Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1253. ὑφέξω—δίκην: δώσω, ἀποδώσω. δίδωμί σοι δίκην, ἀντὶ [*](1. π. —βαρβάροις] Gl. δηλονότι τοῖς, 20. ἡ αἰτία] ἡ om. Ι. βαρβάροις in B. 23. φάσκοντες om. Ι. 10. φίλος—] Conf. p. 502, 21. ib. π. τ. Ἀ. post τὸ ἡσσώμενος Ι. 16. τὸ om. Ι. 25. ὅπερ ἐσχάτης ἂν εἴη ἀμαθίας 17. δούλης] δούλου Ι. add. Ι.)

508
τοῦ τιμωροῦμαι ὑπὸ σοῦ, λαμβάνω δὲ δίκας ἀπὸ σοῦ ἀντὶ τοῦ τιμωροῦμαι σέ. Gu. τοῖς κακίοσι: ἀντὶ τοῦ τοῖς κακοῖς, ἤγουν τοῖς εὐτελέσι, τοῖς αἰχμαλώτοις. Gr. Fl. 6. 9. 17. 21. 56. 76. τοῖς χείροσιν ἐμοῦ. Gu.

1254. οὔκουν δικαίως: δικαίως ὑφέξεις δίκην, ἐπειδὴ κακὰ ἔπραξας. Ι. εἴπερ: ὁ εἰ ἀντὶ τοῦ ἐπεί. ἐπεὶ εἰργάσω κακά. B.

1255. οἴμοι τῶν τέκνων ἕνεκα καὶ τῶν ὀφθαλμῶν, ὁ τάλας ἐγώ. Ι.

1256. ἀλγεῖς: λυπῇ; τί δὲ οὐ δοκεῖς ἀλγεῖν ἐμὲ τοῦ παιδός μου ἕνεκεν, Ι. τί δαί με: τί δὲ οὐχὶ δοκεῖς ἀλγεῖν καὶ λυπεῖσθαι ἐμὲ ἕνεκα τοῦ παιδὸς τοῦ παρὰ σοῦ φονευθέντος; τὸ δὲ διφθογγογραφούμενον δαί προτιθεμένου τοῦ τί πάντοτε διφθογγίζεται. Fl. 59.

1257. χαίρεις: κατʼ ἐρώτησιν. B. χαρὰν ἔχεις ἀτιμάζουσά με, κακότροπε σύ; I.

1258. οὐ γάρ με χαίρειν: οὐ γὰρ πρέπει με χαίρειν τιμωροῦσαν καὶ κολάζουσαν σέ; I.

1259. ἀλλʼ οὐ τάχ᾿: ἀλλʼ οὐ χαιρήσεις, ἡνίκα σε ἡ θάλασσα κρύψῃ. l. εἰπόντος τοῦ Πολυμήστορος πρὸς τὴν Ἑκάβην, χαίρεις ὑβρίζουσά με, ἀποκριθεῖσα εἶπεν ἡ Ἑκάβη, οὐ γὰρ ἐνδέχεται με χαίρειν με τιμωρουμένην σε; εἶτα ὁ Πολυμήστωρ ἀνταποκριθεὶς ἔφη, ἀλλʼ οὐ τάχ᾿, ἡνίκ ἄν σε ποντία νοτὶς, ἤγουν ἀλλʼ οὐ χαρήσῃ τάχα, ὅταν σὲ ἡ ποντία νοτίς, καὶ ἕστη τοῦ λόγου· οὐ γὰρ ἐπλήρου τὸν αὐτοῦ λόγον, καὶ διὰ μέσου φησὶν κάβη, τί γάρ με ποιήσει ἡ νοτίς; ἆρά με ἀγάγῃ εἰς τὴν Ἑλληνίδα γῆν; καί φησι Πολυμήστωρ ὡς οὐκ ἔστι τοῦτο, ἀλλʼ οὐ χαρήσῃ, ὅταν σε κρύψῃ ἡ ποντιὰ νοτὶς, δηλονότι ἡ θάλασσα, πεσοῦσαν ἐκ καρχησίων. μυθεύεται γὰρ ὡς εἰς κυνὸς εἶδος μεταβληθεῖσα Ἑκάβη καὶ ἀνελθοῦσα ἐν τῷ ἀνωτάτῳ τοῦ ἱστοῦ, ἤτοι τοῦ κέρατος, ἔρριψεν αὑτὴν εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγη. ταῦτα δὲ προμαντεύεται ὁ Πολυμήστωρ ὡς δὴ λυπήσων αὐτὴν, καὶ πάλιν φησὶν Ἑκάβη, παρὰ τίνος ῥιφῶ, τυγχάνουσα τούτων τῶν βιαίων ἁλμάτων; καί φησιν ὁ Πολυμήστωρ, αὐτὴ ἐν τῷ ποδί σου ἐμβήσῃ, ἤγουν ἔλθῃς, εἰς τὸ ἄκρον τοῦ ἱστοῦ. καὶ πάλιν φησὶν ἡ κάβη, ἀνέλθω, ἀλλὰ πτερὰ φύσασα ἐν τοῖς νώτοις ἢ ἐν ἄλλῳ τινὶ τρόπῳ. καί φησι Πολυμήστωρ, οὐχ οὕτως, ἤγουν οὐχὶ πτεροφυήσεις, ἀλλὰ κύων γενήσῃ πυρσώδη καὶ ἠγριωμένα βλέμματα ἔχουσα ὡς ὁ κύων. A.

1260. μῶν ναῦς: ἄρα διὰ νηὸς παραπέμψῃ εἰς τοὺς ὅρους τῆς [*](8. λυπῇ—δὲ] λυπῇς—δαὶ Ι.)

509
Ἑλλάδος; Gr. Ι. ναυστολήσῃ: διὰ νηὸς ἀγάγῃ. B. πλεύσῃ. Fl. 33.

1261. κρύψῃ: νοτὶς ποντία καλύψει, καὶ ποντίσει πεσοῦσαν ἐκ τῶν καταρτίων. λέγουσιν ὅτι οἱ Ἕλληνες καταρώμενοι πάντοτε καὶ ὑβριζόμενοι ὑπὸ τῆς Ἑκάβης, θυμωθέντες ἔρριψαν ταύτην ἀναβιβάσαντες ἀπὸ τοῦ ἱστοῦ τῆς νεὼς, καὶ λιθοβολήσαντες ἐκείνην ἐποίησαν κολωνὸν, ὕστερον δὲ τοὺς λίθους ἀπὸ ταύτης ἐκβαλόντες εὗρον ἐκείνην σκύλλαν ἔχουσαν ὀφθαλμοὺς ὡς πυρός. Fl. 59. Ι. μὲν οὖν: μᾶλλον μὲν οὖν. Gr. Fl. 6. 9. 17. 21. 50. 59. 76. καρχησίων: τῶν ἀνωτάτω τοῦ ἱστοῦ ἤτοι τοῦ κέρατος τροχαλίων. B. τῶν καταρτίων. B. rec. ἱστῶν, ἐκ τῶν ὑψηλοτέρων μερῶν τῆς νηὸς, τῶν καταρτίων. Gu. καρχήσια τὰ ἄκρα τοῦ ἱστοῦ τοῦ κέρατος τῶν πλοίων, τῶν κεραταρίων τροχαλίων τοῦ ἱστοῦ. M. Fl. 21. καρχήσία τὰ καλλωπίσματα τῆς νηός. Fl. 59.

1262. πρὸς τοῦ βιαίων: πρὸς τίνος ἀναγκαστικῶν ἐπιτυγχάνουσαν πηδημάτων. I.

πρός τοῦ βιαίων: τοῦτο οὕτω νοητέον. εἰπόντος γὰρ τοῦ Πολυμήστορος πεσεῖσθαι αὐτὴν ἐκ τῶν ἱστῶν, ἀποροῦσα αὕτη φησὶ, παρὰ τίνος τυγχάνουσαν ἁλμάτων καὶ πηδημάτων βιαίων καὶ ἀκουσίων κρύψει με; ἄλματα γὰρ βίαια τὰ ἀκούσια φαμὲν, ἅπερ οὐχ ὁ ἁλλόμενος δρᾷ ἑκουσίως, ἀλλʼ ὑπό τινος ἑτέρου ἀναγκαζόμενος πράττει. Gu. I.

1263. αὐτὴ πρὸς ἱστόν: αὐτὴ ἀναβήσῃ ἐν τῷ ἀνωτάτω τοῦ ἱστοῦ. ἤγουν τῇ ἄκρᾳ τῶν τροχαλιῶν. Ι. κατʼ ἐνίους ἡ Ἑκάβη ἑαυτὴν ἔρριψεν εἰς τὸ πέλαγος. B. M.

1264. ὑποπτέροις νώτοισιν: διὰ νώτων ἐπτερωμένων, ἢ ποίῳ τρόπῳ, Ι. ἐπαιρόμενος. B.

1265. κύων γενήσει: κύων γενήσῃ, πυρώδεις ὀφθαλμοὺς ἔχουσα, ἤτοι ἠγριωμένους. Ι. ὅτι κύων ἐγένετο, καὶ Λυκόφρων φησί. Gu. οὐκ ἄπιστον δὲ περὶ τῆς Ἑκάβης κύων γενομένης. λέγεται γὰρ ὅτι [*](1. εἰς τοῦς—Ἑλλάδος om. Gr. 17. νοητέον] νοεῖται Ι. 6. ἐποίησαν κολωνὸν et δὲ om. 19. τυγχάνουσαν] τυγχάνουσα Ι. ib. ἐκείνην om. I. 21. ἁλλόμενος Barnes. ἁλόμενος 8. ἔχουσαν—πυρός om. Ι. Gu. ἀλώμενος I. 10. τροχαλίων] τροχαλιῶν adv. 1263. 25. τὸ πέλαγος] τὴν θάλασσαν M. 12. καρήσια] καρχησίων M. 29. Λυκόφρων] V. 1177.)

510
εἰς τὴν Ἔφεσον ἐγένετο λοιμικὸν νόσημα, ὥστε φθείρεσθαι τοὺς ἀνθρώπους. εὑρισκομένου δὲ ἐκεῖσε τοῦ Ἀπολλωνίου μάντεως ὄντος, ἀπῆλθον εἰς ἐκεῖνον λύσιν ζητοῦντες τοῦ λοιμοῦ. ὁ δὲ μετʼ αὐτῶν ἀπελθὼν εἰς τὸ ἱπποδρόμιον εὗρεν ἄνδρα γέροντα ἐν τῇ ὁδῷ καθεζόμενον. ἐπιτάττοντος οὖν τοῦ Ἀπολλωνίου λιθάσαι τοῦτον ἐλίθασαν. πρὸ τούτου δὲ ἐδείκνυον ὀφθαλμοὺς πυροειδεῖς καὶ ὄψεις πολλὰς πυρίνους. ἐπὶ τὴν αὔριον δὲ πάλιν προσάξει τοῦ μάντεως ἤγειραν τοὺς λίθους ἀπὸ τούτου καὶ εὑρέθη κύων. ἔπαυσε τὸ λοιμικὸν νόσημα. Fl. 59. πύρσʼ : πυρωπά. B. δέργματα: ὀφθαλμοὺς, βλέμματα. Gr. ὄμματα. B. Gu. ὀφθαλμούς· ἐξ οὗ καὶ δράκων, ἐκ τοῦ δέρκω τὸ βλέπω. Fl. 10.

1266. πῶς δʼ οἶσθα: πῶς δὲ γινώσκεις τὴν ἐναλλαγὴν τῆς μορφῆς μου; I. μετάστασιν: μεταλλαγήν. Gr. μεταμόρφωσιν. M. Gu. ἀλλοίωσιν. Gu.

1267. ὁ Θρῃξὶ μάντις: ὁ ἐν τοῖς Θρᾳξὶ μάντις ἔλεξε Διόνυσος ταῦτα. I. ἢ ἐν τῇ Θρᾴκῃ Διονύσου μαντεῖον ἦν, ἢ ἀνήρ τις ἦν ἐν Θρᾴκῃ μάντις Διόνυσος καλούμενος. Gu. I. Διόνυσος: οἱ μὲν περὶ. τὸ Πάγγαιον εἶναι τὸ μαντεῖόν φασι τοῦ Διονύσου, οἱ δὲ περὶ τὸν Αἷμον, οὗ εἰσι καὶ Ὀρφέως ἐν σανίσιν ἀναγραφαὶ, περὶ ὧν φησιν ἐν Ἀλκήστιδι “οὐδέ τι φάρμακον Θρῄσσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψε γῆρυς.” ὅτι δὲ καὶ Διόνυσος μάντις καὶ ἐν Βάκχαις φησὶ “μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει.” A.B.M.I.

1268. σοὶ δʼ οὐκ ἔχρησεν: σοὶ δὲ οὐκ ἐμάντευσεν οὐδὲν τῶν κακῶν ὧν ἔχεις I.

1269. οὐ γάρ ποτʼ ἄν: οὐκ ἔχρησε δηλονότι· οὔποτε γὰρ ἂν σὺ εἷλες ἐμὲ ὧδὲ σὺν δόλῳ. I.

1270. θανοῦσα δʼ ἢ ζῶσʼ: θανοῦσα δὲ ἐκπλήσω τὸν ἐνθάδε βίον, [*](3. ἀπῆλθον Matth. pro ἀπῆλθες φείας. οὐδέ τι φαρμάθρης σανίσι τὰς et mox εὗρεν pro εὗρον. ὁρφείας I., cujus scripturae origo 16. ἢ ἐν] ἢ om. Gu. patet ex B. in quo duae sunt lineae ib. τις ἦν—μάντις] ἦν et μάντις non integrae, κήστιδι. οὐδέτι φάρμα om. I. . . . | θρησ σανίσιν τὰα ὁρφείασ, parvo 18. Πάγγαιον] παγγαῖον I. inter θρησ et σανίσιν spatio relicto. 20. Ἀλκήστιδι] V. 982. οὗτος ὁ ποιητὴς 21. δὲ καὶ] καὶ om. I. addit A. ib. Βάκχαις] V. 279. ib. οὐδέ τι φάρμακον Θρῄσσαις ἐν 22. καὶ τὸ] τὸ om. B.I. σανίσιν τὰς ὀρφεία A.M., nisi quod ὁρ- 23. πολλὴν ἔχει] ἔχει πολλήν M.)

511
ἤτοι τὸν ἐν τῇ μορφῇ τοῦ κυνὸς, ἢ ζῶσα, I. τὸ ἐκπλήσω τὸν βίον πρὸς τὸ ζῶσα μόνον λέγε, πρὸς δὲ τὸ θανοῦσα τὸ μεταβληθήσομαι εἰς κύνα. Gu. I. ἐπειδήπερ εἶπεν ὁ Πολυμήστωρ γενήσεσθαι αὐτὴν κύνα, διαπορεῖ καὶ ἐρωτᾷ αὐτόν· τί λέγεις; θανοῦσα γενήσομαι κύων, ἢ ζῶσα μεταβληθήσομαι εἰς τὴν κυνὸς μορφήν; ὃ καὶ λύει οὗτος λέγων, θανοῦσα. ἔφη καὶ Πυθαγόρας, καὶ μετʼ ἐκεῖνον Πλάτων, ὡς αἱ τῶν ἀθλίως βεβιωκότων ψυχαὶ ἀποθανόντων εἰς ἄλογα ζῶα εἰσέρχονται καὶ λίθους καὶ ξύλα καὶ φυτὰ, ἵνα ἐν τῇ πρὸς ταῦτα διατριβῇ δίκην ὑποσχοῦσαι πρέπουσαν ὧν ἥμαρτον εἰς τὴν ἀρχαίαν ἐπανέλθοιεν τάξιν. ὅθεν καὶ Πυθαγόρας ποτὲ ἀκούσας ὄνον ὀγκώμενον ἔφη, ὡς φίλου μου ψυχή ἐστιν αὕτη ἡ ἐν τῷ ὄνῳ, καὶ διὰ τοῦτο ἐπέγνω με. Gu. I. θανοῦσα ἢ ζῶσα. μετὰ θάνατον δὲ ἀμειφθήσομαι εἰς κύνα, ἢ ζῶσα ἐν τοιούτῳ εἴδει κυνείῳ τὸν ἐπικεκλωσμένον χρόνον τῆς ζωῆς ἐξανύσω καὶ ἐπιζήσομαι, ὅ ἐστι μετὰ θάνατον ἐξαλλαγήσομαι καὶ ἀμειφθήσομαι εἰς κύνειον εἶδος, ἢ ζῶσα, ὥστε τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς μου κύων οὖσα ἐπιζῆσαι. A. Fl. 59. Ἄλλως. τοῦτο ὅσοι πρὸς τὸ κύων γενήσομαι συναρμόττουσιν οὕτως λέγουσι, θανοῦσα δὲ ἐνθάδε, ἤτοι ἐν τῷ τοιούτῳ κυνείῳ εἴδει, ἀπαλλάξω μου τὴν ζωὴν, ἢ ζῶσα πάλιν μεταστραφήσομαι εἰς εἶδος ἀνθρώπου, ἔξωθεν ὑπακούοντες τὸ μεταλλαχθήσομαι εἰς εἶδος ἀνθρώπειον, ἵνʼ τὸ λεγόμενον τοιοῦτον ὅτι κύων ἀποθανοῦμαι, ἢ πάλιν ἄνθρωπος γενήσομαι. ὅσοι δὲ πρὸς τὸ ἡνίκʼ ἄν σε ἡ ποντία νοτὶς κρύψῃ πάλιν, οὕτως εἶπον, ὅτι ἐνθάδε τεθνήξομαι, ἤτοι πεσοῦσα εἰς θάλασσαν ἐκεῖ ἀποθανοῦμαι, ἢ ζῶσα πάλιν τὸν εἱμαρμένον μου βίον ἐκπληρώσω --- A. θανοῦσα ἐκπλήσω τὸν βίον εἰς τὸ θαλάττιον ὕδωρ καὶ μεταμειφθήσομαι εἰς τὸ κυνικὸν σχῆμα. Fl. 76. ὁ νοῦς, θανοῦσα δʼ ἐνθάδε ἐκπλήσω τὸν βίον, ὁ ἐστι ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου μοι βίου προκόψω; B. M. ἐνθάδε δὲ θανοῦσα ἐκπλήσω τὸν βίον, ἢ ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου προκόψω, τουτέστι μετὰ θάνατον ἀμειφθήσομαι εἰς κύνα, ἢ ἐν τῷ κυνείῳ ἐθέλω πληρώσειν τὴν ζωήν μου, ἢ ζῶσα πάλιν θέλω μεταμορφωθῆναι εἰς ἄνθρωπον. ἐνθάδε ἐν τῇ μορφῇ τοῦ κυνὸς ζῶσα ἐκπληρώσω ἢ [*](6. λέγων om. I. ib. ὃ om. Fl. ib. ἔφη καὶ] ἔφη γὰρ Ι. 26. ὁ νοῦς om. M. 13. κυνείῳ] κυνίῳ A. Fl. ib. θανοῦσα] θανοῦσα δ᾿ B. 14. ἐπιζήσομαι] Pro ἐπιζητήσω- ib. τὸν om. M. μαι Fl.)
512
θανοῦσα, τουτέστιν ἀπαλλαγήσομαι τοῦ κύων εἶναι, ἢ σὺν αὐτῷ ἀποθανοῦμαι δηλονότι σὺν τῇ μορφῇ τοῦ κυνός. Fl. 6.

1271. θανοῦσα : τουτέστι μέχρι θανάτου κύων ἔση· ἐπονομασθήσεται δὲ τῷ τάφῳ τὸ σὸν ὄνομα, ἤγουν κύων. Ι. θανοῦσα: γενήσῃ κύων. Gu.

1272. μορφῆς ἐπῳδόν: ἐπώνυμον τῆς ἐμῆς μορφῆς κληθήσεται τὸ σῆμα ἧς ἔχω νῦν, ἢ τί ἕτερον εἴπῃς: καί φησι Πολυμήστωρ, οὐ τάφος Ἑκάβης κληθήσεται, ἀλλὰ κυνὸς σημεῖον τοῖς ναύταις ἐπίδηλον· ὅταν γὰρ ἀπέλθωσι εἰς ἐκεῖνον τὸν τόπον οἱ ναῦται ἔνθα ἐστὶν ὁ τῆς Ἑκάβης τάφος, τότε γινώσκουσιν ὡς εἰς ξηράν εἰσιν. A. ἐπῳδὸν καὶ ἐπώνυμον τῆς ἐμῆς μορφῆς, ἢ τί ἄλλο ἐρεῖς, Ἄλλως. ἐπώνυμον τῆς κυνικῆς μορφῆς, ἢ ἄλλο τι τῆς ἀνθρωπίνης, ἣν ἔχω, λέξεις; Ι.