Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1207. κέρδη τὰ σά: καὶ ἡ σὴ τοῦ κέρδους ἐπιθυμία. Gr. αἱ σαὶ πλεονεξίαι. Gu.

1208.—1221. ἐπεί: στοχαστικὸν τοῦτο. εἰ δὲ μὴ, δίδαξον τοῦτο, πῶς, ὅτε τὸ Ἴλιον εὐδαιμόνει, καὶ περιεῖχε τὸ τεῖχος τὴν πόλιν, ἐβίου τε ὁ Πρίαμος, καὶ τὸ τοῦ Ἕκτορος ἤκμαζε δόρυ, διὰ τί, εἶπερ ἤθελες χάριν ποιῆσαι τῷ Ἀγαμέμνονι, ἔχων καὶ ἀνατρέφων ἐν τοῖς σοῖς οἴκοις τὸν παῖδα, οὐκ ἔκτεινας τότε. ἢ ζῶντα αὐτὸν οὐκ ἔφερες τοῖς Ἕλλησιν, ἀλλʼ ὅτε οὐκέτι ὑπήρχομεν ἐν εὐτυχίᾳ ἐν τῷ ζῆν, ἡ δὲ Τροία ἐσημαίνετο ὑπὸ τοῦ καπνοῦ, καὶ ἦν φανερὰ καιομένη ὑπὸ τῶν πολεμίων, ἐφόνευσας τὸν παῖδα τὸν φίλον, ἐπὶ τὴν οἰκίαν ἐλθόντα τὴν σήν. πρὸς δὲ τούτοις ἄκουσον, ἵνα φαῦλος φανῆς. ἔπρεπεν, εἵπερ ὑπῆρχες φίλος τοῖς Ἕλλησι, τὸν χρυσὸν, ὃν λέγεις ἔχειν ἐν τοῖς δόμοις οὐ σὸν, ἀλλὰ τούτου, φέροντα δοῦναι τοῖς πενομένοις Ἀχαιοῖς, καὶ χρόνον πολὺν ἀπὸ τῆς πατρικῆς γῆς ἀποξενιτευθεῖσιν. Ι.

ἐπεί: εἰ δὲ μή. Gr. εἰ οὐ τοῦτό ἐστιν. Gu.

1209. πέριξ: κύκλῳ. Gu. συνεῖχεν ὁ πύργος τὴν πόλιν. B. M. περιεῖχε δὲ ἔτι ὁ πύργος ἀντὶ τοῦ τὸ τεῖχος. Gr. περιετείχιζε, περιεφύλασσε. Gu. εἶχʼ ἔτι πτόλιν: ἐκράτει ἀκμὴν τὴν πόλιν. Gu.

1210. ἤνθει: ἤκμαζεν. Gr. ἐνίκα. τοῦτʼ ἔστιν ὃ παρὰ μὲν τοῖς γραμματικοῖς μεταφορὰ, παρὰ δὲ τοῖς ῥήτορσι τροπή. Gu.

1211.—1213. τί δʼ οὐ τότʼ: τί δὲ καὶ διὰ τί οὐκ ἔκτεινας καὶ ἐφόνευσας τότε τρέφων τὸν παῖδα, καὶ ἔχων καὶ κρατῶν ἐν τοῖς [*](5. διὰ] διὰ κατὰ καὶ διὰ Fl. 13. In B. gl. στοχαστικὸν κεφά-)

502
δόμοις, εἴπερ καὶ ἐάνπερ ἐβουλήθης καὶ ἔθελες θέσθαι καὶ ποιῆσαι χάριν τῷδε καὶ τούτῳ τῷ Ἀγαμέμνονι, ἢ διὰ τί οὐκ ἦλθες ἄγων καὶ φέρων τὸν Πολύδωρον ζῶντα ἐν τοῖς Ἀργείοις. Fl. 59.

1214. ἡνίχʼ ἡμεῖς: οὐκέτι ἐζῶμεν. Gr. ὑπήρχομεν. Gu. ἐν φάει: τῷ ζῆ. B. ἐν εὐτυχίᾳ, ἐν φωτί. Gu. ζωῇ. Fl. 33.

1215. ἐσήμηνε: ἐσημήνατο. B. ἀντὶ τοῦ ἐσημαίνετο. Gr. ἐδείχθη, ἐσημάνθη· φανερὰ γὰρ ἡ Τροία καὶ ἐπίσημος ἐγίνετο καιομένη. Gu. ἢ ὥσπερ φαμὲν τὸ μετέβαλε καὶ ἀπήλλαξιν ἀντὶ τοῦ μετεβλήθη καὶ ἀπηλλάχθη, οὕτω καὶ τὸ ἐσήμηνεν ἀντὶ τοῦ ἔσημάνθη. λαμβάνοντες γὰρ ἔξωθεν τὸ ἑαυτὸ τοῦτο συνάγομεν. ἢ οὕτω· εἰποῦσα γὰρ ἡ Ἑκάβη τὸ “ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἦμεν ἐν φάειʼ ἐπήγαγεν ἐφεξῆς τὸ “καπνῷ δʼ ἐσήμηνʼ ἄστυ πολεμίων ὕπο,” τουτέστι τὸ ἡμᾶς μηκέτι εἶναι ἐν φάει ἐσήμηνε καὶ ἔδειξε τὸ ἄστυ ἐν τῷ καπνῷ ὑπὸ τῶν πολεμίων· ὧν γὰρ ὁ πόλις πυρὶ πωραδέδοται, τούτων καὶ ἡ εὐτυχία δήλη ἐντεῦθέν ἐστιν εἰς οὐδὲν χωρήσασα. Gu. φανερὰ ἦν ἡ Τροία καιομένη ὑπὸ τῶν πολεμίων. M.

1216. κατέκτας: ἔκτεινας. Gr. ἐφόνευσας. Gu. μολόντʼ: ἀναστρεφόμενον. Gu. ἄγοντα. Fl. 33.

1217. ὡς φανῇ κακός: ἵνα καὶ ἀποδειχθῇς ἄπιστος. Fl. 59.

1218. εἴπερ—φίλος: ἤγουν εἴπερ ἐφίλεις τοὺς Ἀχαιούς. Gu. τὸ φίλος λέγεται καὶ ἐπὶ τοῦ φιλοῦντος, ὡς ἐνταῦθα, καὶ ἐπὶ τοῦ φιλουμένου. Fl. 6. 9. 17. 21. 5. 59. 76.

1219. ὃν φῆς οὐ σόν: οὐκ εἶπεν ὁ Πολυμήστωρ περὶ τοῦ χρνσοῦ· ἐπελάθετο οὖν ὁ ποιητὴς ἑαυτοῦ, καὶ ἔστιν ἀκατασκεύαστα ταῦτα. A.B.I. ἰστέον ὅτι ἐνταῦθα ἡ Ἑκάβη διαβάλλει τὸν Πολυμήστορα· οὐ γὰρ ἐμνημόνευσεν οὗτος τούτου, ὅτε περὶ τοῦ πῶς ἀπέκτεινε Πολύδωρον ἀπελογεῖτο. εὕρῃς δὲ καὶ ἕτερα τοιαῦτα παρά τε Σοφοκλεῖ καὶ τοῖς ἄλλοις. μὴ λάβῃς δὲ εἰς τὸ τοῦδε χάριν ἔξωθεν, ἀλλʼ ὥσπερ φαμὲν τὸ τοὺς εὐεργέτας ἀμείβεσθαι ἀρίστου ἀνδρὸς ἔχομεν, οὕτω κἀνταῦθα νοεῖν δὲῖ. εἰ δὲ μὴ τὸ τοῦδε διὰ τὸν Ἀγαμέμνονα νοήσεις, ὡς ἅπαντες λέγουσιν, ἀλλὰ διὰ τὸν Πολύδωρον, οὐκ ἂν δόξη ἡ Ἑκάβη διαβάλλουσα· ἐρομένης γὰρ τοῦτον πρόσθεν αὐτῆς “ χρυ- [*](6. ἀντὶ τοῦ—καιομένη] Paullo ali- 24. ἀκατασκεύαστα] ἀκατάσκευα ter in B. ἀντὶ τοῦ ἐσημαὁνετο. φα- τὰ Ι. In A. ἀκατασκεύαστα εἰσί. νερὰ ἦν ἡ τροία καιομένη καὶ ἐπίση- Conf. p. 504, 18. μος ἐχίνετο :—)

503
σὸς δὲ σῶς, ὃν ἦλθεν ἐκ Τροίας ἔχων,” ἀπεκρίνατο οὗτος, σῶς, καὶ πάλιν, ὀναίμην τοῦ παρόντος, ὦ γύναι. πρὸς οὖν τούτους τοὺς λόγους φησὶ νῦν αὐτὸ τοῦτο. Gu. ἀλλὰ τοῦδʼ ἔχειν: οὐκ εἶπεν. M.

1220. πενομένοις: ἐν πενίᾳ οὖσιν. Gr. ἀπεξενωμένοις: ἠλλοτριωμένοις. Gu. καὶ ἐν ξένοις τόποις διάγουσι. Fl. 59. Τζέτζης νῦν ἀντὶ τοῦ ἐνδεέσι, πένης τε ὁ χειρῶναξ. A. rec.

1222.—1225. σὺ δʼ οὐδὲ νῦν: σὺ δʼ οὐδὲ ἀρτίως πρόθυμος εἶ ἐκβαλεῖν τὸν χρυσὸν ἀπὸ τῆς σῆς χειρὸς, ἀλλʼ ἔτι κρατεῖς ἐν δόμοις. ἀλλʼ ὄντως ἀνατρέφων τὸν ἐμὸν παῖδα, ὡς ἔδει σε ἀνατρέφειν, εἶχες ἂν δόξαν καλήν· ἐν γὰρ ταῖς δυστυχίαις οἱ ἀγαθοὶ φίλοι σαφέστατοι ὑπάρχουσι, τὰ καλὰ δὲ πράγματα ἐξ ἑαυτῶν ἔχει τοὺς φίλους. εἰ δὲ ἔνδειαν εἶχες χρημάτων, ὁ δὲ Πολύδωρος ἔζη, πλοῦτος ἄν σοι μέγας ὑπῆρχεν ὁ ἐμὸς παῖς. Ι.

οὐδὲ νῦν πω: οὐδέπω καὶ νῦν. Gr. ἀκμήν. Gu. Fl. 59. καὶ ἀρτίως. Fl. 59. ἀπαλλάξαι: ἐκδιῶξαι. B. ἐκβαλεῖν. Gr. ἀπαγαγεῖν, ἐξελέσθαι τῆς χειρός. Gu. ἐκβαλεῖν, ἐλευθερῶσαι τοῦτον τὸν χρυσόν. Fl. 33. 59.

1223. τολμᾶς: ὑπομένεις. B. Gr. ἀνέχῃ. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. θέλεις. Gu. ἐπέμεινας. Fl. 33. ἔχων: περιφέρων. Fl. 33. καρτερεῖς: ἰσχυρίζῃ. Gr. φυλάσσεις. ἀπὸ τοῦ κράτος, τοῦτο δὲ ἀπὸ τοῦ κρατῶ τὸ ἐξουσιάζω. Gu. καρτερεῖς δὲ ἰσχυρίζρ ἔχων αὐτὸν ἀκμὴν ἐν τοῖς δόμοις. Fl. 59.

1224.—1227. καὶ μήν: καὶ μὴν τρέφων μὲν τὸν Πολύδωρον, ὡς καὶ καθὰ ἐχρῆν καὶ ἔπρεπε τρέφειν σε τὸ ἐμὸν παῖδα, σώσας τε, εἶχες ἂν καλὸν κλέος, ἤγουν ὑπῆρχες ἂν καλός φίλος· ἐν τοῖς κακοῖς γὰρ οἱ ἀγαθοὶ φίλοι εἰσὶ σαφέστατοι, ἤγουν ὅτε περικυκλώσωσί τινα τὰ κακὰ, τότε δεῖται τῆς παρὰ τῶν φίλων βοηθείας, ὅτε δὲ εὐτυχῆ, πάντες φίλοι εἰσὶ τοῦ εὐτυχοῦντος. Fl. 59.

παῖδʼ: τὸ παῖδα πρὸς τὸ ἐμὸν σύναπτε. Gu.

1225. σώσας: καὶ σώσας τὸν ἐμὸν παῖδα ὡς ἐχρῆν καὶ τρέφων εἶχες ἂν δόξαν ἀγαθήν. A.B. φυλάξας. σώζω τὸ φυλάσσω καὶ τὸ ῥύομαι. Gu. καλόν: μέγα. Fl. 33.

1226. ἐν τοῖς κακοῖς: ἐν ταῖς δυστυχίαις. Gu. σαφέστατοι: ἀληθεῖς. B. ἀληθεῖς, τουτέστιν ἐν πειρασμοῖς καὶ ταῖς θλίψεσι φαίνονται οἱ ἀληθεῖς φίλοι· ἡ γὰρ εὐτυχία πάντας φίλους ποιεῖ. A.

504

1227. τὰ χρηστά: αἱ εὐτυχίαι. Gr. Fl. 6. 9. 17. 21. 56. 59. 76. αὔθʼ ἕκαστα: ἔχει φίλους: τὰ χρηστὰ αὐτὰ ἐξ αὐτῶν ἔχει τοὺς φίλους· εἰ δὲ καὶ ἀνατραφέντος τοῦ παιδὸς σὺ μὲν ἐστέρησο χρημάτων, ὁ δὲ παῖς ἐπλούτει, πάντως ἂν ἐκοινώνεις αὐτῷ τοῦ πλούτου τὰ τροφεῖά σοι ἀποτιννύντι. A. καθʼ αὑτὰ καὶ οἴκοθεν καὶ αὐθορμητικῶς. Gu. τὰ γὰρ καλὰ πράγματα αὐτὰ ἐξ αὐτῶν ἔχει τοὺς φίλους. B. Gu.

1228. εὐτύχει: ὁ ἐμὸς παῖς. B. καλῶς εἶχεν, ἤγουν ἔζη. Fl. 59. ἔζη, εὐπορίαν εἶχε χρημάτων. Gu.

1230.—1237. νῦν δʼ οὔτʼ ἐκεῖνον: ἅρσις καὶ θέσις. νῦν δὲ οὔτε τὸν Πολύδωρον ἔχεις σὸν φίλον, καὶ ἡ ὠφέλεια τοῦ χρυσοῦ ἔφθαρται, οἵ τε σοὶ παῖδες διεφθάρησαν, καὶ σὺ πράττεις ὧδε δυστυχῶς. σοὶ δʼ ἐγὼ ἡ Ἑκάβη λέγω, ὦ Ἀγάμεμνον, εἰ τῷδε βοηθήσεις, φανῇ ἄδικος· οὔτε εὐσεβῆ γὰρ ξένον καὶ φίλον, οὔτε πιστὸν, οὐχ ὅσιον καὶ δίκαιον δράσεις εὖ, ἤγουν εὐεργετήσεις οἷστισιν ἔπρεπεν ἡ σὴ εὐποιία δηλονότι. αὐτὸν δέ σε φήσομεν χαιρέκακον εἶναι. τοὺς δεσπότας δὲ οὐ λοιδορῶ. ἐπιδιόρθωσις τοῦτο. I.