Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

458 --- Ζεὺς --- ταύτῃ συγ --- μγυναικῶν κυοφορίαις α --- παρεγένετο εἰς Ἀστερίαν τὴν νῆσον, μίαν τῶν Κυκλάδων τυγχάνουσαν, κἀκεῖσε --- χθοῦσα καὶ ἁψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους παῖδας ἀπέτεκεν, Ἄρτεμιν καὶ Ἀπόλλωνα. οἱ δέ φασιν ὅτι, ὁπηνίκα εἰς Ἀστερίαν τὴν νῆσον ἡ Λητὰὼ παρεγένετο τυγχάνουσα ἔγκυος εὐθέως ἐν τῇ γῇ τῆς εἰρημένης νήσου δύο κάλλιστα φυτὰ ἀνεβλάστησαν, φοῖνιξ καὶ δάφνη, ἐναργὲς τεκμήριον τῆς τῶν παίδων τῶν δύο τῆς Λητοῦς ἀποτέξεως, Ἀρτέμιδος καὶ Ἀπόλλωνος, ἢ καὶ ὡς ἀναθήματα παρὰ τῆς γῆς ἀνεδόθησαν τῆς καλλίστης καὶ περιφανοῦς ὠδῖνος αὐτῆς· διὸ καὶ τὴν νῆσον μετωνόμασαν Δῆλον, ὅτι φανερὸν καὶ ἐναργὲς σημεῖον ἐν αὐτῇ ἀνεδόθη τῆς τῶν εἰρημένων παίδων αὐτῆς ἀποτέξεως. Ἄλίως εἰς τὸ ἔνθα πρωτόγονός τε φοῖνιξ. ὁ Ζεὺς κρυφίως τῆς ἰδίας γυναικὸς Ἥρας συμμιγεὶς τῇ Λητοῖ ἔγκυον ταύἐποίησεν, την ὃ γνοῦσα ἡ Ἥρα ἐδήλωσε τῇ Τῇ μὴ δέξασθαι αὐτὴν ἐν [*](6. ἔνθα καὶ—ίεροῦς] ἔνθα καὶ ὁ πρω- incipit in A. fol. 11. versum, lineis τόγονος φοίνιξ (hoc accentu etiam tribus primis partim obliteratis. Earum prima finitur literis ταύτῃ Gr) ἰερονς 1. 8. δίας] ἴδας Gr. συγ, secunda κυοφορίαις α, tertia τὴν 11. ὁφθαλμοός Fr. de Furia. Prima νῆσον μίαν. litera ὁ est in Fl. 56. 27. ἀποτέξεως] Hic in A. inter- 13. οἴκοις] οἴκοί Fl. 59. positum est scholion v. 450. Δω- 16. . . . . Ζεὺς —] Ab hoc scholio ρίος-υίὸν Ἀχιλλέως.)

333
τῷ καιρῷ τοῦ τοκετοῦ. τοῦτο γνοὺς ὁ Ζεὺς ἠξίωσε τὸν Ποσειδῶνα ἀναδοῦναι εἰς φῶς τὴν κάτωθεν παρʼ αὐτοῦ οὖσαν πόλιν, ὃ καὶ πεποίηκεν ἀναδοὺς τὴν σήμερον καὶ οὖσαν νῆσον Δῆλον, ἐν ᾖ καὶ δύο κλάδοι ἐβλάστησαν, φοῖνιξ καὶ δάφνη, ἄτινα κρατήσασα ἡ Λητὼ ἐν τῷ καιρῷ τοῦ τοκετοῦ ἔτεκεν Ἄρτεμιν καὶ Ἀπόλλωνα. A.

ἔνθα πρωτόγονος: φασὶ τὸν Δία πρὸς συνουσίαν ἐλθεῖν τῇ Λητοῖ, μαθοῦσαν δὲ τὴν Ἥραν τοῦτο ζηλοτυπήσασαν κελεῦσαι μὴ ἐν τῇ γῇ γεννῆσαι δυνηθῆναι τὴν Λητώ· βιαζομένης δʼ αὐτῆς πρὸς τὴν ἀποκύησιν, συνέταξεν ὁ Ζεὺς ρμῆν λαβόντα αὐτὴν ἀπάξαι εἰς Δῆλον. ἡ δὲ Δῆλος ἦν νῆσος, ὡς τινὲς μέν φασιν, ἀναδοθεῖσα ἀπὸ θαλάσσης, ὡς τινὲς δὲ, κινουμένη πρῶτον καὶ τότε σταθεῖσα καὶ δήλη γενομένη. εἰς ἢν Δῆλον ἡ Λητὼ ἀφικομένη ἔτεκεν Ἀπόλλωνα καὶ Ἄρτεμιν, δύο φυτῶν ὑπὸ Διὸς τότε ἀναφυέντων, φοίνικος καὶ δάφνης, οἷς ἐρειδομένη εὐκόλως τὸ ἔμβρυον ἐξήγαγεν. ἐτιμᾶτο οὖν ἐν τῇ νήσῳ Ἀπόλλων καὶ Ἄρτεμις, ὡς ἐκεῖ γεννηθέντες. φασὶ δὲ ὡς ἡ Ἄρτεμις προεξέθορε τοῦ Ἀπόλλωνος, καὶ πρὸς τὸν τούτου τόκον Λητὼ ἐμαιεύσατο. B. Gu. I.

ἔνθα πρωτόγονος: ἡ Λητοῦς ἀδελφὴ Ἀστερία, φεύγουσα τὴν Διὸς μίξιν, μετέβαλλεν ἑαυτὴν εἰς ὄρτυγα καὶ ἥλατο εἰς θάλασσαν, καὶ γέγονε νῆσος ἥτις ρτυγία καὶ Ἀστερία ἐκαλεῖτο. ὕστερον δὲ τοῦ Διὸς συγγενομένου Λητοῖ, καὶ ποιήσαντος αὐτὴν ἔγκυον Ἄρτεμιν καὶ Ἀπόλλωνα ζήλῳ τῆς Ἥρας μήτε ἐν γῇ μήτε θαλάσσῃ ὑποδεχομένη τῇ Λητοῖ πρὸς ἀπότεξιν, κελεύσας τῷ Ποσειδῶνι Ζεὺς, καὶ ἀνέδωκε ταύτην τὴν Ὀρτυγίαν καὶ Ἀστερίαν καλουμένην, πρότερον κρνπτομένην τοῖς ὕδασιν, ἔτι καὶ ὑποτρέμουσαν· καὶ ἐκ τοῦ φανῆναι αὐτὴν Δῆλον ὠνόμασεν. ἐκεῖ οὖν ἐλθοῦσα ἡ Λητὰὼ, καὶ δάφνης καὶ φοίνικος πρώτως ἐκεῖ φανέντων ἁψαμένη τὴν Ἄρτεμιν γεννᾷ. ἡ δὲ [*](6. ἐλθεῖν] συνελθεῖν Gu. 13. οἷς ἐρειδομένη —ἐξήγαγε om. 1. 7. ἐν τῆ γῇ] ἐν γῦ Gu. 15. ἐκεῖ post γεννηθέντες Gu. 9. αὐτὴν om. 1. ib. φασὶ δὲ—ἐμαιεύσατο om. B. I. 10. μὲν om B. I. 22. μήτε ἐν γῇ-ὐποδεχομένη] Loib. ἀναδοθεῖσα] ἀναδοθεῖσαν Gu. cum corruptum sic fortasse sana- 11. τινὲς δὲ] δέ τινες I. veris : μήτε γῆς μήτε θαλάσσης ὑποδε- ib. κινουμένη] κινουμένην Gu. χομένης, ut Ἄρτεμιν καὶ Ἀπόλλωνα ab ib. καὶ τότε] καὶ om. Gu. I. ὐποδεχ. pendeant. Pro ἔγκυον in 12. εἰς ἢν Δῆλον ἡ Λητώ] ἐν ᾖ cod. erat ἔγκυρον. Nec sequentia sana sunt. MATH. λητὼ Gu.)

334
ταύτην μαιεύει, καὶ τίκτει καὶ τὸν Ἀπόλλωνα. καὶ Ἄρτεμις μὲν τὴν Δῆλον κατέσχεν, Ἀπόλλων δὲ εἰς Λυκίαν ἀπῆλθεν. Fl. 6. ὁ Ζεὺς τῇ Λητοῖ συμμιγεὶς, καὶ ζηλοτυπούσης ὑπὲρ τούτου τῆς Ἥρας, φοβούμενος ὁ Ζεὺς μή τι κακὸν ἐπάγοι τῇ Λητοῖ ἡ Ἥρα, κατὰ τὸ μέσον τῆς θαλάσσης ἀνεδόθη ἡ Δῆλος νῆσος, κἀκεῖσε ταύτην ὁ Ζεὺς ἔπεμψε. καὶ μὴ ἔχουσα παραμυθίαν τινὰ ἕνεκα τῆς γέννας αὐτῆς, τότε πρώτως ἀνέδωκε τόν τε φοίνικα καὶ τὴν δάφνην ἐκ τῆς γῆς εἰς παραμυθίαν αὐτῆς. τεκοῦσα δὲ τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν, ἀφιερώθησαν τὰ τοιαῦτα φυτὰ τῷ Ἀπόλλωνι. διὰ τοῦτο καὶ ἱερὰ  καλοῦνται. Fl. 59.

ἔνθα: ἐν ᾖ νήσῳ εἰς τὴν μὲν ἐκείνην Δῆλον ἀνεβλάστησεν τὸν φοίνικά τε καὶ τὴν δάφνην. Fl. 21. καὶ Ὅμηρος “Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα.” Fl. 10. πρωτόγονον δὲ εἶπεν αὐτὸν ὡς πρῶτον γεννηθέντα τῆς δάφνης, καὶ ἡ δάφνη κλάδους ἀνέφυσε, μελλούσης τεκεῖν τῆς Λητοῦς τὸν Ἀπόλλωνα. I. ὁ τότε πρώτως γεννηθεὶς ἐκ τῆς γῆς ὁ φοίνιξ καὶ ἡ δάφνη. Fl. 59. κατὰ πρώτην γένεσιν, ἐπιρρηματικῶς. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. πρωτοφυής. Gu.

φοίνιξ: ὅ τε φοίνιξ καὶ ἡ δάφνη. M. τὸ φοίνιξ καὶ τὸ κήρυξ μακρὰν ἔχει φύσει τὴν λήγουσαν, καὶ δῆλον ἀπὸ τῆς γενικῆς μακρὰν ἐχούσης τὴν παραλήγουσαν. I.

459. δάφνα: καὶ δάφνη πρωτόγονος δηλονότι. Gr. ὡς ἀναδοθέντας τότε Ἀπόλλωνος καὶ Ἀρτέμιδος χάριν ἱεροὺς τοὺς πτόρθους φησίν. Gu. ἀνέσχε: ἀνεβλάστησε. Gr. ἀνέδωκε. Gu.

461. ἄγαλμα: λείπει ἡ εἰς. M. Fl. 10. τιμήν. Fl. 10. εἰς τέρψιν. Fl. 59. εἰς ἄγαλμα καὶ καλλώπισμα τῆς Λητοῦς. ταῦτα μὲν κατέχουσα ἀπεκύησε τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν. M. Fl. 59. καλλώπισμα. Gu. δίας: τῆς θείας, ἢ ἀπὸ τοῦ Διὸς γενομένης. M. Fl. 10. εἰς τιμὴν τῆς γέννας τῆς δίας, ἢ τῆς ἀπὸ τοῦ Διὸς, [*](12. Ὃμηρος] Od. 6, 162. sic scripta, ἱεροὺς δὲ τοὺς πτόρθους φησὶν 14. πρωτόγονον δὲ—] Haec in I. ὡς ἀ.—τχάριν, post quae in I. sequuntur infra leguntur ad v. 459. verba πρωτόγονον δὲ εἶπεν— 22. ὡς ἀναδοθέντας— φησίν] Haec Λητοῦς Ἀπόλλωνα, quae supra apposuimus leguntur etiam in B.I. post verba ad πρωτόγονος. ἐκεῖ γεννηθέντες in scholio ad v. 458. 26. εἰς om. M.)

335
ἢ τῆς θαυμαστῆς καὶ ἐνδόξου. Gr. Flor. 56. 76. ἤγουν τῆς Ἀρτέμιδος. Fl. 21.

462. —465. σὺν Δηλιάσιν: ἐν τῇ Δήλῳ σὺν ταῖς Δηλιάσι κούραις τῆς Ἀρτέμιδος τὴν ἄμπυκα εὐλογήσω καὶ ὑμνήσω. M. σὺν ταῖς ἀπὸ Δήλου νέαις τὸ χρυσοῦν κρήδεμνον καὶ τὰ τόξα ὑμνήσω τῆς Ἀρτέμιδος. I.

464. τε: περισσόν. Fl. 17. ὁ τέ πλεονάζει. M. Fl. 21. κούραισιν: ἀντὶ τοῦ γυναιξίν. Fl. 6. 9. 21. 56. 59. 76. Gr. τοῦτο τὸ τε πρὸς τὸ χρυσέαν ἄμπυκα σύναπτε. Gu.

465. ἄμπυκα: ἀπὸ τοῦ κεφαλοδέσμου τὸ καλόν τῆς θεοῦ ἐσήμανεν. M. ἄμπυξ κυρίως κόσμος τις χρυσῷ καὶ λίθοις πεποικιλμένος, ὃν περὶ τὰς κεφαλὰς αἱ γυναῖκες φοροῦσιν· ἀφʼ οὗ κατὰ μεταφορὰν καὶ οἱ διάχρυσοι χαλινοὶ ἄμπυκες λέγονται. B. I. κεφαλοδέσμιον. Fl. 10. περικεφαλαίαν. Fl. 17. 21. Gu. τὸ χρυσοῦν ὕφασμα. l. 21. ἄμπυξ γάρ ἐστιν ἐπίδεσμος ὃς εἰς κόσμησιν τῆς κεφαλῆς περιδέδεται τῇ τριχώσει ὡς στέφανος πεπλεγμένος. Fl. 33. κρήδεμνον. Gr. εὐλογήσω: μέλψω. Fl. 6. 9. 17. 21. 56. 76. Gr. ὅπως μέλψω καὶ εὐφημήσω, ὑμνήσω. Fl. 59. Gu.

466.—471. ἢ Παλλάδος: ἢ πορεύσεις ἐμὲ ἐν ταῖς Ἀθήναις, ὅπως ἐμβεβαμμένῳ ἀπὸ κρόκου ὑφάσματι τοὺς πώλους τῆς περικαλλῆ δίφρον ἐχούσης Ἀθηνᾶς ἐζευγμένους ποιήσω διαφόρως ποικίλλουσα καὶ καλλωπίζουσα ἐν ποικίλαις μετάξαις ἀνθηραῖς. I. ἢ Παλλάδος: ἢ τῆς πολεμικῆς Ἀθηνᾶς. Fl. 33. διὰ τοὺς Θησέως παῖδας Ἀκάμαντα καὶ Δημοφῶντα. Fl. 10. Gu.

467. καλλιδίφρου: καλὰ ἄρματα ἐχούσης. Fl. 59 τὰ πολεμιστήρια Ἀριστοφάνους “Φειν. πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια, Στρεψ. ἐμὲ μὲν σὺ τὸν πατέρα πολλοὺς ἐλαύνεις δρόμους. ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν: τρεῖς μνᾶς διφρίσκου καὶ τροχοῖν Ἀμυνίῳ.” Fl. 21. τῆς πολεμικῆς. Gu.

468. ἐν κροκέῳ πέπλῳ: τῷ τῆς Ἀθηνᾶς κροκοειδεῖ πέπλῳ, ἐν ῳ ἐγγράφεται ἤτοι ἀναίρεσις τῶν Τιτάνων ἢ τῶν Γιγάντων. ὁ δὲ [*](1. καὶ ἐνδόξου om. Gr. 27. Ἀριστοφάνους] Nub. 28. 15. χρυσοῦς Matth. pro χρυσός. 29. τὸν Πασίαν] τῶν πασίας Fl.21.)

336
νοῦς, ἐλθοῦσα, φησὶν, εἰς τὰς Ἀθήνας ἢ τοὺς πώλους ζεύξομαι τοὺς ἐπὶ τῷ πέπλῳ, ἢ ἐπισκιάσω τὰς ἀριστείας αὐτῶν ὑφαίνουσα, ἢ τὴν γιγαντομαχίαν. M. οὐ μόνον γὰρ παρθένοι ὕφαινον, ὡς φησιν Ἀπολλόδωρος ἐν τῇ περὶ θεῶν αὐλῆς, ἀλλὰ καὶ τέλειαι γυναῖκες, ὡς Φερεκράτης ἐν Δουλοδιδασκάλῳ. A.M. ὅτι δὲ κρόκινός ἐστι καὶ ὑακίνθινος καὶ τοὺς Τίγαντας ἐμπεποίκιλται δηλοῖ Στράττις. τοῦτον δὲ ἀνιέρουν διὰ πενταετηρίδος ἐν τοῖς Παναθηναίοις. M.

κροκέῳ πέπλῳ: ἤγουν ἐν ἱματίῳ βεβαμμένῳ ἀπὸ τοῦ κρόκου. Fl. 6. 9. 21. 56. 59. 76. ἐν κοκκίνῳ βλατίῳ. Fl. 33. κρόκη τὸ ἰδίωτικῶς καλούμενον ὑφάδιον, ὅπερ εἱλίττεται περὶ τὸν στήμονα, ὡς Πσίοδός φησι λέγων “στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι.” Ἄλλως. ἀπὸ τοῦ κρόκους ὁ αἰγιαλὸς παρὰ τὸ κείρω τὸ κόπτω κερόκη καὶ κρόκη, εἰς ὰ κείρονται καὶ κυλῶνται τὰ κύματα. οὐ μόνον δὲ αἱ παρθένοι ὕψαινον, ὥς φησιν Ἀπολλόδωρος ἐν τῇ περὶ θεῶν αὐλῇ, ἀλλὰ καὶ γυναῖκες τέλειαι, ὡς ερεκράτης ἐν Δουλοδιδασκάλῳ. Fl. 6. 10. ὑφαντῷ· κρόκη γὰρ τὸ ὑφάδιον· ἢ κροκοειδεῖ. Gu.

469. ζεύξομαι ἅρματι πώλους: ἔθος ἦν ἐν λθήναις ὑφαίνειν τὰς παρθένους τῇ Ἀθηνᾷ πέπλον ἔχοντα τὰς ἀριστείας τῆς θεοῦ πολεμικῆς οὔσης, καὶ ἃ κατὰ τῶν ιγάντων κατεπράξατο μετὰ τοῦ Διός. ὕφαινον γὰρ ἐν τοῖς Παναθηναίοις. τὰ δὲ Παναθήναια ἦν ἑορτὴ Ἀθηνᾶς, πάντων Ἀθηναίων συνιόντων ἐκεῖσε καὶ τῶν ἄλλων Ἑλλήνων τέσσαρας ἡμέρας πανηγυριζόντων. ἀνετίθετο δὲ ὁ πέπλος τῇ θεῷ. B. [*](4. αὐλῆς corruptum. Vide adl.15. 15. αὐλή] αὐλῆς schol. vetus. Est ib. Φερεκράτης ἐν Δουλοδιδασκάλῳ] haud dhbie nurmeri nota. πρώτῃ φιλοκράτηςἐν τλόγῳτῶδιδασκαλικῷ. A. Meinekius Com. vol. 1. p. 95. ed. 5. ὑακίνθινος] ἀκάνθινος M. min. Apollodorum ἐν τῇ περὶ θεῶν 9. βλατίρ] Hoc frequentius βλατ- .ζ citat schol. Soph. 0ed. Col. 489. τἱον scribitur: de quo dixit Ducang. Verba ἐν τῇ—αὐλN om. Fl. 6. ib. Φερεκράτης ἐν Δουλοδιδασκάλῳ] 10. εἱλίττεται] εἰλήγεται codex. φιλοκράτης (φιλόστρατος Fl. 6.) ἐν Correxit de Furia. δουλοδιδασκάλοις Fl. 6. 10. Correc- 11. Ἡσίοδος] Op. 536. tuam ex scmol. vet. 12. κρόκους] Immo κρόκου. 20. τῶν Γιγάντων] τῶν om. B.I. 13. κυλῶνται] Fort. κυκῶνται. 21. γὰρ] δὲ B.I. 14."/>holii ex scholiasta vetere est ex- 22. Ἀθηνᾶς] τῆς ἀθηνῶς B.I. cerpta, cuqus annotationem ex M 23. τέσσαρας] πολλὰς B.I. apposuimus. ib. θε] ἀθηνᾳ BI.)

337
Gu. 1. εἰκότως εἶπε τὸ ζεύξομαι πρὸς τὸ πώλους· ζεύγνυνται γὰρ οἱ πῶλοι· εἶτα προϊῶν εἰς τὸ ἢ Τιτάνων γενεάν οὐ ζεύξομαι εἴποις, ἀλλʼ ὑφανῶ· καὶ γὰρ κἀνταῦθα ὑφανῶ ἔδει εἰπεῖν, ἀλλʼ ἐτήρησε τὴν τροπὴν, ὡς ἔφαμεν, πρὸς τὸ πώλους. B. Gu. I.

ζεύξομαι: κατασκευάσω καὶ ὑφανῶ. Fl. 59. ὑφάσματι συναρμόσω. Fl. 9. 17. ἤγουν ἵππους ἄρματι ἐζευγμένους ποιήσω. Gr. διὰ τῆς ὑφάνσεως συζεύξω, ὑφανῶ. Gu.

470. δαιδαλέαισι: ποικίλως εἰργασμέναις. Fl. 6. 9. 21. 56. 76. Gr. ἐν ποικίλοις καὶ πολυχρωμάτοις βάμμασι. Fl. 33. ποικίλλουσʼ : ζωγραφοῦσ. Fl. 56. καλλωπίζουσα. Gu.

ἀνθοκρόκοισι πήναις: κροκοβαφέσιν. ἄνθος γὰρ τὸ βάμμα. Ἄλλως. ἀνθοβαφέσι καὶ κρόκῳ. τινὲς δὲ τοῖς πηνίοις τοῖς ἀπὸ τῶν βαμμάτων. M. ἀνθηροῖς πηνίοις. M. ἀνθηραῖς καὶ ποικίλαις ὡς τὰ ἄνθη. Gu. πήναις: κατασκευαῖς. Fl. 33. κροκοβαφέσι μετάξαις. Gr.

471. Τιτάνων: ἀντὶ τοῦ γιγάντων. ὑποσυγχέουσι δὲ τὴν ἐν ἑκατέροις διαφοράν. καὶ Καλλίμαχος “ἦχι πάλους ἐβάλοντο, διεκρίναντο δὲ τιμὰς πρῶτα γιγαντείου δαίμονες ἐκ πολέμου.” M. ἐνεποίκιλλον δὲ τῷ πέπλῳ καὶ τὴν γιγαντομαχίαν, ἐπεὶ διὰ τὴν τῆς Ἀθηνᾶς ἰσχὺν κατωρθώθη. M. Τιτάνων: τῶν καταχθονίων γιγάντων. Bar. 74. Gr. ἀπὸ κοινοῦ τὸ ζεύξομαι. Fl. 21. ἤγουν τὴν γιγαντομαχίαν, ἐν ἐγράφετο ἡ ἀναίρεσις τῶν Τιτάνων ἢ τῶν γιγάντων. ὁ δὲ νοῦς· ἐλθοῦσα, φησὶν, εἰς τὰς Ἀθήνας ἢ τοὺς πώλους ζεύξομαι τοὺς ἐπὶ τῷ πέπλῳ, ἢ ἐπισκιάσω τὰς ἀριστείας αὐτῆς ὑφαίνουσα, ἢ τὴν γιγαντομαχίαν. ἢ ἐν τῇ πόλει τῆς Παλλάδος ζεύξομαι καὶ ὑφανῶ ἐν τῷ κροκέῳ πέπλῳ καὶ ἰστοὺς τοὺς ἐν τῷ ἅρματι πώλους τῆς καλλιδίφρου Ἀθηνᾶς. ἐπεὶ γὰρ πολεμικὴ ἡ θεὸς, ἀφιέρουν ταύτῃ πέπλους ἔχοντας ὑφαντοὺς καὶ τοὺς πώλους αὐτῆς σὺν τῷ ἄρματι. ἢ ἐπεσκίαζον καὶ ἑτέρας ἐν τῷ πέπλῳ καὶ ἑτέρῳ αὐτῆς ἀριστείῳ. Fl. 59. τὴν γιγαντομαχίαν· τούτους γὰρ πολεμήσασα ἐνίκησε. Gu. σημαίνει ὅτι Τιτᾶνες καὶ γίγαντες οἱ αὐτοὶ ἐλέγοντο. Gu.

473. τὰν Ζεύς: ἥντινα γενεὰν τῶν Τιτάνων θανατοῖ, ἤγουν ἔθανάτωσεν [*](1. εἰκότως] εἰκότως δὲ B.I. τίου M. ib. et 3. πρὸς τὸ] πρὸς τοὺς 1. 25. καὶ ἱστοὺς τοὺς] Corrige καλ- 16. πάλους έβἀλοντο—γιγαντείου λίστους. Cobetus: πάλους ἐβάλλοντο—γιγαν-)

338
ὁ υἱὸς τοῦ Κρόνου κεραυνῷ καυστικῷ. I. ἀμφιπύρῳ : καυστικῷ κεραυνῷ καταπαύει. M. κύκλῳ. Gr. περικαεῖ. Gu.

474. κοιμίζει: θανατοῖ, ἀντὶ τοῦ ἐθανάτωσεν. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. ἀφανίζει ὡς ἐπαναστᾶσαν κατʼ αὐτοῦ. Gu.

475. —479. ὤμοι τεκέων: φεῦ ἕνεκα τῶν ἐμῶν τέκνων, φεῦ ἕνεκα τοῦ Πριάμου· πατέρα γὰρ τοῦτον τῶν τέκνων αὐτῆς καλεῖ· χθονός τε, ἤγουν τῆς πατρίδος, ἢ καταβέβληται καὶ ἀφανίζεται καιομένη, αἰχμάλωτος ὑπὸ τῶν Ἕλλήνων 1. ἐν γὰρ τῷ χορῷ καὶ παρθένοι εἰσὶ καὶ γυναῖκες. M. Fl. 10.

477. καπνῷ κατερείπεται: ἀντὶ τοῦ πυρί. Gr. καθάπερ καπνᾷ ἀφανίζεται. Fl. 33. πυρὶ καταβέβληται. Fl. 6. 9. 17. 56. 59. 76. κατεστράφη. M. Fl. 10. 21. καταστρέφεται. M. Fl. 21. ἀντὶ τοῦ καταβέβληται. Gr. εἰς τὴν γῆν. Gu. ἀφανίζεται. Gu.

478. τυφομένα: κεκαυμένη. M. Fl. 6. 9. 56. 59. ἀλαζονευόμeνα, κενοδοξούμενα. Fl. 33. καιομένη. Gr. φλεγομένη. Gu. δορίκτητος: δοριάλωτος, ὑπὸ τὴν κτῆσιν καὶ δεσποτείαν γινομένη τῶν Ἑλλήνων. M. Fl. 10. 21.

480. κέκλημαι: ἢ τὸ κέκλημαι ἀντὶ τοῦ κεκλήσομαι κατὰ ἀντιχρονισμὸν, ἢ ἀντὶ τοῦ ἐκλήθην. ἀφʼ οὗ γὰρ τῆς πατρίδος ἐξελήλαται πορθηθείσης, ἀπὸ τούτου τοῦ καιροῦ εἰς δουλείαν ἐτάχθη, εἰ καὶ μήπω ἐπέβη τοῦ τόπου, οὗ δουλεύειν ἔμελλεν. τὸ δʼ ἐν ξείνῃ χθονί ἢ οὗ ἔμελλεν, ὡς ἔφαμεν, ἀπελθεῖν νοητέον, ἢ διὰ τὴν Χερρόνησον, ἐν ᾖ πρὸς τὸ παρὸν εὑρίσκεται, καταλιποῦσα τὴν Ἀσίαν, ἤγουν τὸν τόπον τῆς Τροίας, τὴν δούλην τῆς Ἑλλάδος· τὸ ὅλον ἀντὶ μέρους. B. Gu. 1. κέκλημαι: ἀντὶ τοῦ κληθήσομαι. Fl. 6. 9. 10. 17. 21. 56. 59. 76.

481. λιποῦσʼ Ἀσίαν : καταλιποῦσα τὴν Ἀσίαν τῇ Εὐρώπῃ θεράἕνεκα [*](5. τῶν τέκνων τῶν ἐμῶν et ib. ἀντιχρονισμόν] Hoc voc. uti- ἤγουν τοῦ πριάμου. πατέρα γὰρ τέκνων tur schol. ad v. 511. 20. εἰ καὶ-δουλεύειν ἔμελλεν om. αὐτῆς λέγει Gr. 16. ὑπὸ—γινομένη τῶν Ἑλλήνων] B.I. καὶ ὐπὸ—τῶν ἐλλήνων γενομένη Fl. ib. τὸ δʼ ἐν ξείνῃ χθονί] τὸ δὲ ξένῃ ἐν χθονί B. τᾖ ξείνῃ χθονί Gu.. 18. κέκλημαι: ἢ τὸ κέκλημαι ἀντὶ 22. ὡς ἔφαμεν, ἀπελθεῖν νοητέον] ἢ τοῦ] ἐγὼ δʼ ἐν ξείνῳ γῆ: κέκλημαι ἀντὶ ὡς ἔφαμεν ἐκτὸς νοητέον Gu. 23. εὑρίσκεται] ηὑρίσκετο Gu. Pro- ib. κεκλήσομαι] δοόλη add. I. Gl. xima καταλιποῦσα—ἀντὶμέρουςom. B. interl. ἀντὶ τοῦ κληθήσομαι est in M.)

339
παιναν. κατὰ συγκοπήν· Ἀσία γὰρ ἡ Τροία, Εὐρώπη δὲ ἡ Πελοπόννησος. M. ἐπειδήπερ ἡ μὲν Τροία ἐν Ἀσία ἐστὶν, οἱ δὲ ταύτην πεπορθηκότες Ἕλληνες ἐν Εὐρώπῃ, διὰ τοῦτο τὴν Ἀσίαν δούλην τῆς Εὐρώπης λελοιπέναι φησί. Gu. I. Ἀσίαν: τὴν Τροίαν, τὸ ὅλον ἀντὶ τοῦ μέρους. Fl. 6. 9. 21. 56. 59. 76. Gr. εἰς τρία διαιρεῖται πᾶσα ἡ γῆ, εἰς Ἀσίαν, εἰς Λιβύην καὶ εἰς Εὐρώπην. Fl. 17.

482. Εὐρώπας: τῆς τῶν Ἑλλήνων γῆς. Fl. 6. 9. 21. 5. 59. 76. Gr. Ἑλλάδος. Fl. 17. θεράπαιναν: γενέσθαι δούλην. Fl. 56.