Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

318. ἔχοιμι: ἔχω. Fl. 59. κεἰ σμίκῤ ἔχοιμι: ἤγουν μικρὰν καὶ ὀλίγην τιμὴν ἔχω. Gu. ἀρκούντως: ἀρκετῶς, ἱκανῶς. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἔχοι: διακέοιντο. Fl. 6. 9. 17. 21. 56. 59. 76. ὅτι καθ᾿ ἡμέραν καίπερ μικρὸν προστιθεὶς αὐξάνω τὴν δόξαν μου. Fl. 10.

319. ἀξιούμενον: ἔνδοξον. Fl. 6. 9. 17. 21. 56. 76. τιμώμενον, ἄξιον τιμῆς νομιζόμενον. M. Fl. 10. 59. τιμώμενον, ἔνδοξον. Gr. τὸ ἂν πρὸς τὸ ὁρᾶσθαι σύναπτε, οὐ πρὸς τὸ βουλοίμην. Gu.

320. ὁρᾶσθαι: κατανοεῖν. Fl. 59. φαίνεσθαι. Fl. 21. Gu. διὰ μακροῦ: πολυχρόνιος. Fl. 59. χάρις: δόξα. Fl. 59. ἐπὶ πολὺν γὰρ χρόνον μένει ἡ δόξα. M. Fl. 21. ἐπὶ πολὺ γὰρ ἡ δόξα καὶ πολυχρόνιος γίνεται κατὰ διαδοχὴν αὐξανομένη. A. χάρις τὸ δῶρον, καὶ πᾶν ᾧ ἄν τις ἀρέσκοιτο καὶ θέλγοιτο, καὶ Χάριτες αἱ ἐπιτροπεύουσαι θεαί. τρεῖς δὲ αὗταί εἰσιν. B.

321.—324. εἰ δ᾿ οἰκτρὰ πάσχειν: εἰ δὲ λέγεις πάσχειν ἐλεεινὰ, ἀντάκουέ μου τάδε· ὑπάρχουσι παῤ ἡμῖν γραῖαι γυναῖκες, οὐχ ἧσσον ἐλεεινότεραί σου, καὶ νύμφαι στερόμεναι τῶν νυμφίων, οὓς ἡ Τρωϊκὴ γῆ καλύπτει. ὑπόμενε ταῦτα. ἡμεῖς δὲ εἰ κακῶς νόμους τιθέαμεν δοξάζειν τὸν ἀνδρεῖον, μωρίαν χρεωστήσομεν. I.

321. εἰ δ᾿ οἰκτρὰ πάσχειν φῄς: εἰ δὲ οἰκτρὰ πάσχειν λέγεις, ταῦτα ἀντάκουέ μου. εἰσὶ καὶ παῤ Ἕλλησι γυναῖκες αἱ μὲν παίδων ἐστερημέναι, αἱ δὲ νυμφίων, οὕστινας ἐν τῇ Τροίᾳ σφαγέντας ἡ Τρωϊκὴ κόνις κρύπτεται. A.

εἰ δ᾿: ἀντίθεσις ἐλέους ἀξία. Fl. 59. ἐὰν δὲ ἐλεεινὰ ὑπομένειν λέγεις, τάδε κἀμοῦ ἄκουσον. Fl. 33. ἀντάκουέ μου: ἀποκρινομένου ἄκουέ μου. Bar. 74. Gr. ἐξ ἐναντίου. Gu.

322. ἡμῖν: ἐν τῇ Ἑλλάδι δηλονότι. Fl. 10. 59. τοῖς Ἕλλησι. Fl. 2. Gu. οὐδὲν ἧσσον: μᾶλλόν σου M. Fl. 6. 9. 17. 21. 76. Gr. ἀλλὰ μᾶλλον. μᾶλλον καὶ ἔλαττον. M. Fl. 56. ἄθλιαι: ἐλεειναί. Fl. 59. εἰσὶ γὰρ καὶ παῤ ἡμῖν τοῖς Ἕλλησιν, οὐδὲ ἐλείποντο τῆς [*](18. μου Matth. εἴ μου I. ἔκ μου 28. ἄκουέ μου] μου ἄκουσον Gr. Barn.)

299
ἀθλιωτάτης σου γυναῖκες γραῖαι ταλαιπωρούμεναι, γυναῖκες ἀρίστων ἀνδρῶν καὶ στερισκόμεναι τῶν ἰδίων ἀνδρῶν. Fl. 33.

323. γραῖαι: ἀπὸ τοῦ ῥῶ, τὸ φθείρω, ῥέα καὶ γραῖα ἡ διεφθαρμένη ὑπὸ μακρῶν χρόνων. τὸ γὰρ ῥῶ πέντε σημαίνει. ῥῶ τὸ λέγω, ἐξ οὗ καὶ ῥῆμα καὶ ῥήτωρ· ῥῶ τὸ ὑγιαίνω, ἐξ οὗ καὶ ῥῶσις, ἡ ὑγίεια· ῥῶ τὸ πράττω, ἐξ οὗ καὶ ῥέζειν τὸ πράττειν· καὶ ῥῶ τὸ χέω, καὶ ῥέω, ἐξ οὗ ῥέεθρον καὶ ῥεῖθρον, καὶ ἐπὶ τοῦ ἄλλως σημαινομένου. Fl. 6. ἥδε: καί. Fl. 56. 76. Gu. ἀλλά. Fl. 10.

πρεσβῦται: τὸ χ πρὸς τὴν συγκοπήν· πρεσβύτεραι γὰρ ἔδει εἰπεῖν, σοῦ οὐδὲν ἧσσον ἄθλιαι. M. πρεσβῦται: ἀντὶ τοῦ πρεσβύτεραι. Fl. 6. 9. 17. 21. 56. 59.

76. Gr. τὸ πρεσβύται οὐχ, ὡς δοκοῦσι τινὲς, συγκριτικὸν ὂν πρεσβύτεραι κατὰ συγκοπὴν πρεσβύται γέγονεν, ἐθέλοντες συντάξαι τὸ σέθεν, ἀλλὰ τὸ πρεσβύται ἀντὶ τοῦ γέροντές ἐστι διὰ μέσου, τὸ δὲ σέθεν πρὸς τὸ ὄπισθεν ἧσσον συντάσσεται, ἵν᾿ οὕτως ᾖ· εἰσὶ παρ᾿ ἡμῖν γραῖαι γυναῖκες ἄθλιαι οὐδὲν ἧττον σέθεν καὶ σοῦ καὶ γέροντες, καὶ τὰ ἑξῆς. Gu. I.

324. νύμφαι: νύμφη ἡ ἄρτι εἰς γάμον ἐρχομένη, ἥτις ποιητικῶς νυὸς λέγεται. νύμφαι καὶ τὰ τῶν πηγῶν ὕδατα καὶ αἱ ἔφοροι τούτων δαίμονες παῤ Ἕλλησιν· ἐνταῦθα δὲ νύμφαι ἁπλῶς αἱ ἄνδρας ἔχουσαι γυναῖκες. Gr. I. καὶ νυμφίος ὁμοίως ὁ ἄρτι εἰς γάμον ἐρχόμενος, ἐνταῦθα δὲ νυμφίων ἀντὶ τοῦ τῶν ἀνδρῶν ἁπλῶς γυναῖκας ἐχόντων. Gr. νύμφαι: ἀντὶ τοῦ γυναῖκες. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gu. ἀρίστων: μεγάλων. Fl. 59. νυμφίων: ἀνδρῶν. Fl. 6. 9. 17. 21. 56. 59. 76. τητώμεναι: ἀντὶ τοῦ ἐστερημέναι. Fl. 6. 9. 21. 56. 59. 76. Gu. στερισκόμεναι. Fl. 17. Gu. στερηθεῖσαι. M. Fl. 10.

325. ὧν: ἀφ᾿ ὧν. Fl. 59. νυμφίων, ἀνδρῶν. Fl. 10. 21. ἥδε: αὕτη. Fl. 59. κεύθει: κατέχει. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. κρύπτει. Gu. Ἰδαία: ἡ Τρωϊκή. M. Gr. ἡ Ἴδα ὄρος ἐν Τροίᾳ. [*](7. ῥέεθρον Matth. pro ἔρεθρον. est in B, sic scripta, νυμφίος ὁ ἄρτι 12. τὸ om. Ι. εἰς γάμον ἐρχόμενος καὶ νύμφη ἡ ἄρτι 15. ᾖ] ἔχῃ I. εἰς γάμον ἐρχομένη. νύμφαι καῖ—οἱ 16. οὐδὲν ἧττον σέθεν καὶ σοῦ] οὐχ ἔφοροι τούτων δαίμονες:— ἧσσον σοῦ I. 20. αἱ omittit Gu. 19. αἱ] οἱ I. Pars hujus scholii 22. τοῦ om. Mosq.)

300
Fl. 21. ὧντινων αὕτη ἡ Ἰδαία, ἤγουν ἡ Τρωϊκὴ, κόνις τὰ σώματα κρύπτει ἐν τάφοις. Fl. 33.

326. τόλμα: ὑπόμενε, καρτέρει. M. ὑπόμενε, φησὶ, ταῦτα. ἡμεῖς δὲ ἐὰν οἰώμεθα κακῶς δοξάζειν τοὺς ἀγαθοὺς, ἀμαθεῖς δόξομεν. I.

τόλμα: καρτέρει καὶ σύ. Fl. 10. 21. 59. Gu. φέρε. Fl. 59. ὑπόμενε. Gr. κακῶς: ἤγουν οὐκ ὀρθῶς. νομίζομεν: ἤγουν νόμους τίθεμεν καὶ νομικῶς κρίνομεν νομίζοντες δηλονότι. Fl. 6. 9. 21. 59. λογιζόμεθα ἢ νόμιμον ἡγούμεθα, ὑπολαμβάνομεν, νομοθετοῦμεν. Gu. ἡμεῖς δὲ νομίζοντες καὶ νόμιμον ἡγούμενοι τὸ τιμᾶν τὸν ἐσθλὸν καὶ τὸν ἀνδρεῖον ὀφλήσομεν ἀμαθίαν καὶ ἀπαιδευσίαν, ἤγουν ἀπαίδευτοι δόξομεν εἰ νομίζομεν, ἤγουν νομοθετοῦμεν, κακῶς καὶ κακοήθως. Gu.

327. ἀμαθίαν ὀφλήσομεν: ἀπαιδευσίαν λάβωμεν. Fl. 59. ἐν ἀμαθίᾳ συγχωρήσομεν, ἐάσομεν. Fl. 10. μὴ τιμᾶν τὸν ἔνδοξον Ἀχιλλέα ἀγνωσία ἐστὶν, ἀλλὰ χρεώστημα. Fl. 33. μωρίαν. ἀσύνετοι λογισθησόμεθα. Gu. ὀφλήσομεν: ἡμεῖς δηλονότι. M.

328.—331. οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους ἡγεῖσθε: ὑμεῖς δηλονότι. τὸ μὴ τοὺς φίλους ὡς φίλους τιμᾶν, μηδὲ τοὺς ἐνδόξως ἀνῃρημένους θαυμάζειν, ἵνα ᾖ ἡ μὲν Ἑλλὰς κατὰ τοῦτο εὐτυχὴς, ὑμεῖς δὲ πρὸς ταῦτα τὰ βουλεύματα καὶ τὴν τύχην κτήσησθε, οἷα βούλησθε, τοιαῦτα ἔχητε. A. M. ὑμεῖς δὲ οἱ βάρβαροι μήτε τοὺς φίλους ὑπολαμβάνετε φίλους μήτε τοὺς ἐνδοξως καὶ καλῶς ἀποθανόντας τιμᾶτε. καὶ διὰ τοῦτο ἡ μὲν Ἑλλὰς εὐδαιμονεῖ, (ταῖς γὰρ καλαῖς βουλαῖς ἔργα καλὰ ἕπονται) ὑμεῖς δὲ διάκεισθε κατὰ τὰ βουλεύματα ὑμῶν. I.

328. οἱ βάρβαροι: ὑμεῖς δὲ οἱ Τρωαδίται οὐχ ἡγεῖσθε τοῦτο, οὔτε εἰς τοὺς φίλους οὔτε εἰς τοὺς καλῶς τεθνηκότας. Fl. 33.

329. ἡγεῖσθε: τὸ ἡγοῦμαι τρία σημαίνει, τὸ νομίζω καὶ ὑπολαμβάνω, καὶ τὸ προοδοποιῶ, ὡς τὸ “ἡγοῦ μοι, γέρον,” καὶ τὸ ἄρχω [*](17. μήτε τοὺς—ἔχητε] Hoc scholion 21. οἷα —ἔχητε] οἷα γοῦν βούλοισθε in M. in duo est divisum, τοιαῦτα ἔχετε A. quorum prius τὸ μήτε τοὺς φίλους ὡς 26. Τρωαδίται, quod Τρωαδῖται scribendum, φίλους τιμᾶν—θαυμάζειν, alterum novitia adjectivi forma est, ὑμεῖς δὲ πρὸς—ἔχητε. comparanda cum Τρωαδήσιος, quo 18. μὴ τοὺς] μὴ αὐτοὺς A. saepe usi sunt scriptores Byzantini. 20. κτήσησθε] κτήσεσθε A. Melioris notae est Τρωαδεῖς, annotatum κτήσασθε M. ab Stephano Byz.)

301
καὶ ἐξουσιάζω, ὅθεν καὶ ἡγούμενος ὁ ἄρχων. Cant. ἡγεῖσθε: προστακτικόν. Fl. 21. νομίζετε. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. τιμᾶσθε. Fl. 10. καλῶς: ἐπαινετῶς. Fl. 56. χρησίμως, ἀνδρείως, ἐνδόξως. Gu. τεθνηκότας: ὑπὲρ ὑμῶν δηλονότι. Fl. 21. ἀνῃρημένους. Fl. 10.

330. θαυμάζεθ᾿: θαυμάζω τὸ ἐκπλήττομαι καὶ τὸ ἐπαινῶ, ὡς ἐνταῦθα. Fl. 6. τιμᾶτε. M. Gu. ὡς: ἵνα. Fl. 9. 10. 21. 56. 59. 76. Gr. διὰ τοῦτο. Gu. Ἑλλάς: ἡ γῆ τῶν Ἑλλήνων. Fl. 17. εὐτυχῇ: κατὰ τοῦτο. Fl. 10. κατὰ τοῦτο, καὶ τοὺς βοηθοῦντας αὐτῇ ἔχῃ πολλούς. Gu.

331. ὑμεῖς: ὑμεῖς δὲ πρὸς ταῦτα τὰ βουλεύματα καὶ τὴν τύχην κτήσασθε, οἷα βούλεσθε, τοιαῦτα ἔχοντες. M. ἤγουν οἱ βάρβαροι. Fl. 59. ὅμοια τοῖς βουλεύμασιν: ἤγουν δυστυχῆτε· τῶν γὰρ κακῶν βουλῶν τοιαῦτα καὶ τὰ ἔργα ἀπαντᾷ· οἱονεὶ τῷ καταφρονῆσαι τῆς τιμῆς τῶν ἀρίστων ὁμοίαν ἕξετε ἀντάμειψιν. Gu. ὅμοια: ὁμοίως. Fl. 59. τὴν τύχην. Fl. 10. βουλεύμασιν: ὑμῶν δηλονότι, ἤγουν κακῶς πράξετε. Fl. 21.

332. αἶ αἶ, τὸ δοῦλον: φεῦ φεῦ, ὡς κακὸν τὸ πεφυκέναι τινὰ δοῦλον· τῇ βίᾳ γὰρ ὁ δοῦλος κρατούμενος τολμᾷ πράττειν ἃ μὴ χρή. πᾶς γὰρ δοῦλος ἀναγκαζόμενος πλεῖστα πράττει ἄδικα. A.

τὸ δοῦλον ὡς κακόν: ὅμοιον τῷ παρὰ Σοφοκλεῖ “κρείσσων γὰρ ἦσθα μηκέτ᾿ ὢν ἢ ζῶν τυφλός.” ὥσπερ γὰρ ἐκεῖ, ὀφείλων θεῖναι τὸ κρεῖττον ἐπὶ τοῦ ῥήματος, ἵν᾿ ᾖ, κρεῖττον ἦν μηκέτ᾿ εἶναι σὲ ἢ ζῆν τυφλὸν, ὁ δὲ τίθησιν ἐπὶ τοῦ ὀνόματος, οὕτω κἀνταῦθα, ὀφείλων τάξαι τὸ πάνυ κακὸν ἐπὶ τοῦ πεφυκέναι, ὁ δὲ τίθησιν ἐπὶ τοῦ ὀνόματος, καὶ φησὶ τὸ δοῦλον πάνυ κακὸν, εἶτα ἐπάγει πεφυκέναι, ἤγουν ὥστε εἰς ὕπαρξιν ἐλθεῖν· δι᾿ οὗ ὥσπερ ἐπανορθοῖ τὸν λόγον, ἵνα δείξῃ τὸ ὑπὸ δουλείας κακὸν εἰς ὕπαρξιν ἐλθεῖν, οὐ μέντοι γε κακὸν κατὰ τὴν ἑαυτοῦ φύσιν. Gr. I. γράφεται καὶ πέφυκ᾿ ἀεὶ, τὸ δοῦλον λίαν πέφυκε κακὸν ἀεί. Ἄλλως. τὸ γενέσθαι τινὰ δοῦλον λίαν κακόν ἐστιν· [*](21. Σοφοκλεἲ] Oed. T. 1368. p. X. et Mosqu. in hoc tamen 23. κρεῖττον ἦν μηκέτ᾿ εἶναι] κρεῖττον pro ὥσπερ est οὕτως, et ἵνα δηλοῖ pro μὴ εἶναι I. ἵνα δείξῃ, tum τὸ ὑπὸ δουλείαν κακόν. 28. δουλείας] τῆς δουλείας I. Aug. pro δι᾿ οὗ legit διὸ et τῆς ante ib. Verba δι᾿ οὖ — ἐλθεῖν sunt δουλείας omittit. MATTH. etiam in Aug. c. ap. Herm. Praef. 28. μέντοι γε] μέν τοινες (sic) I.)

302
ὑπομένει γὰρ ἃ μὴ πρέπει, ὁ ἄνθρωπος ἐκεῖνος ὑπὸ τῆς ἀνάγκης νικώμενος. I. πεφυκέναι: τὸ “πέφυκ᾿ ἀεί” ἔν τινι λίαν παλαιῷ τῶν ἀντιγράφων εὕρηται, ὃ καὶ μάλιστα κρεῖττον εἶναί μοι δοκεῖ τοῦ τε “πεφυκέναι” καὶ τοῦ “πέφυκεν ἀεί” καὶ ἔτι τοῦ “πέφυκέ τι,” ὃ πλανώμενοί τινες ἔθεντο. Bar. 74. ὥστε εἰς ὕπαρξιν ἐλθεῖν. γρ. πέφυκ᾿ ἀεί. Gr. Fl. 6. 9. 21. 56. 59. 76. οὐαὶ οὐαὶ τῆς δουλοσύνης, ὅτι κακὸν ὑπάρχει. Fl. 33. πεφυκέναι: εὕρηται καὶ πέφυκ᾿ ἀεί. καὶ ἔστι καὶ τοῦτο χρήσιμον, ὥσπερ καὶ τὸ πέφυκέ τι. εὕρηται γὰρ καὶ τοῦτο. Gu.

333. τολμᾷ: ὑπομένει πολλάκις ὃ μὴ πρέπον ἐστὶν ὑπὸ τῆς βίας ἀναγκαζόμενον. M. πράττει, ὑπομένει τὰ ἀνύποιστα. Fl. 59. ὑπομένει τοι. Gr. ἃ μὴ χρή: τολμᾶσθαι. Fl. 21. τὰ μὴ πρέποντα, τὰ ἀνύποιστα. Gu. βίᾳ: ὑπὸ βίας. Fl. 6. 9. 21. 56. 76. ὑπὸ τῆς δυναστείας. Gu. νικώμενον: ἀναγκαζόμενον. Fl. 10. θαρρεῖ γὰρ εἰς ἅπερ μὴ πρέπει. Fl. 33. κρατούμενον καὶ ἀναγκαζόμενον ὑπὸ τῆς τῶν δεσποτῶν βίας. Gu.

334.—341. ὦ θύγατερ: ὦ τέκνον. M. οἱ ἐμοὶ μὲν λόγοι οἱ περὶ τοῦ σοῦ φόνου φροῦδοι καὶ ἀφανεῖς εἰσι, ῥιφθέντες πρὸς τὸν ἀέρα· σὺ δὲ εἰ ἔχεις δύναμιν μείζονά τι καὶ κατά τι, παρὸ ἡ μήτηρ, σπούδαζε ὡς στόμα ἀηδόνος ἀφιεῖσα πάσας φθογγὰς, ὥστε μὴ στερηθῆναι τῆς ζωῆς. πῖπτε δὲ ἐλεεινῶς πρὸς τὸ γόνυ τοῦδε τοῦ Ὀδυσσέως, καὶ πεῖθε, ἤτοι πειρῶ πείθειν· ἔχεις δὲ πρόφασιν καὶ ἀφορμήν· ἔστι γὰρ καὶ τῷδε τέκνα, ὥστε οἰκτεῖραι καὶ ἐλεῆσαι τὴν σὴν τύχην καὶ δυστυχίαν. I.

οὑμοί: οἱ ἐμοί· ἔκλειψις καὶ κρᾶσις. Fl. 59. ὦ τέκνον, οἱ ἐμοὶ μὲν λόγοι πρὸς αἰθέρα ἠφανίσθησαν καὶ εἰς μάτην περὶ τοῦ σοῦ φόνου. Fl. 33. τὸ πρὸς αἰθέρα πρὸς τὸ μάτην ῥιφέντες σύναπτε. Gu. ἀντὶ τοῦ πρὸς ἀέρα. M.

335. φροῦδοι: ἀνωφελεῖς, ἀφανεῖς, εἰς μάτην ἐκτοξευθέντες οὐ [*](10. ὑπομένει—] Similiter in A. ex M. apposuimus versui proximo, ὑπομένει πολλὰ τὸ μὴ πρέπον τῇ βίᾳ ἢ μήτηρ ἔχεις: συναλειφή (voluit συναλιφήι, κρατούμενον, ὑπὸ τῆς βίας usitata recentioribus forma). ἀναγκαζόμενον ἢ μήτηρ ἀντὶ τοῦ ἤπερ μήτηρ. σὺ δὲ, εἰ 29. φροῦδοι—] In A. praefixum μᾶλλον τῆς μητρὸς ἔχεις μείζονα δύναμιν, ἄλλως. praecedit enim aliud scholion, σπούδαζε. quod paullo aliter scriptum)

303
γὰρ ἔκαμψαν τὸν τοῦ Ὀδυσσέως θυμὸν, ἢ τῶν Ἑλλήνων, ἀλλὰ τὸ ψηφισθὲν αὐτοῖς ἔτι μένει. οὕτως ἡ σύνταξις, ἔχεις πρόφασιν ὥστε τὴν σὴν ἐποικτεῖραι τύχην· ἔστι γὰρ τέκνα καὶ τῷδε τῷ Ὀδυσσεῖ. A.

φροῦδοι: φροῦδος κατὰ τὸ ἔτυμον λέγει ὁ παρεληλυθὼς τῆς ὁδοῦ καὶ προαπελθών. A.M. πρόοδος γάρ τίς ἐστι καὶ προῦδος καὶ φροῦδος. Cant. φροῦδοι: ἀπῆλθον. Fl. 59. φροῦδος οἰκείως ὁ παρεληλυθὼς καὶ προαπελθὼν τῆς ὁδοῦ. Fl. 10. ἀφανεῖς εἰσίν. Gr. κατ᾿ οὐδὲν ἀνύσαι δύνανται. Gu. μάτην: διακενῆς. Fl. 6. 9. 21. 56. 59. 76. Gu. ματαίως, εὐχερῶς. Fl. 17. ῥιφέντες: ἐκτοξευθέντες, ἀπὸ μεταφορᾶς τῶν βελῶν τῶν τοῦ σκοποῦ ἁμαρτόντων. Gu. ἀμφὶ σοῦ φόνου: περὶ τοῦ σοῦ φόνου, ὃν ἐτάχθης σὺ δηλονότι φονευθήσεσθαι. φόνος γάρ τινος λέγεται ἢ ὃν αὐτὸς φονεύει ἕτερον, ἢ ὃν αὐτὸς ὑφ᾿ ἑτέρου φονεύεται. Gr. I.