Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

282. οὐ τοὺς κρατοῦντας: τοὺς ἄρχοντας οὐ πρέπει κρατεῖν τῶν πραγμάτων ἐκείνων δηλονότι, ἃ μὴ χρεὼν, ἤτοι οὐ πρέπον κρατεῖσθαι, οὐδὲ τοὺς εὐτυχοῦντας δοκεῖν καὶ νομίζειν πράττειν ἀεὶ εὖ, ἤτοι εὐτυχεῖν. I. οὐ τοὺς κρατοῦντας καὶ ἄρχοντας ἀνόμου καὶ κακῆς βουλῆς χρὴ ἔχεσθαι, ἀλλὰ πρὸς τὸ δίκαιον πίπτειν ἀεὶ τῶν μὴ προσηκόντων ἀπεχομένους, οὐδὲ τοὺς εὐτυχοῦντας ὑπολαμβάνειν ἀεὶ [*](12. χαίρομαι] Notandus Datismus. 59. est ἔμελλον γ. τὴν ἑ. ἡ π. ὅμως 14. ἀπίθανα scripsi ex A. pro μέντοι χρήζει μητρὸς ἱκεσίαν. ἀπίθανον. Sequentia ex M. correxi. 28. κρατοῦντας καὶ om. Gu. Nam in A. est ἔμελεν ἡ π. γηροβοσκεῖν 29. βουλῆς χρὴ] χρὴ βουλῆς Gu. (sic) τὴν ἑ. μὴ οὖσα μετ᾿ αὐτῆς. ib. ἀλλὰ πρὸς] ἀλλ᾿ ἐπὶ Gu. ὅμως μέντοι πρὸς τὴν ἱκεσίαν :—in FI.)

288
εὐτυχήσειν. εἶπε δὲ ἄμφω διὰ τοὺς Ἕλληνας ὡς εὐτυχεῖς ὄντας καὶ ἄδικα περὶ τῆς Πολυξένης βουλευσαμένους. Gu. I.

τοὺς κρατοῦντας: τοὺς ἐν ἀρχαῖς ὄντας καὶ δυναμένους πράττειν, ἃ βούλονται οὐ χρὴ εἰς κακὸν χρῆσθαι τῇ ἐξουσίᾳ, εἰδότας ὅτι οὐκ ἐν τῇ αὐτῇ μενοῦσι τύχῃ. A. M. Fl. 10. 59. οὐ χρὴ τοὺς ἡγεμόνας πράσσειν ἅπερ μὴ πρέπει. Fl. 33. τοὺς δυναμένους, ὅθεν καὶ κράτωρ ποιητικὸν, αὐτοκράτωρ κοινόν. Gr. κρατῶ τὸ δύναμαι ποιητικὸν, αἰτιατικῇ, καὶ κρατῶ τὸ κατέχω κοινόν· κρατῶ τὸ ἐξουσιάζω γενικῇ, κρατεῖ γαστρός. Gr. κρατεῖν, ἐξουσιάζειν. Fl. 17.

283. οὐδ᾿ εὐτυχοῦντας: οὐδὲ τοὺς εὐτυχοῦντας δοκεῖν ἀεὶ ἔχειν καλῶς. Fl. 33. δοκεῖν: νομίζειν. Gr. ὑπολαμβάνειν. Gu.

284. κἀγὼ γὰρ ἦν: καὶ ἐγὼ γὰρ ὑπῆρχον εὐδαίμων ποτὲ, ἀλλὰ νῦν οὐχ ὑπάρχω, πάντα δέ μοι τὸν πλοῦτον μία ἡμέρα ἀφείλετο. I.

ἦν: εὐτυχὴς δηλονότι. Fl. 6. 9. 56. 59. 76. Gu. οὐκ εἴμ᾿ ἔτι: ἡ γὰρ εὐτυχία οὐκ ἔστιν ἄλλο ἢ εἶναι, ἡ δὲ δυστυχία οὐκ ἄλλο γ᾿ οὐδὲν ἢ μὴ εἶναι. τὸ ἔτι δὲ εἶπεν ὡς πρὸς τὸν πρόσθεν χρόνον τὸ ἦν· τὰ γὰρ παρόντα τῶν πάλαι ὕστερά ἐστι καὶ ἐφεξῆς. Gu. I. οὐκ εἴμ᾿ ἔτι εὐτυχὴς δηλονότι. M. οὐκέτι εἰμὶ, οὐδαμῶς εἰμί. Fl. 6. 9. 17. 21. 56. 59. 76. ποτὲ γὰρ καὶ ἐγὼ ὑπῆρχον βασιλὶς, ἀλλὰ νῦν οὐκ εἰμὶ ἔτι. Fl. 33.

285. ἦμαρ ἕν: ὅτε ἡ πόλις ἑάλω, ἡμέρα μία ἡ τῆς δυστυχίας. Gu. ἀφείλετο: ἐστέρησε. Fl. 17. ὅλον γάρ μοι τὸν πλοῦτον μία ἡμέρα ἠφάνισε. Fl. 33. ἀφείλετό με τόδε, ἀπὸ αἰτιατικῆς εἰς αἰτιατικὴν, Ἀττικόν· ἀφειλετό μου τόδε κοινὸν, ἀπὸ γενικῆς εἰς αἰτιατικήν. Gr.

286.—290. ἀλλ᾿ ὦ φίλον γένειον: ἁπτομένη τοῦ γενείου τοῦτό φησιν. ἀπὸ μέρους τὸ πᾶν· γένειον αἱ κατὰ τὰς σιαγόνας τρίχες, γένυς δὲ ἡ σιαγών. Gu. l. ἀλλ᾿, ὦ Ὀδυσσεῦ, οἴκτειρον καὶ ἐλέησον, [*](2. τῆς om. Gu. Kingius et exstant in Mosqu. et 3. πράττειν] ἄρχειν M. Gu. cui etiam τοῦ γενείου pro τῶν γενείων 5. μενοῦσι] μένουσι M. debetur. Hic omittit vv. ἀπὸ 16. τὸ ἦν om. I. μ. τὸ πᾶν. et habet γένεια δὲ λέγεται 17. ἐστι] εἰσι Gu. αἱ κ. τ. σ. τρ. In sqq. King. αἱ ἐν 20. ἔτι Matth. pro τί. τῇ σιαγόνι τρ. ut Gu. MATTH. 26. ἀπτομένη—φησί] Haec addidit)

289
ἀπελθὸν δ᾿ εἰς τὸν στρατὸν τῶν Ἑλλήνων παραίνεσον καὶ εἰπὲ ὅτι μέμψις καὶ δυσφημία ἐστὶν, ἀποκτείνειν καὶ φονεύειν τὰς γυναῖκας, ἃς κατ᾿ ἀρχὰς οὐκ ἐφονεύσατε, ἀφελκύσαντες ἀπὸ τῶν βωμῶν, ἀλλ᾿ ἠλεήσατε. I.

286. φίλον: προσφιλές. Fl. 17. αἰδέσθητι: αἰδὼς καὶ αἰσχύνη διαφέρει. αἰδὼς γάρ ἐστιν, ὥς φησιν Ἀριστόξενος ὁ μουσικὸς, ἡ ἐπʼ ἀγαθοῖς βία καὶ ὑποστολὴ, αἰσχύνη δέ ἐστιν ἡ ἐξ αἰσχρῶν πραγμάτων ἀτιμία καὶ κατήφεια. Cant. αἰδέσθητι: ἐντράπηθι. Fl. 17. 56. δυσωπήθητι. Fl. 6. 9. 21. 59. 76. Gu. ἀλλ᾿, ὦ προσφιλέστατοι, τὸ γῆρας αἰσχύνθητε τὸ ἐμόν. Fl. 33.

287. οἴκτειρον: σὺ δὲ Ὀδυσσεὺς ἐλέησόν με καὶ πορεύθητι εἰς τὸν Ἑλληνικὸν στρατόν. Fl. 33.

ἐλθὼν εἰς Ἀχαϊκὸν στρατόν: σὺ, ὦ Ὀδυσσεῦ, ἐλθὼν εἰς τὸν τῶν Ἀχαιῶν στρατὸν παρηγόρησον, ἀντὶ τοῦ παρακάλεσον, εἰ παρηγόρευσας καὶ ἐδημηγόρησας πρὶν ὅτι καλόν ἐστι σφαγιάσαι τὴν Πολυξένην, ἕτερόν τι νῦν λέξον καὶ εἰπὲ ὅτι μέμψις ἐστὶν ἀποκτεῖναι γυναῖκας ὡς πρῶτον τοῦτο οὐκ ἐπράξατε ἀπὸ τῶν βωμῶν ἀποσπάσαντες, ἀλλ᾿ οἰκτειρήσατε. νόμος δ᾿ ὁ αὐτὸς κεῖται καὶ περὶ τῶν δούλων καὶ τῶν ἐλευθέρων μὴ φονεύεσθαί τινα, παρόσον καὶ ὁ δοῦλος φονεύσας τῷ αὐτῷ ἄγει ἐνέχεται. ἐὰν οὖν ταῦτα εἴπῃς τοῖς Ἕλλησιν, ἀκουσθήσῃ καὶ πείσεις αὐτούς. ὁ γὰρ εἷς λόγος καὶ ὁ αὐτὸς ὅταν ἐκ τῶν ἀδόξων καὶ ἐν δόξᾳ ἐξέλθῃ, οὐ τὸ ὅμοιον δύναται, οὐ τὴν ὁμοίαν δύναμιν ἔχει. A.

288. παρηγόρησον: παραίνεσον. ἔστιν ἀγορὰ, ἀφ᾿ οὗ ἀγορεύω ῥῆμα, ἐξ οὗ σύγκεινται τό τε δημηγορῶ καὶ παρηγορῶ καὶ συνηγορῶ καὶ τὰ τοιαῦτα. I. ἀντὶ τοῦ παρηλλαγμένα ἀγόρευσον. Fl. 59. ἐνηλλαγμένα εἰπέ. Fl. 17. παρηγορῶ τὸ παραμυθοῦμαι καὶ τὸ παραινῶ. Fl. 6. 9. 21. 50. 59. 76. Gu. παράπεισον, νουθέτησον. M. Fl. 21. 33. τὰ ἐναντία ἀγόρευσον, ἤγουν παῤ ὃ ἠγόρευσας, εἰπέ. Gr. ἡ παρά τὴν παραλλαγὴν ἐνταῦθα δηλοῖ. Gu.

φθόνος: ἀντὶ τοῦ νέμεσις. διαφέρει γὰρ νέμεσις φθόνου. νεμεσῶσι μὲν γὰρ οἱ δίκαιοι τοῖς ἀναξίως εὐτυχοῦσι, φθονοῦνται δὲ οἱ [*](6. Ἀριστόξενος] Hoc ex Ammonio 26. παρηλλαγμένα Matth. pro sumsit p. 5. ubi vid. Valck. et conf. παρηλειγμένα. Etym. Gud. p. 16, 15. et Gaisford. 29. ἀγόρευσον —εἰπέ] παραίνεσον παῤ ad schol. Hesiodi p. 126. ὃ πρόσθε ἔφης ἀγόρευσον Gu.)

290
καλοί. νεμεσήσειαν οὖν ὑμῖν --- οἱ θεοὶ εἴ γε ἃς πρότερον τοῖς βωμοῖς τῶν θεῶν προσφυγούσας ἀποσπάσαντες οὐκ ἐκτείνατε εἰς τιμὴν θεῶν, νῦν φονεύσετε χαριζόμενοι τῷ Ἀχιλλεῖ. Ἄλλως. φθόνος νέμεσις. σημειωτέον δὲ ὅτι τὸν φθόνον νῦν ἐπὶ τοῦ μώμου τίθησιν, ὡς ἐν Θησεῖ “καίτοι φθόνου μὲν μῦθον ἄξιον φράσω,” ἤτοι μέμψεως ἄξιον. A.M. ὅτι φθόνος ἀντὶ τοῦ μέμψις. M.

φθόνος: καταχρηστικῶς ἀντὶ τοῦ μέμψις. διαφέρει δὲ φθόνος μέμψεως, ὅτι ὁ μὲν φθόνος εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς ἀπὸ τῶν κακῶν, (φθονοῦνται γὰρ τὰ καλὰ τοῖς κακοῖς) ἡ δὲ μέμψις ἀπὸ τῶν καλῶν εἰς τοὺς κακούς τε καὶ πονηρούς. I. φθόνος, λύπη ἐπ᾿ ἀλλοτρίοις ἀγαθοῖς, ἐνταῦθα δὲ μέμψις. Gr. καὶ νέμεσις καὶ φθόνου ἔργον ἐστί. Gu. ψόγος. Fl. 59. ἄδικον. Fl. 21. μὴ διὰ φθόνον ἀποκτείνειν τὰς γυναῖκας. Fl. 33.

ὡς ἀποκτείνειν φθόνος γυναῖκας ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε: τὸ μὴ φονευθῆναι τὴν ἀρχὴν, ἀλλ᾿ ἐλεηθῆναι εὐτυχία τις ἦν. ὁ φθόνος δὲ πάσῃ εὐτυχίᾳ ἀντίκειται. εἰκότως οὖν τὸ φονευθῆναι τὰς ἠλεημένος φθόνον φησὶν ἀντὶ τοῦ φθόνου ἔργον. δύναται δὲ ἄνθρωπος ζήσας ἐκκρούειν τὸν φθόνον. ὅτε οὖν δύναται, εἰ μὴ ἐκκρούσει, ἄτοπον καὶ ὑπὸ μέμψιν ἐστίν. ἐνταῦθα οὖν οἱ Ἕλληνες εἰ μὴ ἐκκρούσουσι --- νάμενοι μέμψ --- ὥστε τὸ φθόνος --- το ταυτὸ δύναται --- φθόνου ἔργον --- ψιν δυναμένην --- ποπέμψ --- μὴπροαι --- διὸ τινὲς ἐνταῦθα συντομίᾳ χρώμενοι ἢ μᾶλλον ἀτελῶς νοοῦντες τὸ φθόνος ἀντὶ τοῦ μέμψις εἰρήκασιν. Gu.

289. τὸ πρῶτον: κατὰ τὴν γυναῖκα. Fl. 59. ἃς ἐν τῇ ἁλώσει τῆς Τροίας οὐκ ἐκτείνατε. Fl. 33.

290. βωμῶν: ἀπὸ τῶν νεῶν. Fl. 59. ἡνίκα ἀπὸ τῶν βωμῶν ἐξάραντες, ἀλλ᾿  ἠλεήσατε. Fl. 33.

291.—295. νόμος δ᾿ ἐν ὑμῖν: νόμος δ᾿ ἐν ὑμῖν μήτε δοῦλον μήτε ἐλεύθερον φονεύεσθαι, παῤ ὅσον καὶ οἰκέτην κτείνας ἐνέχεται τῷ ἄγει τοῦ ἀνδροφόνου. Ἄλλως. ἐν ὑμῖν τοῖς Ἕλλησι νόμος κεῖται σωζόμενος τὸ ἴσον κρίνειν τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις περὶ θανάτου, οἷον, ὥσπερ ἐλεύθερόν τις ἀνελὼν τιμωρίαν δίδωσιν ὑπὲρ τοῦ [*](5. φθόνου μὲν] μὲν φθόνου M. Correctum φθόνου μὲν μῦθον ἄξιον φράσαι. ἄλλως. ex A. in quo eadem fere ἀντὶτοῦ νέμεσις—ἀχιλλεῖ. σημειωτέον δὲ sed vitiosius scripta leguntur, φθόνος ὅτι τὸν φθόνον ὠδὶ ἀντὶ τῆς μέμψεως εἴρηκεν μέμψις. σημεῖον δὲ ὅτι ἀντὶ τοῦ μώμου εὐριπίδης, ὡς εἰ καίτοι φθόνου μὲν μου νῦν φθόνον τίθησιν, ὡς ἐν θησεῖ καίτοι μῦθον ἄξιον φράσω. ἤτοι μέμψεως ἄξιον.)

291
φόνου, τὸν αὐτὸν τρόπον καὶ ὁ δοῦλος φονεύων ὑποχείριος ἐστι τῷ ἐγκλήματι τοῦ θανάτου. A.M. νόμος δ᾿ ἐν ὑμῖν τοῖς Ἕλλησι κεῖται περὶ φόνου, ὅμοιος τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις. ἡ δὲ σὴ ἀξία, καὶ ἐὰν κακῶς λέγῃ, καταπείσει· λόγος γὰρ ὁ ἐξιὼν ἐκ τῶν ἀδοξούντων καὶ ἀτίμων καὶ ἐκ τῶν δοκούντων, ἤτοι ἐξ ἐνδόξων καὶ ἐντίμων, οὐ τὴν αὐτὴν ἔχει δύναμιν. I.

νόμος: νόμος δὲ κεῖται ἐν ὑμῖν τοῖς Ἕλλησι περὶ φόνου ἴσος τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις, ἤγουν ἐν ἴσῳ κακῷ τάττων τὸν τοῦ δούλου φόνον, ὃν αὐτὸς δηλονότι ὑπό τινος φονευθήσεται, καὶ τὸν τοῦ ἐλευθέρου. Gu. I. ἤγουν τοῦτο τὸ τοὺς τοῖς βωμοῖς καταφυγόντας μὴ κτείνειν νόμιμον ἡγούμεθα ἐπίσης καὶ δοῦλοι καὶ ἐλεύθεροι. Gu. I.

ἴσος: τάχα. Fl. 17. σημαίνει τὸ ἴσος ὅτι ὁ μὲν Ὅμηρος περισπᾷ αὐτὸ καὶ μακρὸν δέχεται, οὗτος δὲ ὀξύνει καὶ βραχὺ δέχεται. Fl. 59.

292. αἵματος: ἀπὸ τοῦ ἑπομένου, ἤγουν τοῦ αἵματος, τὸ προηγούμενον, ἤτοι ὁ φόνος. λέγεται δὲ αἷμα ὁ φόνος, καὶ τὸ γνήσιον αἷμα καὶ εἷς τῶν δ΄ χυμῶν. Gr.

293. τὸ δ᾿ ἀξίωμα: τὸ δὲ σὸν ἀξιόλογον πρόσωπον, κἂν κακῶς λέγῃ καὶ παρὰ τὸ δίκαιον, ὅμως πείσει, πόσῳ γε μᾶλλον ὅτε καὶ ἔννομα; A.M.

ἀξίωμα: ἡ τιμιότης. Gr. τὸ μέγεθος, ἡ ἀξία ἡ σή. Gu. κακῶς: ἀδίκως. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. παραλόγως. Fl. 59. ἀσυμφόρως καὶ μὴ κατὰ γνώμην τῷ πλήθει. Gu. τὸ σόν: στόμα. Fl. 59.

294. λόγος γάρ: ὁ γὰρ αὐτὸς λόγος ἔκ τε τῶν ἀδόξων καὶ τῶν ἐνδόξων λεγόμενος οὐ ταυτὸν ἰσχύει καὶ δύναται, ἀντὶ τοῦ δυνατὸς γίνεται, κἂν ᾖ φαῦλος ὁ παρὰ τοῦ ἐνδόξου λεγόμενος. A. M. ἰών: ἐρχόμενος. Gu. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἐλθών. Gr. λεγόμενος. Fl. 10.

295. δοκούντων: ἐκ τῶν δοξαζομένων. A.M. ἐντίμων. Gr. ἐνδόξων. τῶν φαινομένων τε καὶ λαμπρῶν· οἱ γὰρ ἄδοξοι ὥσπερ ἀφανείᾳ κρύπτονται. Gu. οὐ ταυτὸν σθένει: οὐ τὴν αὐτὴν δύναμιν δύναται φονευθησόμενος καὶ τοῦ ἐλευθέρου. Fl. 6. 9. 21. 56. 59. 76.

[*](18. πόσῳ—ἔννομα] Haec etiam in dubie e scholio ad v. 291. huc retracta Fl. 10. et omisso ὅτε in gl. interl. M. sunt. Cetera sunt etiam in 32. Quae uncis inclusi, haud Gu. MATTH.)
292

296. οὐκ ἔστιν οὕτω στερρός: τὸ ἑξῆς, οὐχ οὕτως ἐστὶ στερρὸς φύσις ἀνθρώπου ἥτις οὐκ ἂν ἐκβάλοι δάκρυον τῶν γόων τῶν σῶν καὶ τῶν ὀδυρμάτων τοὺς θρήνους ἀκούσασα. Ἄλλως. ἀντὶ τοῦ --- τῶν ὀδυρμάτων. τὸ δὲ στερρός ἀντὶ τοῦ στερρά, Ἀττικὸν σχῆμα ὡς “κλυτὸς Ἱπποδάμεια.” A.

296.—298. οὐκ ἔστιν οὕτω στερρός: οὐκ ἔστι φύσις ἀνθρώπου οὕτω στερρὰ καὶ σκληρὰ, ἥτις, ἀκούουσα τοὺς θρήνους τῶν σῶν γόων καὶ τῶν πολλῶν ὀδυρμάτων, οὐκ ἂν ἐκπέμψοι δάκρυον. I.

296. στερρός: ἀντὶ τοῦ στερρὰ, ὡς “κλυτὸς Ἱπποδάμεια.” Ἀττικὸν δὲ τὸ σχῆμα. M. οἱ Ἀττικοὶ τὰς εἰς α καὶ εἰς η ληγούσας εὐθείας διὰ τοῦ ος λέγουσιν, οἷον ἡ οὐράνιος, ἡ θεὸς, ἡ στερρός. I. τὰ παῤ ἡμῖν ἐκφερόμενα εἰς ᾱ καὶ εἰς η, οἷον ἡ στερρὰ καὶ ἡ κλυτὴ. παῤ Ἀττικοῖς εἰς ος ἐκφέρεται, “κλυτὸς Ἱπποδάμεια,” καὶ ἐνταῦθα στερρὸς φύσις· τὰ δὲ παῤ ἡμῖν ἐκφερόμενα εἰς ος παῤ Ἀττικοῖς εἰς ᾱ ἐκφέρεται, οἷον λέγομεν ἡμεῖς ἡ οὐράνιος, ἐκεῖνοί φασιν ἡ οὐρανία. Gu. τὰ εἰς ᾱ λήγοντα θηλυκὰ εἰς ος λήγουσιν οἱ Ἀττικοὶ, εἰ καθαρὰ τύχοι ὄντα, ἁγία ἅγιος, ἢ τὸ ρ ἔχουσι, στερρὰ στερρός. Gr. στερρὰ ὡς τὸ “κλυτὸς Ἱπποδάμεια” ἀντὶ τοῦ κλυτή. ἔστι δὲ Ἀττικὸν, εὑρισκόμενον καὶ παρὰ λογοποιοῖς. Gu. τὸ οὕτω πρὸς τὸ ἥτις ἔχει τὴν ἀπόδοσιν. ἐπάγομεν γὰρ καὶ οὕτω τὰς ἀποδόσεις τοῦ οὕτως καὶ τοῦ τοσοῦτον, οὐ μόνον πρὸς τὸ ὡς. Gu. φύσις: προαίρεσις. Gr.

297. γόων: θρήνων. Fl. 17. 59. μακρῶν: ὑψηλῶν, ὀξυφώνων. Gr. πολλῶν. Gu. ὀδυρμάτων, θρηνημάτων. Fl. 59. τῶν σῶν θρήνων καὶ τῶν μεγάλων κλαυθμῶν εἰσακούουσα οὐχὶ δακρύσει. Fl. 33. τοὺς θρήνους τῶν ὀδυρμάτων. M.

298. θρήνους: κλαυθμούς. Fl. 59.