Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1231. ὄνησις: οὐκ εἶπεν ὁ Πολυμήστωρ περὶ τοῦ χρυσοῦ· ἐπελάθετο οὖν ὁ ποιητὴς ἑαυτοῦ καὶ ἔστιν ἀκατασκεύαστα ταῦτα. M. ὠφέλεια. Gr. σοῦ τυφλωθέντος καὶ μὴ δυναμένου χρῆσθαι τῷ πλούτῳ. Gu. ἐστερήθης δὲ καὶ τῆς ὠφελείας· ἐπεὶ τί ὠφέλειαν ἔμελλεν εὑρεῖν ἀπὸ τοῦ χρυσοῦ τυφλὸς ὤν; Fl. 59.

1232. πράσσεις ὧδε: ἀντὶ τοῦ δυστυχεῖς. B. οὕτως ἔχεις, κακῶς δηλονότι, ἤγουν δυστυχεῖς. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76.

1233. εἰ τῷδʼ ἀρκέσεις: βοηθήσεις, κακὸς φανῇ παῤ ἐμοῦ. I. τούτῳ τῷ Πολυμήστορι ἐπαρκέσεις, βοηθήσεις. Fl. 6. 9. 10. 17. 21. 50. 59. 76. Gu.

1234. οὔτʼ εὐσεβῆ γάρ: τὸ ἑξῆς· οὔτε γὰρ εὐσεβῆ, οὔτε ὅσιον, [*](14. οὔτε εὐσεβῆ γὰρ—δηλονότι] Pro εὐσεβῆ ἢ δίκαιον αὐτὸν εὖ δράσεις οἷς his King. εὖ γὰρ δράσεις εἰς ἄνδρα ξένον σε χρὴ εὖ δρᾶν, ἤγουν τοῖς εὐσεβέσι καὶ οὔτε εὐσεβῆ, οὔτε πιστὸν, οὔτε ὅσιον, δικαίοις καὶ πιστοῖς. οὔτʼ εὐσεβῆ γάρ. τὸ οὔτε δίκαιον φανέντα ἡμῖν, οἷς ἐχρῆν πιστὸν ἑξῆς, οὔτε γὰρ εἰς εὐσεβῆ οὔτε εἰς πιστὸν φανῆναι. ἐν οἷς πράγμασιν ἐχρῆν οὔτε εἰς ἔσιον οὐδʼ 18. 19. Conf. p. 502, 23. εἰς δίκαιον ξένον εὖ δρᾷς:— 25. βοηθήσεις—] Haec et sequentia ib. κακὸς Matth. pro κακῶς. sic conformata in A. εἰ τῷ δ᾿ 28. τὸ ἑξῆς—λοιδορῶ] τὸ ἑξῆς. οὔτε ἀρκέσεις ἀγαμέμνων. εἰ τῷδε βοηθήσεις, γὰρ—εὖ δρᾷς. τὸ δὲ οἷς ἐχρῆν διὰ μέσου κακὸς φανῇ. οὔτε γὰρ ξένον πιστὸν ἢ ἢ ἔδρα εἰς ξένον ὁ πολυμήστωρ:— B.)

505
οὔτε δίκαιον εἰς ξένον εὖ δρᾷς. (τὸ δὲ οἷς ἐχρῆν διὰ μέσου.) αὐτὸν δὲ εὐφραίνεσθαι τοῖς κακοῖς σε λέξομεν, τοιοῦτον κακὸν ὑπάρχοντα. ἐὰν δὲ καὶ εἴπω τι δάκνον ὑμᾶς, ἀλλʼ οὖν οὐ λοιδορῶ. Ι. οὔτε γὰρ εἰς εὐσεβῆ ἄνδρα, οὕτε εἰς πιστὸν, ἐν οἷς πράγμασιν ἐχρῆν, οὔτε εἰς ὅσιον, οὐδʼ εἰς δίκαιον ξένον δράσεις καλῶς. Gu. εὐσεβῆ: πρὸς τοὺς θεούς. Gu. πιστόν: ἀσφαλῆ, ἤγουν οἷς προσῆκεν ἂν ἡ σὴ εὐποιία. Gr. Fl. 6. 9. 17. 21. 50. 59. 76. ἐκείνοις, ἤγουν τοῖς φίλοις. Gu. οἷς ἐχρῆν: οἷς εὔλογόν ἐστι. B. πρέπει πράττειν τοῖς εὐσεβέσιν ἀνδράσιν. Gu. σε δρᾶσαι καλῶς. Fl. 33.

1236. αὐτὸν δὲ χαρεῖν: τινὲς δὲ ἰάσαντες τὸ ῥητὸν οὕτως ἤκουσαν, σὲ δὲ, Ἀγαμέμνων, εἴπωμεν καταλιπεῖν αὐτὸν τὸν Πολυμήστορα χαίρειν τοῖς κακοῖς τοιοῦτον ὄντα, ἐξ ἤθους νοοῦντες τὸ καταλιπεῖν. A. αὐτὸν δέ σε φήσομεν προσκεῖσθαι τοῖς κακοῖς. Gr. Fl. 6. 9. 21. 56. 59. 76. ἤγουν εἴπομεν εἶναι χαιρέκακον. Florr.

1237. τοιοῦτον: ἤγουν βασιλέα. Gu. ἤγουν βοηθοῦντα τοὺς κακούς. Fl. 59. ἐπαρκοῦντα τούτῳ δηλονότι. Fl. 21. 56.

1238. φεῦ φεῦ: θαυμαστικόν. τὰ ἀγαθὰ πράγματα λίαν ἐμπαρέχουσιν ἀεὶ τοῖς ἀνθρώποις ἀφορμὰς καὶ ὑποθέσεις χρηστῶν λόγων. I. θαυμαστικὸν τὸ φεῦ, οὐ θρηνητικόν· ἀκούσας γὰρ ὁ χορὸς τὴν Ἑκάβην ὡς ὑπεραπολογησαμένην τῷ Πολυμήστορι δικαίως καὶ εἰς ἀληθὲς, ἐκεῖνον δὲ ὡς κατάδικον χρωματιζόμενον, καὶ τάχα διὰ τὴν τοῦ Ἀγαμέμνονος χάριν φονεῦσαι τὸν Πολύδωρον, λέγει ὡς καὶ ὅτι τὰ χρηστὰ πράγματα ἤγουν τὰ ἀγαθὰ ἔργα ἐνδίδωσι καὶ παρέχουσιν ἀεὶ καὶ πάντοτε τοῖς βροτοῖς ἀφορμὰς χρηστῶν καὶ ἀγαθῶν λόγων. ἡ γὰρ Ἑκάβη δικαίως τὸν Πολυμήστορα φονεύσασα ἀπολογεῖται καὶ δικαίως καὶ ὀρθῶς, καὶ φαίνεται τὸ δίκαιον ταύτης· ὁ δὲ Πολυμήστωρ ἀδίκως τὸν υἱὸν φονεύσας αὐτῆς ἀπολογεῖται καὶ ἀδίκως καὶ προσχηματισμένως, καὶ φαίνεται κατάδικος. Fl. 59. σημείωσαι ὅτι ἐνταῦθα ἐκπληκτικόν ἐστι τὸ φεῦ καὶ οὐκ ἐξ ἀνάγκης θρηνῶδες. κεῖται δὲ φανερῶς ἐπὶ θαύματος. Gu. ὡς τὰ χρηστά: ὁ ἀγαθὸν πράξας ἢ δι᾿ ἔργου, ἢ διὰ λόγου ἐνδίδωσιν ἀεὶ τοῖς ἀνθρώποις ἀφορμὰς τῶν πρὸς αὐτὸν ἐπαίνων. Gu.

1239. ἀφορμάς: εὐλόγους καὶ συντόμους ἔχει τὰς ἀπολογίας τὰ ἀληθῆ πράγματα. Ἄλλως. τουτέστιν ὁ ἀγαθόν τι πράξας ἢ

506
κατορθώσας διὰ λόγων καὶ ἔργων δίδωσι τοῖς ἀνθρώποις ἀφορμὰς τῶν πρὸς αὐτῶν ἐπαίνων καλῶς. A.

1240.—1251. ἀχθεινὰ μέν μοι: ἀχθεινὸν καὶ βαρύ μοί ἐστι τὸ κρίνειν καὶ δικάζειν τὰ ξένα κακὰ, ἀλλʼ ὅμως ἀνάγκη ἐστὶ κρίνειν· καὶ γὰρ ἀτιμίαν ἐπάγει λαβόντα ἐμὲ εἰς χεῖρας ταύτην τὴν ὑπόθεσιν ἀποδιῶξαι. ὅπως δὲ γνῷς, ἐμοὶ φαίνῃ οὕτε διʼ ἐμὴν χάριν, οὔτε χάριν τῶν Ἑλλήνων φονεῦσαι τὸν Πολύδωρον, ἀλλὰ δοκεῖς ὅτι ἔκτεινας, ἵνα τὸν χρυσὸν κατέχῃς ἐν τοῖς σοῖς δόμοις. λέγεις δὲ ἑαυτῷ συμφέροντα, ἐν δυστυχίαις ὑπάρχων. ἴσως δὲ παρʼ ὑμῖν τοῖς βαρβοροῖς εὔκολόν ἐστι τὸ κτείνειν ξένους· ἡμῖν δὲ τοῖς Ἕλλησι τὸ ξενοκτονεῖν αἰσχρόν. πῶς οὖν ἐγὼ κρίνας σὲ μὴ ἀδικεῖν, ἐκφύγω τὴν μέμψιν; οὐκ ἂν δυναίμην τοῦτο ποιῆσαι. ἀλλʼ ἐπειδὴ τὰ μὴ καλὰ ποιεῖν ἐτόλμησας, ὑπόμενε καὶ τὰ μὴ φιλούμενα ὑπὸ σοῦ. Ι.

1240.—1242. ἀχθεινα μέν: ἐπιβαρὲς πρᾶγμα ὑπάρχει ἐμοὶ τὸ κρίνειν τὰ ἀλλότρια κακά· ὅμως δὲ ἀνάγκη ὑπάρχει ποιῆσαι τοῦτο· καὶ γὰρ λαβόντα ἐμὲ εἰς τὰς χεῖρας πρᾶγμα, ἤγουν τὴν κρίσιν αὐτὴν τῶν ἀμφοτέρων, τὸ ἀπώσασθαι καὶ ἀποδιῶξαι τόδε καὶ τοῦτο, ἤγουν τὸ μὴ κρίνειν αὐτοὺς, ἐπεὶ ἀνεδεξάμην τοῦτο, αἰσχύνην καὶ ὄνειδος φέρει. Fl. 59.

ἀχθεινά: ἀχθεινὸν, βαρὺ ὑπάρχει. Gr. φορτικὰ, φορτικόν. Gu. ἄχθος ποιοῦντα. Fl. 10. τὰ ἀχθεινὰ ἀντὶ τοῦ ἀχθεινὸν, τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ, ὡς καὶ παρʼ Ὁμήρῳ τὸ φίλα ἀντὶ τοῦ φίλον, ὡς τὸ “αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλον φρεσὶ μαντεύεσθαι.” Fl. 59. κακά: ἁμαρτήματα. Gu.

1241. αἰσχύνην: ἀτιμίαν. Gu. ἐντροπήν. Fl. 59. φέρει: ἐπάγει τὸ πρᾶγμα. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76.

1242. πρᾶγμʼ: ὑπόθεσιν τήνδε. Gr. ἀπώσασθαι: ἀπορρῖψαι: ἀποπέμψαι. Gu.

1243. ἐμοί: ἀπʼ ἐμοῦ. Fl. 59. εἰδῇς: γνῷς τὴν ἐξ ἐμοῦ ἀπόφασιν. Gu. γνωρίσῃς. Fl. 33. 59.

1244. οὔτʼ οὖν: τὸ οὖν παρέλκον. Fl. 59. ἀργόν. Gu.

1246. πρόσφορα: συμφέροντα. B. Gr. ἁρμόδια. Gu.

[*](7. φονεῦσαι—κατέχῃς Barnes. φο- 22. ὡς τὸ] Il. 1, 107. ubi recte νεύσειν—κατέχεις Ι. φίλα.)
507

1247. τάχʼ οὖν: παρὰ ὑμῖν οὖν τοῖς βαρβάροις εὔκολόν ἐστι φονεύειν τοὺς φίλους ὑμῶν προσδραμόντας ἐπὶ σωτηρίᾳ, ἡμῖν τοῖς Ἕλλησιν αἰσχρὸν καὶ μυσαρὸν πρᾶγμα ὑπάρχει τόδε καὶ τοῦτο.

1249. πῶς οὖν: ἐπεὶ ταῦθʼ οὕτως ἔχει. Gu.

1250. οὐκ ἂν δυναίμην: κρίνειν μὴ ἀδικεῖν σέ. Gu. τὰ μὴ καλά: ἤτοι τὰ κακά. B. τουτέστι τὰ κακὰ, ἤγουν τὰ ἄδικα καὶ βλαπτικά. Gr. Fl. 59.

1251. ἐτόλμας: ὑπέμεινες, ἠνείχου. Gr. ἐπεχείρεις. Gu. τὰ μὴ φίλα: φίλος λέγεται καὶ ἐπὶ τοῦ φιλοῦντος καὶ ἐπὶ τοῦ φιλουμένου. Ι. ἐπὶ πάθους ἐνταῦθα, ἤγουν ὑπόμεινον καὶ τὰ μὴ φιλούμενα ὑπὸ σοῦ. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. ἤγουν τὰ μὴ προσφιλέστατά σοι· οὐ γὰρ φίλον ἦν ἐκείνῳ ἡ τύφλωσις αὐτοῦ καὶ ὁ τῶν παίδων φόνος. Fl. 59.

1252. οἴμοι: οἴμοι, ὑπὸ γυναικὸς, ὡς ἔοικεν, νικώμενος, παρέξω τοῖς ἐλάττοσιν, ἤτοι τοῖς κακοῖς, τιμωρίαν. Ι. ἡσσώμενος: τὸ ἡσσώμενος δούλης γυναικὸς ἢ τῆς Ἑκάβης νοητέον, ἢ τῆς Κασάνδρας. καὶ περὶ μὲν τοῦ πρώτου οὐδὲν δεῖ μηκύνειν ὡς προφανοῦς· εἰ δὲ πρὸς τὴν Κασάνδραν ἐκφέρομεν, οὕτω συντακτέον· οἴμοι, ὡς ἔοικεν, ἡσσώμενος δούλης γυναικὸς, δώσω δίκην. ἐκείνη γάρ ἐστιν ἡ αἰτία τοῦ συμμαχῆσαι μὲν τῇ Ἑκάβῃ τὸν Ἀγαμέμνονα, ἐμοῦ δὲ καταψηφίσασθαι. ἀγνοήσαντες δέ τινες τὸ λεπτὸν τῆς ἐννοίας ἐσολοίκισαν φάσκοντες πρὸς τὸν Ἀγαμέμνονα τὸ ἡσσώμενος, ἀλλʼ οὐ πρὸς τὸν Πολυμήστορα λέγεσθαι, ἐκφέροντες οὕτω, ἡσσώμενος, ὦ Ἀγάμεμνον, δούλης γυναικὸς σὺ τῆς Κασάνδρας, ὑφέξω ἐγὼ δίκην. κρεῖττον δὲ πρὸς τὴν Ἑκάβην τὸ δούλης γυναικὸς λέγεσθαι. Gu. Ι. ὑπὸ γυναικός. B.

ὡς ἔοιχʼ: ὁ Πολυμήστωρ λέγει, ὡς φαίνεται, νικώμενος ὑπάρχω ὑπὸ γυναικὸς δούλης· ὁ γὰρ Ἀγαμέμνων εἶχε τὴν τῆς Ἑκάβης θυγατέρα παλλακίδα, ὡς δοκεῖ ὁ Πολυμήστωρ, ὅτι διὰ τὴν Κασάνδραν ἐβοήθησεν ὁ Ἀγαμέμνων τὴν Ἑκάβην. Fl. 59.