Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

416. ἄνυμφος: χυρὶς γάμου. Fl. 17. ἄνευ γάμου. Gu. ἕπεται τοῦ λόγου. Fl. 21. ἄπειμι κάτω δηλονότι. M. Fl. 10. ἀνυμέναιος: ἀμελχδητος. Fl. 56. χωρὶς ὕμνων. Fl. 17. ἀπέρχομαι δηλονότι. Gr.

ἀνυμέναιος: ἄμοιρος ὑμεναίων. Gr. ὑμένας λέγουσι τὰ περιλαμβάνοντα σπλάγχνον ἤ τι τοιοῦτο λεπτότατον, σπερ δέρμα· ἐπεκράτησε δὲ ἰδίως λέγεσθαι ὑμένα τὸν τῆς παρθενίας, οὗ διαρηγνυμένου τῇ συνουσίᾳ οὐκέτι τό θῆλυ πρὸς παρθενίαν ἐστί. διὸ καὶ λέγεται ἀπὸ τούτου ὑμέναιος ἡ ἐπιθαλάμιος ῳδὴ, ἤγουν ἡ ἐπὶ τῷ γάμῳ καὶ τῇ διαρρήξει τούτου τοῦ ὑμένος ᾀδομένη, ἀφʼ οὗ ὕμνος, ὃς ἐπὶ θεοῦ μὲν καὶ θείων ἀνδρῶν ὡς ἐπὶ τὸ πολὺ λέγεται, ἐτάχθη δὲ ὅμως λέγεσθαι καὶ ἐπὶ τῆς ἀπλῶς ὥδῆς, καθὸ λέγουσιν ὑμνοπόλους τοὺς ποιητὰς ἤτοι τοὺς ἀναστρεφομένους περὶ τὴν ὥδὴν ἁπλῶς, ἤγουν τὴν ἐμμελῆ συνθήκην καὶ ἔμμετρον. λέγεται ὕμνος καὶ ἡ φήμη καὶ διαλάλησις, καθὸ λέγεται παρὰ Σοφοκλεῖ τὸ “βαιὰ μὲν, ἀεὶ δʼ ὑμνούμενα.” κατὰ τοῦτο δὴ τὸ τελευταῖον σημαινόμενον λέγεται τὸ “προθέλυμνον ἔπεσε τὸ δένδρον,” ἤγουν οὕτως ἔπεσεν ὡς εἰς φῶς προαχθῆναι καὶ τὸ μέρος ἐκεῖνο αὐτοῦ, διʼ οὗ θέλει τὸ ὄνομα καὶ τὴν μνήμην, τουτέστι τὴν ῥίζαν. ταύτης γὰρ σωζομένης, εἰ καὶ πᾶν ἐκκοπείη τὸ δένδρον, βλαστήσειεν ἄν τι ἀπʼ αὐτῆς, ὃ φυλάξει τοῦνομα καὶ τὴν μνήμην τοῦ δένδρου. εἰ δʼ ἀπολοιτο αὕτη, καὶ ἡ τοῦ δένδρου πᾶσα ἐλπὶς καὶ μνήμη συναπόλλυται. ὁσάκις δὲ λέγει ὁ Ὅμηρος προθέλυμνον, ὅτι τὸ προβεβλῆσθαι καὶ ῥύεσθαι ἐπισπᾶται ὄνομα καὶ μνήμην. λέγεται καὶ πρόρριζον ἔπεσε τὸ δένδρον ὁμοίως, ἤγουν οὕτως [*](17. διὸ καὶ Matt. διὸ καὶ τῆς 24. Σοφοκλεῖ] Aj. 292. ubi βαίʼ, παρθενίας ὁ ὑμὴν Gu. ἀεὶ δʼ ὑμνούμενα.)

323
ἔπεσεν ὡς καὶ τὴν ῥίζαν αὐτοῦ ἀνασπασθῆναι καὶ εἰς φῶς προαχθῆναι. Gu.

ὦν: νυμφεύματος καὶ ὑμεναίου. Gr. θαλαμίων ὕμνων. Gu.

τυχεῖν: ἐπιτυχεῖν. Fl. 17. ἀνύμφευτος, μὴ τυχοῦσα ᾷσμάτων γαμικῶν. ὑμέναιον λέγεται ᾆσμα, ὃ ᾆδουσιν ἐν τοῖς γάμοις τοῖς νεογνοῖς νυμφίοις. Fl. 33.

417. οἰκτρά: ἐλεεινή. M. Fl. 6. 9. 21. 50. 59. 76. Gr. διαφέρει οἰκτρὸς τοῦ ἀθλίου· οἰκτρὸς γὰρ λέγεται ὁ ἄξιος ἐλέους, ἀπὸ τοῦ οἶκτος, ἡ ἐλεημοσύνη, ἄθλιος δὲ ὁ πολλὰ δεινὰ πάσχων καὶ ὑπομένων, ἀπὸ τοῦ ἀθλῶ τὸ καρτερῶ. Fl. 17. ἀξία οἴκτου καὶ ἐλέους. διὰ τὸ τιῦ θανάτου ἄωρον. Gu.

ἀθλία: δυστυχής. Fl. 17. δυστυχής διὰ τὴν σὴν στέρησιν. Gu δʼ ἐγώ: συναλιφὴ τῶν δύο ἔστι δὲ ἐγώ. M.

418. ἐκεῖ: ἐν τῷ τόπῳ. (τοῦ Ἄιδου add. Gu.) Fl. 17. ἐν Ἄιδου: ἐλλειπτικῶς ἀντὶ τοῦ ἐν τῷ τόπῳ τοῦ Ἅιδου. Fl. 21.

419. οἴμοι, τί δράσω: οἴμοι, τί ποιήσω, εἰς ποίαν τύχην καταντήσω, ποῖον τέλος ἔξω τοῦ βίου, ποῦ πληρώσω τὸν βίον. I. ποῖ: χρονικόν. Fl. 59. Gr. τελευτήσω: πληρώσω, τελέσω. ἤγουν μέχρι τίνος ζήσομαι; ἀχθομένη τῇ ἑαυτῆς ζωῇ τοῦτό φησιν. Cant. Gr. πῶς τὸ τέλος δράξω τοῦ βίου. M.

420. δούλη θανοῦμαι: οὖσα πατρὸς ἐλευθέρου, ἤτοι βασιλέως. ἐλεύθερος κατὰ ψυχὴν καὶ ἐλεύθερος κατὰ σῶμα, ὁ καλῶς ἐκτραφεὶς, ἤτοι εὐτυχῶς καὶ ἐλευθερίως. ὁμοίως καὶ δοῦλος· καὶ ἐπὶ μὲν τοῦ σώματος ὁ ἐωνημένος, ἐπὶ δὲ ψυχῆς ὁ κόλαξ. ἀπελεύθερος δὲ ὁ ἀργυρώνητος μὲν πρῶτον, εἶτα ἐλευθερωθεὶς, ὁ δὲ ἐλευθερώσας αὐτὸν πάτρων, καὶ κλίνεται πάτρωνος. I. δούλη: ὡς δούλη θνήσκω ἡ πρόσθεν ὑπάρχουσα βασιλέως θυγάτηρ. Fl. 33. ἐλευθέρου: κυρίου. Fl. 21. ἤγουν ἀκαταδουλώτου, ἢ εὐτυχῶς καὶ καλῶς τραφέντος, ἤγουν βασιλέως. Gu.

421. ἡμεῖς δέ: ἀποθανούμεθα ἢ ἐσμέν. Gu. ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων: ἐζήτηται ἐνταῦθα πῶς δέκα καὶ ἐννέα παῖδας ποιήσασα Ἑκάβη πεντήκοντα ἑαυτὴν παίδων ἀμέτοχόν φησι. καὶ φαμὲν ὡς συμπεριείληφε τοὺς νόθους παῖδας τοῦ Πριάμου σὺν τοῖς ἑαυτῆς. A. ἡμεῖς δὲ ἄμοιροι καὶ ἐστερημένοι πεντήκοντα [*](31. δέκα καὶ ἐννέα] δεκαεννέα in scholio proximo 1.)

324
τέκνων. ιθ΄ ἐγέννησεν αὕτη· αὔξουσα δὲ τὸ πάθος ν΄ λέγει, ἢ ὅτι συμπεριλαμβάνει καὶ τοὺς νόθους τοῦ Πριάμου παῖδας σὺν τοῖς παισὶν ἑαυτῆς διὰ τὴν διάθεσιν τοῦ ἀνδρός. Gu. I. πεντήκοντα αὔξουσα τὸ πάθος φησί· ιθ΄ γὰρ μόνους παῖδας ἐγέννησεν. καὶ Ὅμηρος “ ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν·ʼʼ ἢ ὅτι ἐμπεριλαμβάνει τοὺς νόθους διὰ τὴν διάθεσιν τοῦ ἀνδρός. M. Fl. 10. σύλληψις δὲ λέγεται ὁ τρόπος· οὐδὲ γὰρ αὐτὴ ἐγέννησεν, ὁ δὲ Πρίαμος ἐξ ἄλλων γνναικῶν. M. τί ν΄ λέγει; ὅτι ν΄ τέκνα ἐποίησεν ὁ Πρίαμος. Fl. 33. ἄμοιροι: ἀμέτοχοι. M. Fl. 2. ἐστερημένοι. Fl. 56. Gu.

422. τί σοι πρὸς Ἕκτορα: τί βούλει ἕνεκα σοῦ εἴπω πρὸς τὸν Εκτορα, ἢ πρὸς τὸν γέροντα Πρίαμον τὸν σὸν ἄνδρα: μήνυε πασῶν γυναικῶν ἀθλιωτάτην. Gr. I. τί σοι: τί εἴπω πρός τὸν Ἕκτορα καὶ τὸν σὸν ἄνδρα καὶ σύνοικονς Fl. 33. εἴπω: ἀγορεύσω. Fl. 10. πόσιν: ἄνδρα. Gr.

423. ἄγγελλε: ἐκείνοις. Fl. 17. εἰπέ. Fl. 21. ἀθλιωτάτην: οὖσαν δυστυχεστάτην. Fl. 17. 56. εἶναι. Fl. 21. τὸ ὑπερθετικὸν ἀντὶ συγκριτικοῦ. Gu.

424. ὦ στέρνα μαστοί θʼ : ταῦτά φησιν ὡς ἀσπαζομένη τοὺς τῆς μητρός μαστούς. A. περιπτυσσομένη τὴν μητέρα ταῦτά φήσίν. Gu. Fl. 10. I. ὢ τῆς πρὶν τοῦ προσήκοντος καιροῦ ἀθλίας τύχης. 1. στέρνα: στήθη. Fl. 21. 59. ἡδέως: γλυκέως. Fl. 21.

425. ὦ τῆς: φεῦ, ἕνεκα Fl. 6. 9. 21. 50. 59. 76. Gr. χάριν, ἕνεκεν. Fl. 17. τῆς ἀθλίας καὶ πρὸ καιροῦ σου τύχης. Fl. 33. ἀώρου: ἀκαίρου. Fl. 56. Gu. ταχυθανάτου, μήπω γηρασάσης, τουτέστι νέας. M. Gu. τύχης: ἡμῶν δηλονότι. Fl. 21.

426. χαῖρ, ὦ τεκοῦσα: κἀνταῦθα οὐκ ἀμοιβαῖοί εἰσιν οἱ λόγοι, ἀλλὰ διὰ μέσου φησὶν Ἑκάβη, ὅπως ἀποκριθῇ αὐτῇ, καὶ οὐκ ἀντιλέγει. οὕτως γάρ ἐστιν ὁ νοῦς καὶ ἡ σύνταξις, χαῖρ, ὦ τεκοῦσα, [*](1. ν] ταῦτα Gu. reliquis omissis. 2. σὺν τοῖς] σῦν om. I. 19. περιπτυσσομένη Gu. περιπλεκοπαισὶν ib. om. Gu. μένη I. Verba περιπτυσομένη (sic) 4. Ὅμηρος] Il. 24, 496. τὴν μητέρα τοῦτο (sic etiam Gu.) φησίν 5. ἰῆς om. Fl. 10.. sunt etiam in M. 16. ἕνεκα σοῦ εἶπω] ἵνσ εἴπω ἕνεκα 27. κἀνταῦθα] Eespicit ad ea quae annotaverat de στίχοις ἀμοιγέροντα] 11. γέροντα τὸν πόσιν Gr., βαίοις ad v. 414.)

325
χαῖρε Κασάνδρα τʼ ἐμοὶ, ὅ τʼ ἐν φιλίπποις Θρχξὶ Πολύδωρος, καὶ λεγούσης ταῦτα Πολυξένης λέγει καὶ ἡ Ἑκάβη διὰ μέσου, χαίρουσιν ἄλλοι, καὶ ἂν ζῇ Πολύδωρος ἀπιστῶ. τοῦ ὀνείρου γὰρ ἐμνημόνευσεν ὃν εἶδε περὶ ἐκείνου ἐν ἀρχῇ τοῦ δράματος, καὶ τότε ἀποκρίνεται αὐτῇ Πολυξένη καὶ λέγει περὶ τοῦ Πολυδώρου, ζῇ καὶ θανούσης σου καλύψει τοὺς σοὺς ὀφθαλμούς. A.

χαῖρʼ ὦ τεκοῦσα: τὸ ἐμοί οὐ πρὸς τὸ Κασάνδρα ἐστὶν, (εἰ γὰρ ἦν οὕτω, διὰ τοῦ η ὤφειλε γράφεσθαι) ἀλλὰ πρὸς τὸ χαῖρε· σύναπτε δὲ καὶ πρὸς ἀμφότερα, χαῖρέ μοι, ὦ τεκοῦσα, καὶ χαῖρέ μοι, ὦ Κασάνδρα. I. ἐμοί: σχετικόν. Fl. 6. 9. 21. 50. 59. 76. Gr. τεκοῦσα: ἡ γεννήσασά με. Fl. 17. μῆτερ ἐμή. Fl. 21. Κασάνδρα: ἀδελφή. Fl. 21. 56. ἡ Κασάνδρα ἀδελφὴ ἦν τῆς Πολυξένης. Fl. 33.

427. χαίρουσιν ἄλλοι: μητρὶ δʼ οὐκ ἔστι τὸ χαίρειν δηλονότι. I. χαίρουσιν: οἱ φονεύοντες, οἱ Ἕλληνες. Gu. χαρά γρ. τόδε. M.

428. ὅ τʼ: ἀπὸ κοινοῦ τὸ χαιρέτω. M. Fl. 10. χαῖρε καὶ ὁ ἐμὸς ἀδελφὸς Πολύδωρος ὁ ὑπάρχων ἐν τοῖς ἱππικοῖς Θρᾳξίν. G. I. ὅ τε ἐν τοῖς πολεμίοις Θρᾳξὶν ὁ Πολύδωρος, ὁ ἐμὸς ἀδελφός. Fl. 33.

429. εἰ ζῇ γʼ, ἀπιστῶ δέ: οὕτως εἰς πάντα δυστυχής εἰμι ὥστε καὶ περὶ ἐκείνου ἀπιστῶ εἰ ζῇ. M. οὕτως εἰμὶ δυστυχὴς ὡς οὐ   πιστεύω ζῆν τὸν Πολύδωρον. A. τοῦ ὀνείρου γὰρ ἐμνημόνευσεν, ὃν εἶδε περὶ ἐκείνου ἐν τῇ ἀρχῇ τοῦ δράματος. Gu. εἰ ζῇ γε: χαιρήσεται δηλονότι· ἀπιστῶ δὲ, ὅτι οὕτω κατὰ πάντα δυστυχῶ. I. πάντα: ἐν πᾶσι. Fl. 21. δυστυχῶ: ὥστε ἀπιστεῖν εἰ ξῇ. Fl. 10.

430. ζῇ: δηλονότι. Fl. 59. ἐκεῖνος. Fl. 17. θανούσης: σοῦ. Fl. 17. 59. 76. Gr. συγκλείσει: ἀσφαλίσει. Fl. 17. καλύψει. Fl. 21. Gu.

431. τέθνηκʼ ἔγωγε: ἐγὼ πρὶν τοῦ θανεῖν ὑπὸ τῶν κακῶν τέθνηκα. M. πρὸ τοῦ θανεῖν με τὸν φυσικὸν θάνατον τέθνηκα ὑπὸ τῶν περιεχόντων με κακῶν. Gu. πρίν: πρὸ τοῦ. Fl. 56. Gu.

432. κόμιζ’, Ὀδυσσεῦ: περικαλύψας τὴν κεφαλὴν ἱματίῳ, ὅτι πρὸ τοῦ σφαγῆναι ἐκτέτηκα τὴν καρδίαν. I. κόμιζʼ: ἄπαγε πρὸς [*](16. χαιρέτω] χαῖρε Fl. 10. 18. Πολύδωρος ὁ ὑπάρχων] ὁ πολύδωρος ὁ ὑπάρξων Gr.)

326
τὸν τάφον τοῦ Ἀχιλλέως. Gu. ἀντίπτωσις. ἄπαγε, καλύψας τὴν κεφαλὴν τοῖς ἱματίοις. Fl. 10. ὦ Ὀδυσσεῦ, περιθεὶς τῇ ἐμῇ κάρᾳ τὰ βασιλικά μοι πέπλα, καὶ ἀποκόμισόν με. Fl. 33. ἀμφιθείς: σκεπάσας. Fl. 6. 9. 21. 5. 59. 76. Gr. περικαλύψας διὰ τὸ κόσμιον. Gu. κάρα: κοινῶς μὲν ἡ κράς λέγεται, τῆς κρατὸς, ἡ δὲ τραγῳδία καὶ τὸ κρᾶτα λέγει οὐδετέρως, ὡς τὸ κάρα· ἡ δὲ κάρα τῶν νεωτέρων ἐστίν. I. πέπλοις: ἐν. Fl. 17. σκεπάσμασιν. Fl. 21. τοῖς σοῖς ἢ τοῖς ἐμοῖς. Gu.

433. ἐκτέτηκα: τὸ τήκεσθαι κυρίως ἐπὶ χιόνος λέγεται καὶ κηροῦ καὶ τῶν κατʼ ὀλίγον ἀναλισκομένων, καὶ ἀπὸ τούτου ἐπὶ τῶν καταπιπτόντων ὑπὸ λύπης καὶ διαρρεομένων. B. Gu. I. δεδάμακα. Fl. 17. ἔλυσα. El. 21. ἐξετάκην τὴν ἐμαυτοῦ καρδίαν. Fl. 6. 9. 21. 56. 59. 76. Gr. ἐδάμασα. Fl. 56. Gu. ἤγουν κατακέκομμαι τὴν ψυχὴν, ἐδαμάσθην. Gu. καρδίαν: τὴν ἐμαυτῆς καρδίαν ἐκτέτηκα τοῖς θρήνοις τῆς μητρὸς, κἀγὰ δὲ ταύτην ἐκτήκω. A.M. ἐμήν. Fl. 10. ἐξεπλάγην τῇ καρδίᾳ τοῖς θρήνοις τῆς ἐμῆς μητρός. Fl. 33.

434. θρήνοισι: ἐν. El. 10. ἐκτήκω: πάλιν. Fl. 10. δαμάζω. El. 17. 56. λύω. Fl. 21. γόοις: διὰ τῶν θρήνων. Fl. 17. θρήνοις. El. 56.

435. φῶς: ἔξεστίμοι προσφωνεῖν τὸ σὸν ὄνομα καὶ προσλέγειν· οὐ γὰρ ἀποκέκλεισμαι καὶ τοῦ λαλεῖν. A. προσειπεῖν γὰρ τὸ σὸν ὄνομα ἔξεστί μοι, ἤγουν ὁ καιρὸς ἐνδίδωσί μοι προσφωνῆσαι καὶ καλέσαι τὸ σὸν ὄνομα. I. ἔξεστί μοι: ἄδεια δέδοταί μοι. Fl. 17.