἠφάνισεν. Fl. 33.

444. τοῦ Ὀδυσσέως λαβόντος τὴν Πολυξένην καὶ ἀπερχομένου ἀνακλαίεται αὐτὴν ὁ χορὸς διὰ τὸ ἄδηλον καὶ τὸ μὴ εἰδέναι τἱ μέλ λει αὕτη παθεῖν. ὁ δὲ χορὸς οὗτός ἐστιν ἐκ Τρῳάδων γυναικῶν, καί φησι πρὸς τὸν τῆς θαλάσσης ἄνεμον· ἀπὸ ἑνικοῦ δὲ δηλοῖ πάσας τὰς γυναῖκας ὁ ποιητής. φησὶ δὲ ταῦτα ὁ χορός. I.

446. ἀκάτους: ἄκατοι τὰ μικρὰ πλοῖα· ἐνταῦθα δὲ τὰς ναῦς. ἀπλῶς λέγει. B. Gr. Fl. 6. 9. 21. 50. 59. 76. ταχείας ναῦς. M. λίμοας: ἴδιόν ἐστι τῆς ποιητικῆς τὸ χρῆσθαι ταῖς λίμναις ἀντὶ θαλασσῶν καὶ ταῖς θαλάσσαις ἀντὶ λιμνῶν. Fl. 17. λίμνην τὴν θάλασσάν φησιν ὁ Ὀμηρος “ ἠέλιος δʼ ἀνόρουσε λιπὼν περικαλλέα λίμνηνλ” M. Fl. 10.

447. αὔρα: ὦ πνοὴ θαλασσία, ἥτις τὰς ταχείας ναῦς, τὰς ἐν τῇ θαλάσση τὴν πορείαν ποιουμένας, φέρεις ἐπὶ τὸ κῦμα τῆς θαλάσσής, ποῦ με τὴν ἀθλίαν ἄξεις, ἤτοι πορευθῆναι ποιήσεις; I. ὦ πνοὴ ἀνέμου καὶ διὰ θαλάσσης κομίζουσα τοὺς πόντῳ πορευομένους, ἤγουν ἐν γιαλῷ, καὶ τὰς ταχείας ναῦς ἐπὶ τὸ κῦμα τῆς θαλάσσης, ποῦ ἐμὲ τὴν ἀθλίαν διακομίσεις; Fl. 33.

αὔρα ἡ ἐξ ὑγροῦ ἀναπεμπομένη πνοὴ διὰ τοῦ υ· ἄθρα δὲ ἡ δούλη [*](10. αύτη παθεῖν A. παθεῖν αὕτη I. 25. αρα] οὖρα Gr. I., ut ubique. . 11. φησῖ-ἄνεμον] In Gu. priora Correxi, etsi vix dubitndum quin· usque ad καί desunt et scholion in- inimae aetatis grammatici ipsi vicipit ab his verbis: τὸ εἶδος τοῦ tioso ut in aliis vocabulis multis χοροῦ ἐνταῦθα στάσιμον · κρὸς τὸν τῆς accentu usi sint: quod manifestum . θαλ. ἄν. φησὶν ὁ χορὸς οὖρα. Deinde est in proxima imperiti hominis omittit δέ et verba φησὶ δὲ ταῦτα ὁ annotatione, qi οὖρα secundum canonem corripi dicit, quod ab ne- 17. ὁ( ὁ om.M.)  Ὅμηρος] Od.3,1. mine factum, amiraturque produc- 22. πόντῳ πορευομένους] Videtur tum ab Euripide αὔρα esse. ποστοπορeυομένους scripsisse Homeri ib. ἀναπεμπομένη] φερομένη Gr. ἐκexemplo, qui ποντοπορεόειν dixit. φερομένη I. 23. γιαλ] Id est αγγιαλ8. Vide ib. πνοὴ] ἐκπνοὴ Gr.: omisit I. Duang. Glossar. s. v. γιαλός.)

329
διὰ τοῦ β. Gr. I. τὸ αὔρα εἰ καὶ ὁ κανὼν βραχύνει, ἀλλ᾿ οὗτος μακρὸν τοῦτο δέχεται, ὡς καὶ τὸ Φαίδρα ἐν ἑτέροις. καὶ Ἀριστοφάνης “αὔρα τις ἐξέπνευσε μυστικωτάτη” λέγων. ἅτις δὲ γράφεται διὰ τὸ μέτρον ἅτε. I. ἥτις. M.

ὦ αὔρα ποντιὰς, ποῦ με τὴν δυστυγῆ ἐπαγάγῃς, ἢ ποῖ τῶν νήσων, ἢ ποῖ τῶν τόπων, καὶ τίνι δούλη γενήσομαι; ἆρα εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς με ἀπάξεις ἢ τῆς Φθιάδος, ὅπου, εἰς τὴν Φθίαν, τὸν Ἀπιδανὸν ποταμόν φασι ῥέειν, ἢ ποῦ ἀπὸ τῶν νήσων; ἆρα εἰς τὴν Δῆλόν με ἀπάξεις, ὅπου ὁ πρωτόγονος φοῖνιξ (πρωτόγονον δὲ εἶπεν αὐτὸν ὡς πρῶτον γεννηθέντα τῆς δάφνης) καὶ ἡ δάφνη κλάδους ἀνέφυσε μελλούσης τεκεῖν τῆς Λητοῦς τὸν Ἀπόλλωνα. ἢ εἰς Ἀθήνας με ἀγάγῃς, καὶ ἐν τῷ πέπλῳ, ἐν πάσσουσι τὰ τῆς Ἀθηνᾶς ἆθλα αἱ παρθένοι, κἀγ σὺν ἐκείναις στίξω καὶ γράψω εἰς τὸν αὐτὸν πέπλον τὰ ταύτης ἆθλλα καὶ τὴν τῶν Τιτάνων γενεὰν, ἣν ὁ Ζεὺς κατέφλεξεν ἐν τῷ κεραυνῷ· ἔθος γὰρ ἦν τῷ τότε πάσσειν ἐν τοῖς πέπλοις τὰ τῶν ψευδωνύμων αὐτῶν ἆθλα θεῶν, καθὼς καὶ ἡμεῖς ἐν τοῖς πέπλοις νῦν γράφομεν ἵππους, ὄρνις καί τινα ἄλλα. τοὺς δὲ πέπλους οὐ μόνον παρθένοι ἔκαμνον, ἀλλὰ καὶ αἱ μὴ οὕτως ἔχουσαι. καὶ ὁ μὲν νοῦς ἐστι τοιοῦτος, ἡ δὲ σύνταξις οὕτως· αὔρα ποντιὰς αὔρα, ἥτις κομίζεις τὰς ἐν θαλάσσῃ πορευομένας, ἤτοι ταχυτάτας, νῆας ἐπὶ τὸ κῦμα τῆς θαλάσσης πῆ με τὴν μελέαν καὶ δυστυχῆ κομίσεις καὶ ἀγάγῃς (τοῦτο γὰρ δηλοῖ τὸ πορεύσεις), καὶ πρὸς τίνος οἶκον ἀφίξομαις τὸ γὰρ “δουλόσυνος πρὸς οἶκον κτηθεῖσʼ ἀφίξομαι” τοῦτο λέγει, πρὸς τίνος οἶκον ἀφίξομαι δούλη γενομένη. τὸ τῷ ἀντὶ γενικῆς, τὸ δὲ ἤ πρὸς τὸ αὔρα ἀποδοτέον, ἵν᾿ ᾖ οὕτως, αὔρα ποντιὰς, ποῖ με κομίσεις, ἢ εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς, καὶ τὰ λοιπὰ διὰ μέσου, ἢ εἰς τὸν ὅρμον τῆς Φθιάδος γῆς, ἔνθα τὸν Ἀπιδανὸν ποταμὸν τὸν πατέρα τῶν καλλίστων ὑδάτων φασὶ λιπαίνειν τὰ πεδία, ἢ ποῖ με τῶν νήσων ἐπάξεις τὴν τάλαιναν. τὸ δὲ ποῖ ἀπὸ κοινοῦ πεμπομένην ἐν τῇ ἁλιήρει κώπῃ ἔχουσαν ἐμὲ οἰκτρὰν βιοτὴν ἐν τοῖς οἴκοις, οὗ γενήσομαι δούλη, εἰς τὴν Δῆλόν με ἀπάξεις, ἔνθα πρωτόγονός τε φοῖνιξ καὶ ἡ δάφνη ἱεροὺς ἀνέσχε πτόρθους τῇ Λητοῖ φίλα ἀγάλματα καὶ δῶρα τῆς αὐτῆς ἐνδόξου ἀδῖνος, καὶ σὺν ταῖς Δηλιάσι κόραις ὑμνήσω τῆς Ἀρτέμιδος θεᾶς τὴν χρυσῆν περικεφαλαίαν καὶ τὰ τόξα, ἢ ἐν ταῖς [*](2. Ἀριστοφάνης] Ran. 317.)

330
Ἀθήναις, κἀκεῖσε ἀπελθοῦσα ὑφανῶ ἐν τῷ κροκέῳ πέπλῳ τῆς καλλιδίφρου Ἀθηνᾶς τοὺς πώλους, ποικίλλουσα αὐτοὺς ἐν ἀνθοβαφέσι τονίοις ἢ μεταξίοις. ἢ τῶν Τιτάνων γενεὰν ὑφανῶ ἐν τῷ πέπλῳ, ἢν κομίζει ὁ Ζεὺς καὶ φαίνει ἐν ἀμφιπύρῳ φλογμῷ, ἤγουν κεραυνῷ. ὤμοι τῶν ἐμῶν γονέων καὶ πατέρων καὶ χθονὸς, ἥτις κατεστράφη φλεχθεῖσα ἐν πυρί. κατὰ γὰρ τὸ πῦρ, φησὶ, γενομένη ἡ πόλις αὕτη δορίληπτος καὶ δούλη τῶν Ἐλλήνων, ἐγὸ δʼ ἐν ξένῃ γῇ δούλη κληθήσομαι λιποῦσα τὴν Ἀσίαν δούλην θεράπαιναν τῆς Εὐρώπης, ἀλλάξασα τοὺς τῶν Ἑλλήνων θαλάμους αρ --- Ἄιδου. φησὶ γὰρ,  κρεῖττον ἦν σφαγῆναί με ἢ δούλην γενέσθαι. πολλῶν γὰρ Τρῳάδων γνναικῶν ἐφείσαντο οἱ Ἕλληνες χάριν τοῦ μοιχεύειν αὐτάς. A.

πορεύσεις: πορεύομαι ἐγὼ καὶ πορεύω ἕτερον, ὡς ἐνταῦθα καὶ παρὰ Πλάτωνι “ᾦ δὴ προστέτακται τοὺς ἐνθένδε ἐκεῖσε πορεῦσαι.᾿ ᾿  B. Gr. Ι. ἤγουν κομίσεις, ἄξεις. Fl. 6. 9. 21. 59. 76. Gu. διαβιβάσεις. Fl. 56. διὰ τὴν πολυαρχίαν τοῦτο ἔφη, διστάσασα ἐν ποίῳ μέρει μέλλει τυχεῖν. Gu.

446.—451. τῷ δουλόσυνος: τίνι δούλη ὀνομασθεῖσα πρὸς τὸν οἷκον ἀφίξομαι; M. πρὸς τίνος οἰκον δούλη κτηθεῖσα ἀφίξομαι; ἢ πορεύσεις με ἀπὸ κοινοῦ πρὸς τὸν ὅρμον τῆς Δωρίδος, ἢ εἰς τὸν ὅρμον τῆς Θετταλικῆς γῆς, ἤγουν εἰς τὰ Φάρσαλα. Gr. I.

τῷ: τίνι. Fl. 10. 59.

449. κτηθεῖσα: ὑποταγεῖσα, δοθεῖσα, πραθεῖσα. Fl. 46. ταχθεῖσα. Gu. ἀφίξομαι: γενήσομαι. Fl. 17. ἔλθω. Fl. 56. ἢ πορεύσομαι ἢ παρρησιάσομαι. Fl. 33. πορεύσομαι, παραγενήσομαι. Gu.

450. ἢ Δωρίδος: ἆρα, φησὶν, εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς ἀφίξομαι, ἢ ἐπὶ τοῦ ὅρμου τῆς Φθίας. M. τὸ ἢ τὸ πρὸ τοῦ Δωρίδος ἢ ἀντὶ τοῦ ἆρα, ἢ διαζευκτικόν. Gu. I. οὐ πρὸς τὸ ἀφίξομαι τὸ ἢ Δωρίδος ἐστὶν, ἀλλὰ πρὸς τὸ πορεύσεις· εἰ γὰρ καὶ ἐνταῦθα τὸ ἀφίξομαι νοεῖται, ἀλλὰ μετʼ ὀλίγον ἐλέγχεται, ὅταν λέγῃ τὸ ἢ νῆσον ἀλιήρει κώπα πεμπομέναν τάλαιναν· ἔδει γὰρ, εἰ πρὸς τὸ ἀφίξομαι [*](13. Πλάτωνι] Phaedon. p. 107 E. πρὸς τὸ δωρίδος Gu. Correxi ex I, ubi 19. τῆς Δωρίδος] ἤγουν τῆς πελοπον- haec infra post διαζευκτικόν leguntur νησιακῆς addit Gr. sic scripta, τὸ ἡ δὲ τὸ πρὸ τῆς δωρίδος 20. Θετταλικῆς] φθιάδος Gr. ἤ ἀντὶ τοῦ ἄρα, ἢ διαζευκτικόν. 27. τὸ ἢ τὸ πρὸ τοῦ Δωρίδος] τὸ ἢ τὸ 29. τὸ ἢ] τὴν Gu.)

331
ἦν, εὐθεῖαν εἰπεῖν πεμπομένα τάλαινα. νῦν δὲ ἐκ τούτου φαίνεται ὅτι πρὸς τὸ πορεύσεις ἐστὶ τὸ ἢ Δωρίδος, τὸ δὲ τῷ δουλόσυνος πρὸς οἶκον κτηθεῖσʼ ἀφίξομαι διὰ μέσου. Gu. I. ἢ ἀντὶ τοῦ ἄρα. Fl. 50. 59. Δωρίδος: τῆς Πελοποννήσου. ἴσως καὶ διὰ τὸν Ἀγαμέρμμνονα λέγει τοῦτο. M. Gu. Fl. 10. ἢ ἐν τῇ Πελοποννήσῳ τὸν ὅρμον. Fl. 33. αἴας: γῆς. M. Fl. 10. Δωρίδος γῆν λέγει τὴν Πελοπόννησον, Φθίαν δὲ τὴν Θετταλίαν διὰ τὸν Νεοπτόλεμον τὸν υἱὸν Ἀχιλλέως. A.

451. Φθιάδος: τῶν Φαρσάλων. Fl. 46. τῆς Θεσσαλίας διὰ τὸν Νεοπτόλεμον. M. Fl. 59. τῆς Θετταλίας, ἀπὸ μέρους τὸ πᾶν. διὰ τὸν Ἀχιλλέως υἱὸν Νεοπτόλεμον. Gu.

451.—460. ἔνθα: ὅπου τὸν Ἀπιδανὸν τὸν γεννήτορα τῶν καλλίστων ὑδάτων λέγουσιν ἀρδεύειν τὰ πεδία· ἢ πορεύσεις με τὴν τάλαιναν πεμπομένην θαλασσίᾳ κώπῃ, ἐλεεινὴν ζωὴν ἕξουσαν ἐν τοῖς οἴκοις τῶν δεσποτῶν, εἰς τὴν νῆσον τὴν Δῆλον, ὅπου πρωτοφανὴς φοῖνιξ καὶ δάφνη πρωτόγονος ἱεροὺς ἀνεβλάστησαν κλάδους χάριν τῆς Λητοῦς τῆς φίλης, εἰς τιμὴν τῆς ὠδῖνος τῆς δίας, ἢ τῆς ἀπὸ τοῦ Διὸς, ἢ τῆς θαυμαστῆς. I.

454. Ἀπιδανόν: Ἀπιδανὸς ποταμὸς Θεσσαλίας. M. ὄνομα ποταμοῦ. Fl. 6. 9. 21. 50. 59. 76. Gr. λιπαίνειν: τὰ ἀπὸ Θεσσαλίας ἀρδεύειν· τὸ γὰρ ὕδωρ τρόφιμον. M. ἀρδεύειν. Gr. ἤγουν ποτίζειν. Bar. 74. Gu. οὐ χρὴ πεδία λιπαίνειν γράφειν, ἀλλὰ τὰς γυίας, ἵνʼ ᾖ τροχαικὸν τὸ κῶλον, ὡς καὶ τῆς ἀντιστροφῆς. Bar. 74.

455. ἢ νάσων: ἀπὸ κοινοῦ τὸ πορεύσεις, ἢ εἰς τίνα τῶν νήσων με πορεύσεις. M. ἐπειδὴ ἐμνήσθη νήσων καὶ ἡ Δῆλος νῆσός ἐστι. καὶ Ὅμηρος “Δῆλον δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀπερχόμενον ἐνόησα.ʼ λέγεται δὲ ἡ δάφνη πρῶτον ἐν Δήλῳ γενέσθαι καὶ ὁ φοῖνιξ. M. ἢ εἰς τὴν Δῆλον πορεύσεις. διὰ τὸν Ἀγαμέμνονα καὶ τοῦτο. Gu. καὶ τοῦτο ἴσως διὰ τὸν Ἀγαμέμνονα, ὅν φησιν Ὅμηρος ”\πολλῇσι νήσοισι καὶ Ἀργει παντὶ ἀνάσσειν.” [*](1. πεμπομένα] πεμπομένη I. 26. Ὅμηρος] Od. 6. 163. Conf. 4. τῆς Ἰελοποννήσου] εἰς τὴν ( εἰς τὴν 9. 334, 12. om. Gu.) πελοκόννησον Gu. Fl. 10. 29. ἴσως om. M. Legitur in ib. ἴσως καὶ om. Gu. καὶ om. Fl.10. annotatione simili in v. 450. 5. λέγει τοῦτο om. M. Fl. 10. 30. ὅν φησιν] φησὶ καὶ Fl. 10. 22. οὐ χρὴ—] Scholion Triclinii. ib. Ὅμορος] Il. 2, 108.)

332
M. Fl. 10. ἁλιήρει δὲ τῇ ἐν ἁλὶ ἐρεσσομένῃ κώπῃ. M. Fl. 10. ἐν τῇ θαλάσσῃ ἐρεσσομένῃ. Fl. 17. διὰ κώπης ἁλιήρους, ἤγουν ᾖ ἐρέσσουσι κατὰ τὴν θάλασσαν. Fl. 6. 9. 21. 50. 59. 76. Gr. θαλασσίῳ. Gu.

ἁλιήρει κώπα: ἢ πορεύσεις με τὴν τάλαιναν πεμπομένην ἁλιήρει κώπῃ, ἐλεεινὴν ζωὴν ἕξουσαν ἐν οἴκοις εἰς τὴν νῆσον, ἔνθα καὶ φοῖνιξ πρωτόγονος καὶ δάφνη πρωτόγονος ἱεροὺς ἀνεβλάστησε κλάδους χάριν τῆς Λητοῦς τῆς φίλης εἰς τιμὴν τῆς ὠδῖνος τῆς δίας, τουτέστιν εἰς τὴν Δῆλον. Gr. I.

456. κώπα: κώπη πόθεν ἐτυμολογεῖται ; ἀπὸ τοῦ κινεῖν τοὺς ὦπας καὶ τοὺς ὀφθαλμούς. Fl. 96. πεμπομέναν: πορευομέναν ἐμέ. Fl. 6. τάλαιναν: ἀθλίαν. Fl. 17.

457. οἰκτράν: ἐν οἷς ἀφίξομαι οἱκοις οἰκτρὰν ζωὴν ἔχουσα. M. Fl. 59. ταλαίπωρον βιοτάν. Fl. 33. ἔχουσαν: ἀντὶ τοῦ ἕξουσαν. Fl. 6. 9. 17. 21. 50. 59. 76. Gr.