Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

299. πρότασις προσφωνηματικὴ μετ᾿ ἐπιτιμήσεως. Gu. Ἑκάβη, διδάσκου: ὦ Ἑκάβη, διδάσκου, ἤτοι μάνθανε, μηδὲ τῷ θυμουμένῳ, μέρει τῆς ψυχῆς δηλονότι, ποιοῦ δυσμενῆ καὶ ἐχθρὸν ἐν τῇ φρενὶ καὶ τῷ λογισμῷ. I.

διδάσκου: μάνθανε παῤ ἐμοῦ. Fl. 21. ὑπ᾿ ἐμοῦ, ὃ ἀγνοεῖς. Gr. γνῶσιν λάμβανε οἴκοθεν, μάνθανε, σωφρόνει. Gu. μηδὲ τῷ θυμουμένῳ: τῷ θυμώδει μέρει τῆς ψυχῆς. λέγει δὲ τῷ θυμουμένῳ μέρει τῆς ψυχῆς, τουτέστι τῷ θυμοειδεῖ. M. μηδὲ ἐν τῇ ἐνούσῃ σοι ὀργῇ χάριν τοῦ σφαγῆναι τὴν Πολυξένην ὑπολάμβανε ἐχθρόν με

293
ἐν σῇ διανοίᾳ --- τὸν μὴ ἑλκύσαντα ἐν βίᾳ ἀπὸ τῶν σῶν ἀγκαλῶν τὴν Πολυξένην, ἀλλὰ λέγοντά σοι παραδοῦναι αὐτήν. A. εἰς τρία μεριζομένης τῆς ψυχῆς, εἰς λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικὸν, ὅτε μέν ἐστι τὸ λογικὸν καθαρὸν, διακρίνει καὶ λογίζεται τὰ προσήκοντα καὶ καλῶς ἔχοντα, σκοτίζεται δὲ ὑπὸ τοῦ θυμικοῦ καὶ ἐπιθυμητικοῦ καὶ ὑπὸ ἄλλου τινὸς συναντήματος, κἀντεῦθεν οὐ συγχωρεῖται λογίζεσθαι τὰ δέοντα. l. οἱ μὲν τῷ θυμουμένῳ τῷ θυμικῷ φασι τῆς ψυχῆς μέρει. τρία δὲ μέρη τῆς ψυχῆς, λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικόν. καὶ τὸ μὲν θυμικὸν ἔγκειται παρὰ τὴν καρδίαν, τὸ ἐπιθυμητικὸν δὲ παρὰ τὸ ἧπαρ, τὸ δὲ λογικὸν παρὰ τὸν ἐγκέφαλον, ὃ καὶ λόγον αὐτοκράτορος ἐπέχει πρὸς ἐκεῖνα, τὰς ἀτάκτους ὁρμὰς αὐτῶν καταστέλλον καὶ οὐκ ἐῶν ἀλόγως φέρεσθαι. ἐγὼ δὲ ἐνταῦθα θυμουμένῳ λέγω τῷ θυμῷ· ὥσπερ γὰρ φαμὲν βουλόμενον οὐ μόνον τὸ θέλον τι, ἀλλὰ καὶ τὴν βούλησιν αὐτὴν, καὶ μεμνημένον οὐ μόνον τὸ μνείαν ἔχον τινὸς, ἀλλὰ καὶ τὴν μνήμην αὐτὴν, καὶ ὑπήκοον οὐ μόνον τὸ ὑπακοῦόν τινος, ἀλλὰ καὶ τὴν ὑπάκουσιν αὐτὴν, οὕτω καὶ θυμούμενον οὐ μόνον τὸ θυμῷ κατεχόμενον, ἀλλὰ καὶ ὁ θυμὸς αὐτός. I. Gu. ὑπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς μέρους ἤγουν ἐν τῷ θυμῷ. Gu. θυμουμένῳ: ὑπὸ τοῦ μέρους τοῦ θυμικοῦ. Fl. 6. 9. 17. 21. 56. 59. 76. τῷ θυμώδει μέρει τῆς ψυχῆς, ἤτοι τῷ θυμοειδεῖ Fl. 10.

300. εὖ λέγοντα: καλῶς συμβουλεύοντα. Fl. 17. συμβουλευόμενον. Fl. 6. 9. 21. 56. 59. 76. Gu. ποιοῦ φρενί: νόμιζε κατὰ τὸν λογισμόν. Fl. 6. 9. 17. 21. 56. 76. νόμιζε, πρᾶττε κατὰ τὸν λογισμὸν, κατὰ τὴν διάνοιαν. Fl. 59. τὸν καλῶς λέγοντα ποιεῖ τὸ περισσὸν φρόνημα. Fl. 33. ποιοῦ: ἡγοῦ. Gr. νόμιζε, λογίζου. Gu. φρενί: νοΐ. Gr. κατὰ τὸν λογισμόν. θυμὸς γὰρ τὰς φρένας ἐξίστησιν. Gu.

301.—305. συγγνώμην ἑαυτῷ κατασκευάζει ἐν τούτοις πιθανῶς [*](9. ἐπιθυμητικὸν δὲ] δὲ ἐπιθυμητικὸν etiam in B, sic scripta, τινὲς τῷ θυμουμένῳ ἐπιθυμητικὸν I. τῷ θυμικῷ φασὶ τῆς ψυχῆς 10. λογικὸν] λογιστικὸν I. μέρει· ἐγὼ δὲ ἐνταῦθα—οὐ μόνον τὸν ib. αὐτοκράτορος ἐπέχει] αὐτοκράτορα θέλοντα—οὐ μόνον τὸν μνείαν ἔχοντα, ἔχει I. ἀλλὰ καὶ—οὕτω καὶ θυμούμενον τὸν 11. τὰς ἀτάκτους—φέρεσθαι om. I. θυμὸν οἰκεῖον ἔστιν εἰπεῖν:— 13. τὸ θέλον τι] τὸν θέλοντα I. 24. Scholion mutilum, sic fortasse 14. τινός om. I. supplendum: τὸν κ. λ. νόμιζε 15. καὶ ὑπήκοον —αὐτήν om. I. ἐχθρόν· τοῦτο γὰρ ποιεῖ τὸ περισσὸν φρόνημα 17. ὁ θυμὸς αὐτός] τὸν θυμὸν αὐτόν vel simile quid. MATTH. I. Ceterum pars hujus scholii est)

294
ἐκφεύγων τὴν ἀξίωσιν τῆς Ἑκάβης μετατιθέμενος τὴν αἰτίαν. Gr. ἐγὼ τὸ μὲν σόν: οἱ μὲν τῆς Ἑκάβης λόγοι παρασκευῇ ἐοίκασιν, οἱ δὲ τοῦ Ὀδυσσέως ἀνασκευῇ. ἐγὼ τὸ μὲν σὸν σῶμα, ὑφ᾿ οὗπερ εὖ ἔπραττον, ἕτοιμός εἰμι καὶ πρόθυμος ῥύεσθαι· ἃ δ᾿ εἶπον ἐνώπιον πάντων οὐκ ἀρνήσομαι, λέγω, πορθηθείσης τῆς Τροίας, δοῦναι θῦμα τὴν σὴν παῖδα τῷ Αχιλλεῖ, αἰτοῦντι αὐτὴν δηλονότι. I.

301. τὸ σὸν σῶλ᾿: ἤγουν σέ. Fl 6. 9. 21. 56. 59. 76. σέ. συνεκδοχικόν. Gr. ηὐτύχουν: καὶ γὰρ σοῦ σωσάσης με ηὐτύχουν ἐν τῷ φάει. Fl. 21. εὖ ἔπραττον. Gr. ἐσωζόμην. ὅτε ἐφωράθην κατάσκοπος. Gu.

302. ἕτοιμός εἰμι: πρόχειρος ὑπάρχω. Fl. 59. ἄλλως: ὁ ἀλλοτρόπως λέγων, καὶ οὐχ ὡς δοκεῖ, τοῖς ἀκούουσι μάταια λέγει· ἄλλο γὰρ οἱ λόγοι αὐτοῦ βούλονται. Bar. 74. Gu. ἄλλως: μάτην. Fl. 6. 9. 17. 21. 56. 59. ἀλλοτρόπως. Fl. 76. καὶ οὐ ματαίως λέγω. Fl. 33. μάτην, ἢ οὐκ ἄλλως ἢ φρονῶ. Gr.

303. τὸ δ᾿ εἶπον πρὸς τὸ δοῦναι σύναπτε τῇ ἐννοίᾳ, τὸ δὲ οὐκ ἀρνήσομαι διὰ μέσου ἐτέθη. Bar. 74. Gu. εἶπον: ἔλεξα. Fl. 59. ἅπαντας: ὅλους τοὺς Ἀχαιούς. Fl. 59. τοὺς Ἕλληνας. Fl. 6. 9. Gu. κατέναντι πάντων Ἑλλήνων. Fl. 21. 56. ἀρνήσομαι: τὸ ἀρνεῖσθαι ἐναντίον τοῦ ὁμολογεῖν, ὥστε τὸ οὐκ ἀρνεῖσθαι ταυτὸν τῷ ὁμολογεῖν. Gu. I. ἀρνηθείην, τουτέστιν ὁμολογήσομαι. Fl. 59. τουτέστιν ὁμολογήσω. Fl. 6. 9. 21. 56. 76. Gr. ἀλλ᾿ ὁμολογήσω. Fl. 17.

304. ἁλούσης: κατασχεθείσης. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gu. πολέμῳ ἀναλωθείσης. Gr. κρατηθείσης. Fl. 59. δεικνύει τὸ ῥηθὲν παῤ αὐτοῦ εἰς πάντας. Fl. 21. τῷ πρώτῳ στρατοῦ: τῷ ἀχιλλεῖ. M. Gu. τὸ πρῶτον λαμβάνεται ἐνίοτε μὲν ἐπὶ τάξεως, ἐνίοτε δὲ ἐπὶ ἀπαριθμήσεως· ἐνταῦθα δὲ ἐπὶ τάξεως λέγεται. Gu. I. πρώτῳ: ἤγουν τῷ στρατῷ. Fl. 17. ἐν τῷ τῆς ἀριστείας ἀξιώματι. Gu. πολιορκουμένης δηλονότι τῆς Τροίας, τῷ ἀνδρὶ τῷ πρώτῳ καὶ ἐνδόξῳ Ἀχιλλεῖ ἐξαιτουμένῳ τὴν σὴν παῖδα Πολυξένην σφαγιασθῆναι. Fl. 33.

305. σὴν παῖδα: ἀπὸ κοινοῦ τὸ εἶπον. M. λείπει τὸ κατὰ Ἀττικῶς. Gu. σφάγιον: θυσίαν. Fl. 59. εἶπον ἐγὼ δηλονότι δοῦναι αὐτῷ. Fl. 21.

[*](16. σύναπτε] συνάπτεται Gu. 27. ἀπαριθμήσεως] ἀριθμήσεως I.)
295

306.—312. ἐν τῷδε γάρ: ταῦτα εἶπον· εἰ γάρ τις ἀριστεύσας μηδὲν πλέον τῶν δειλῶν ἀπενέγκηται, οἱ λοιποὶ ἀριστεῖς κινδύνου καταλαμβάνοντος τὴν πόλιν οὐκ ἂν ἕλοιντο ὑπερμαχεῖν τῆς πατρίδος ὁρῶντες τοὺς προαριστεύαντας μηδενὸς γέρως τετυχηκότας. καὶ οὕτω συμβαίνει τὰς πόλεις κάμνειν μὴ ἐχούσας τοὺς προκινδυνεύοντας. τούτῳ γὰρ, φησὶ, τουτέστι τῷ Ἀχιλλεῖ, ἐξαιτησαμένῳ τὴν σὴν θυγατέρα σφάγιον συνεβούλευσα τοῖς Ἕλλησιν ἐπιδοῦναι. A.M. διὰ τοῦτο γὰρ δυσπραγοῦσιν αἱ πλείους πόλεις, ὅταν τις ἀγαθὸς καὶ ἀνδρεῖος ἀνὴρ ἀπολαύῃ περισσότερον μηδὲν τῶν φαύλων τε καὶ δειλῶν. ἐν ἡμῖν δὲ ὁ Ἀχιλλεὺς ἄξιός ἐστι τιμῆς καὶ δόξης, ὦ γύναι, θανὼν ὑπὲρ τῆς Ἑλλάδος ἐνδοξότατα· ἐπεὶ ἄσχημον καὶ ἀπρεπές ἐστιν, εἰ ζῶντι μὲν ἐκείνῳ ἐχρώμεθα φίλῳ, ἀφ᾿ οὗ δ᾿ ἐφθάρη, μηκέτι χρώμεθα, φίλῳ δηλονότι. I.

ἐν τῷδε γὰρ κάμνουσιν: ἐν τῷδε γὰρ δυστυχοῦσι καὶ ἀφανίζονται αἱ πολλαὶ πόλεις, τῷ μὴ τιμᾶσθαι δηλονότι τοὺς ἀγαθοὺς καὶ γενναίους ἄνδρας. A.

ἐν τῷδε: τῷ πράγματι. Fl. 56. ἐν τούτῳ γὰρ πάσχουσιν ἐμφανίζονται αἱ πλεῖσται πόλεις. Fl. 33. διὰ τόδε. Gr. διὰ τοῦτο. τῷ μὴ τιμᾶσθαι δηλονότι τοὺς ἀγαθοὺς καὶ γενναίους ἄνδρας. Gu. ἡ ἐν ἐνίοτε δηλοῖ τὴν εἴς τι πρᾶγμα κατάληξιν, οἷον ἦλθεν ἐν τῇ ἐκκλησίᾳ, ἄλλοτε αἰτίαν ὡς ἐνταῦθα. οὕτω καὶ ἡ εἰς, ἦλθεν εἰς τὴν ἐκκλησίαν καὶ ἦλθεν εἰς τὸ δημηγορῆσαι. Gr. ἐν τῷδε γὰρ κάμνουσιν: δια τοῦτο δυστυχοῦσιν. M. δυστυχοῦσι. Fl. 17. 21. 59. Gr. αἱ πολλαί: αἱ πλείονες. Fl. 21. Gr.

307. πρόθυμος: πρὸς πᾶν ἔργον, οἷος ὁ τοῦ Πηλέως. Gu. ὤν: ὑπάρχων. Fl. 17. ὅτι ὁ ἐσθλὸς καὶ ἀγαθὸς καὶ ἀνδρεῖος καὶ ἐμπρόθυμος ἄνδρας, ἵνα διαφέρει ἐπὶ πολὺ τῶν μικρῶν. Fl. 33.

308. φέρηται: ἀπολάβῃ. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἔχῃ. Fl. 59. προτιμᾶται. Gu. κακιόνων: κακῶν ἤγουν δειλῶν. Fl. 9. 17. 56. 76. τῶν δειλῶν καὶ ἀνάνδρων. M. Fl. 21. 59. τῶν κακῶν. Gr. ἢ δειλῶν, τῶν χειρόνων αὐτοῦ ἀνδρῶν. Gu.

309. ἐπιχείρημα ἀπὸ προσώπου. Gr. ἡμῖν: παρ᾿. Fl. 6. 9. 56. 76. Gr. παῤ ἡμῖν ὑπάρχει. Fl. 59. τιμῆς: δόξης. τιμὴ ἡ δόξα καὶ τὸ εἰς ὠνὴν διδόμενον. Gr.

310. Ἑλλάδος: οἱ Ἀττικοὶ λαμβάνουσι τὸ ἁπλοῦν ἀντὶ [*](1. ταῦτα —] Haec ad ἃ δ᾿ εἶπον v. 303. relata in A.M.)

296
οἷον Ἑλλάδος τῆς Ἑλληνικῆς· οἱ δὲ Ἴωνες τοὐναντίον, οἷον αἱ παρθενικαὶ ἀντὶ τοῦ αἱ παρθένοι. Gu. κάλλιστα: καλλίστως. Gr. ὡς κάλλιστος ἀνήρ. Gu. ἐνδοξόταται. Gu.

311. οὐκοῦν τόδ᾿ αἰσχρόν: οὐκοῦν κακόν ἐστι τοῦτο καὶ ἄδικον, ἐὰν, ὅταν ζῇ τις, φίλον αὐτὸν ἔχωμεν, ὅταν δὲ τελευτήσῃ, μή. A. οὐκοῦν: τολοιπόν. Fl. 59. τὸ οὔκουν ποτὲ μὲν ἀντὶ τοῦ οὐδαμῶς νοεῖται, ποτὲ δὲ ἀντὶ τοῦ τοίνυν, ὡς ἐνταῦθα. Gu. βλέποντι: ἀντὶ τοῦ ζῶντι. M. Gr. ὁ γὰρ βλέπων ζῇ, ὁ δ᾿ ἀποθανὼν οὔ. Gu. φίλῳ: προσφιλές. Fl. 35. ἐπιχείρημα ἀπὸ χρόνου. Gr. βλέπει τίς τι καὶ βλέπει ἀντὶ τοῦ οὐ τυφλός ἐστιν ἀμετάβατον, καὶ βλέπει ἀντὶ τοῦ ζῇ, ἀπὸ τοῦ ἑπομένου τὸ προηγούμενον, ὡς ἐνταῦθα. Gr.

312. ἐπεὶ δ᾿ ὄλωλε: ἐπειδὴ ἐφονεύθη. Fl. 33.

313. εἶεν: ἔστω ταῦτα. I. εἶεν ἀντὶ τοῦ, ταῦτα μὲν οὕτωο ἐχέτωσαν, ἔστω ταῦτα. Fl. 59. ἀντὶ τοῦ, ἔστω ταῦτα, ἃ εἴπομεν δηλονότι. Fl. 21. ἔσται. Fl. 33. ταῦτα οὕτως ἔχει, τὰ δὲ ἑξῆς οὕτως. Gr. ἔστω ταῦτα. Gu. ἤγουν ταῦτα οὕτως ἔχουσιν. ἔστι δὲ τὸ εἶεν τῆς πρώτης ἐννοίας ἀποθετικὸν, ἀρκτικὸν δὲ τῆς μετὰ ταῦτα. ἔστι δὲ ἀπόθεσις τὸ σχῆμα Ἀττικὴ καὶ ῥητορική. Gu. τοῦτο λέγεται κατὰ ῥήτορας ἀπόθεσις τῶν λεχθέντων καὶ ἔναρξις τῶν λεχθησομένων. Gr. τὸ εἶεν ποτὲ μέν ἐστιν ἐπίρρημα ἀποθετικὸν καὶ προκαταστατικὸν τῶν τε εἰρημένων καὶ ῥηθησομένων ὡς ἐνταῦθα, καὶ παρὰ Σοφοκλεῖ “εἶεν· τί δή σοι παῖς ὁ τοῦ Λαερτίου,” ποτὲ δέ ἐστι ῥῆμα ὡς τὸ “τίνες ἂν εἶεν.” B.

τί δῆτ᾿ ἐρεῖ τις: κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν, τί ἐρεῖ τις, ἐὰν πάλιν γένηται σύναγμα στρατοῦ καὶ ἀνάγκη τῶν πολεμίων; πότερον μαχεσόμεθα, ἢ φιλοζωήσομεν καὶ δειλιάσομεν, τὸν ἀποθανόντα βλέποντες οὐ δοξαζόμενον: ἀλλὰ καὶ ἐμοὶ, ἐν ὅσῳ μὲν ζῶ, κατὰ τὸν καιρὸν τῆς ζωῆς μου, πάντα ἱκανὰ καὶ ἀρκοῦντα μέλλουσιν εἶναι, κἂν μικρὰ ταῦτα ὦσι· τὸν ἐμὸν δὲ τάφον βουλοίμην ἂν ὁρᾶσθαι τιμώμενον· ἐπὶ πολὺ γὰρ ἡ χάρις, ἤγουν ἡ τιμὴ, διὰ μακροῦ [*](23. Σοφοκλεῖ] Aj. 101. correxi quod est in I. τὸν τῆς τιμῆς)— 31. ἤγουν —] Haec King. et περιών sunt in Gu. In Gr. est gl. Musgr. inter scholia posuerunt, χρόνου (ad μακροῦ) et ἡ τιμὴ ἡ διὰ sed ita: διὰ μακροῦ γὰρ χρόνου ἡ τιμὴ τοῦ τύμβου (ad χάρις), in Gu. διὰ μακροῦ ἡ διὰ τοῦ τύμβου· ἤγουν ἡ τιμή etc. χρόνου. Verba ὁ γὰρ ὁρῶν τοῦτον τιμῆς (unde)

297
γινεται καὶ πολυχρονία, ταῖς διαδοχαῖς αὐξανομένη· ὁ γὰρ ὁρῶν τοῦτον τιμῆς ἀξιούμενον πρὸς τὸν ἐγκείμενον ἀνάγει τὸν νοῦν, ἡγούμενος αὐτὸν μηδ᾿ ἂν μετὰ θάνατον οὕτως τιμᾶσθαι, εἰ μὴ πολλοῦ τινος ἄξιος ἦν περιών. I.

τί δῆτ᾿  ἐρεῖ τις: τί δῆτα εἴποι τις, ἐὰν πάλιν ἄθροισις φανῇ στρατοῦ καὶ μάχη; πολεμήσομεν, ἢ φιλοψυχήσομεν ὁρῶντες μὴ τιμωμένους τοὺς θανόντας ὑπὲρ τῆς πόλεως; δῆλον ὡς φιλοψυχήσομεν. A.

ἐρεῖ: λέξει ὁ ἄνθρωπος ἐκεῖνος. Fl. 59. καὶ τί λοιπὸν εἴποι. Fl. 56. λέξει. Fl. 6. τί δὲ ἐρεῖ τις ἀνθρώπων. Fl. 21. αὖ φανῇ: τὶς πάλιν φανερωθῇ. Fl. 33.

314. ἄθροισις: συναγωγὴ, σύναξις. Fl. 21. 59. ἀγωνία: βία. Fl. 6. 9. 17. 21. 56. 59. 76. φόβος. Fl. 59. Gu. ἀγωνία: ἀγών. Gr. ἀγὼν λέγεται ἡ μάχη, ἀγωνία δὲ φόβος ἀστοχίας γινομένου τινὸς πράγματος. καὶ ἀπὸ τοῦ πρώτου γίνεται ῥῆμα ἀγωνίζομαι, ἀπὸ δὲ τοῦ δευτέρου ἀγωνιῶ. κατὰ δὲ Ἀττικοὺς λέγεται ἀγωνία καὶ ὁ ἀγῶν, ὡς ἐνταῦθα. Gr. ἅμιλλα, ἢ φόβος, βία, ἀνάγκη. Gu.

315. πότερα: ἀντὶ τοῦ πότερον, Ἀττικῶς. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gu. μαχούμεθ᾿: μαχεσόμεθα. Florr. πολεμήσομεν. Gr. φιλοψυχήσομεν: φιλοζωήσομεν μὴ μαχόμενοι. M. τὴν ζωὴν ἀγαπήσομεν. Fl. φιλοζωήσομεν, δειλιάσομεν, δειλανδρήσομεν. Gu.

316. κατθανόνθ᾿ : τὸν φονευθέντα. τὸ κατθανεῖν ἐπὶ βιαίου θανάτου λέγεται, ὡς τὸ ἐκθανεῖν καὶ ἐξέθανε παῤ Ἀττικοῖς. Gr. τὸν τεθανατωμένον ὁρῶντες. Fl. 33. τιμώμενον: οὐ τιμὴν λαμβάνοντα. Fl. 17. καὶ οὐ διὰ τιμῆς ἔχοντα. Fl. 59.

317. καὶ μὴν ἔμοιγε ζῶντι: εἰ ἐν τοῖς ζῶσίν εἰμι καὶ μετρίως εὐτυχοίην, ἀρκούντως ἂν ἔχοι. θανὼν δὲ βούλομαι τιμᾶσθαι καὶ κλέος ἔχειν ἀοίδιμον παρὰ τῶν ζώντων τιμώμενος. A.

καθ᾿ ἡμέραν: κατὰ τὴν ζωήν. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. ἑκάστην, τὴν παροῦσαν. Gu. Σωκρατικὸς καὶ οὗτος ὢν, καὶ τὴν ψυχὴν νομίζων καὶ μετὰ τὸν θάνατον ἐν τῷ Ἅιδῃ ζῆν, διαστέλλων ἐκείνης τῆς ζωῆς ταῦτά φησιν· ζῶντι καθ᾿ ἡμέραν, ἤγουν κατὰ ταύτην τὴν ἡμέραν, ἢν ὁ ἥλιος ποιεῖ, ἀντὶ τοῦ ἐν τούτῳ

298
τῷ τόπῳ, ἔνθα ἡ ἡμέρα καὶ ὁ ἥλιος, καὶ οὐκ ἐν τῷ Ἅιδῃ δηλονότι. Gu.