Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1092. ἀϋτῶ: μεγάλως φωνῶ πρὸς ὑμᾶς. Fl. 59. φωνῶ. Gr. βοῶ. Gu.

1093. ἴτε: ἔλθετε. Gr. μόλετε πρὸς θεῶν: παραγίνεσθε διὰ τὴν ἀγάπην τῶν θεῶν. Gr. ἕνεκα. Gu. ἐνταῦθα ἡ πρός κεῖται ἀντὶ τῆς παρά ἀντὶ τῆς ἐκ, καὶ ἡ ἐκ ἀντὶ τοῦ ἕνεκα κατὰ μετάληψιν. Gu.

1099. κλύει τις; ἀκούει τις, ἢ οὐκ ἀκούει, ἢ ἀκούει μὲν, οὐ δύναται δὲ βοηθῆσαι ; M. Fl. 25. ἀκούει. Gr. ἐπακούει. ἤγουν [*](6. εἰς τὸν—Ἅιδου] Haec sunt et. 10. 21. iam in Gu., sed adscripta v. 1100. 31. οὐκ ἀκούει, ἢ om. M. 16. ἐν δ. μ.] ἐν δόρατι μαχόμενον 19. συνελθόντας] ἀνελθόντας Fl. 25. etiam M. et qui ἐν omittunt Fl.)

483
οὐδεὶς ἀκούει, ὥστε καὶ βοηθῆσαι. Gu. ἀρκέσει: ἐπαρκέσει, βοηθήσει. Gr. μέλλετε: βραδύνετε. Gu.

1098. ὤμοι: λείπει τὸ ἕνεκεν. B. ἕνεκεν τῆς λώβης. M. λωβήσεως καὶ ἀπωλείας τῶν ὀφθαλμῶν. M. ἕνεκεν τῆς λωβήσεως καὶ ἀπωλείας τῶν ὀφθαλμῶν. B. Fl. 10. 33.

1099. ποῖ τράπωμαι: εἰς τὸν αἰθέρα τὸν οὐράνιον, φησὶ, πετασθεὶς ἀπέλθω εἰς τὸ ὑψιπετὲς μέλαθρον, ἔνθα ὁ Ὠρίων καὶ ὁ Σείριος αὐγὰς φλογέας ἀφίησι τοῦ πυρὸς ἀπὸ τῶν αὐτοῦ ὀφθαλμῶν, ἢ ὁρμήσω ὁ τάλας εἰς τὸν πορθμὸν, ἤγουν τὴν διάβασιν τὴν ἐπὶ τὸν Ἅιθην ἄγουσαν. ταῦτα δὲ, φησὶν, ἀδημονῶ. A. ποῦ ἔλθω. Gu. εἰς ποῖον μέρος ἵνα τράπωμαι. εἰς ποῖον μέρος πορευθῶ. Gr. ἀτραπὸς λέγεται κυρίως τὸ παρὰ τῆς ὁδοῦ ἐκφερόμενον. Fl. 25.

1100. αἰθέρʼ ἀμπτάμενος : ἀναπτάμενος, ἀναπετασθείς. M. ἀπορῶ γὰρ τί ποιήσω. πρὸς ἑαυτὸν ἀναλογίζεται· ἄρα πρὸς τὸν αἰθέρα πετάσας πρὸς τὸ ὑψηλότερον οἴκημα, ἔνθα ὁ Ὠρίων, ὅς ἐστιν εἶδος ἄστρου, ἢ ὁ Σείριος αὐγάζουσιν, ἢ πρὸς Αἴθην μελανοχρῶτα ὁρμήσω, ὅ ἐστι τὸν σκοτασμόν. Fl. 33.

αἰθέρα: ἔθος τοῖς δυσφοροῦσι ταῦτα λέγειν. Fl. 25. Gu. ἔν τισι τὸ αἰθέρα περισσὸν καὶ οὐ φέρεται. Fl. 25. 33. ἀμπτάμενος: ἀναπετάσας. Gr. ἀναπετασθείς. Gu.

1103. Ὠρίων: Ὠρίων καὶ κατὰ πλεονασμὸν τοῦ ᾱ Ὠαρίων. M. ἀποροῦσί τινες πῶς ἐνταῦθα ὁ Πολυμήστωρ Ὠρίωνος καὶ Σειρίου ἐμνήσθη, καὶ μηδενὸς ἄλλου τῶν ἄστρων. καί φασιν ὅτι τοῦ μὲν Ὠρίωνος ἐμνήσθη ὡς κυνηγοῦ, ἅτε καὶ αὐτὸς τοῖς τοιούτοις χαίρων ὡς βασιλεὺς, (φασὶ γὰρ οἱ ποιηταὶ περὶ τοῦ Ὠρίωνος ὡς κυνηγὸς ὧν ὑπὸ σκορπίου δηχθεὶς ἀνῃρέθη, ὅτι Ἀρτέμιδος ἐπεθύμησε·) τοῦ δὲ Σειρίου ὡς καυστικοῦ· διακαὴς γὰρ ἦν καὶ αὐτὸς τῷ πάθει, καὶ δυσχεραίνων ἀπαραμύθητα καὶ ἀπολέσθαι ζητῶν. Gu. I. Ὠρίων ἀπὸ τοῦ οὔρου γίνεται· λέγεται γὰρ ὅτι οἱ θεοὶ οὐρήσαντες ἐπάνωθεν βοὸς δέρματος, ἐξέφυσεν αὐτὸς, καὶ ὡς ἀπὸ τοῦ οὔρου ἐκλήθη Ὠρίων· διὸ καὶ ψιλοῦται Ὠρίων. λέγεται τὸ παρὰ τοῖς κοινοῖς λεγόμενον [*](4. ἀπωλείας] στερήσεως Fl. 33. 23. τοῦ μὲν Ὠρίωνος] ὠρίωνος μὲν I. 11. ἀτραπὸς Matth. pro τροπός. 24. κυνηγοῦ] κυνηγὸς Gu. 22. ἀποροῦσι] Ἀπορία praeixum in 25. οἱ ποιηταὶ] οἱ om Gu. Ι., sine lemmate. 26. ἐπεθόμησε] ἠράσθη I.)

484
ἀροτρόπουν, συγκείμενον ἀπὸ ἄστρων ἑπτά. Σείριος δὲ λέγεται ὁ κύων Ι. Σείριος: ὁ μὲν Ἡσίοδος Σείριον τὸν Ἥλιόν φησιν, οὕτος δὲ Σείριον ὀνομάζει ἀκολούθως καὶ ὁμοίως Ὁμήρῳ τὸν ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστέρα, ἕτερον ὄντα ἀστέρα. ὅλον δὲ τὸ ἄστρον κύων λέγεται, ὅπερ ἐκ πολλῶν ἀστέρων σύγκειται. ὁ δὲ ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστὴρ Σείριος λέγεται. A. Fl. 10. 33. ἐπὶ τούτῳ δὲ, φησὶ Πολυμήστωρ, τὸν ἀστέρα ἀνέλθω ἀναπετασθεὶς ἢ εἰς τὸν αἰθέρα τοιαῦτα δὲ οἱ δυσανασχετοῦντες καὶ μὴ δυνάμενοι ὑπὸ ἐν θλίψεσι φθέγγονται. σημείωσαι δὲ ὅτι δοκεῖ ὁ Σείριος οὗτος ἀστὴρ λαμπρότερον συνὼν τῷ κυνί. A.

1105. μελανόχρωτα: τὸν ἀόρατον πλοῦν. Fl. 10. σκοτεινόν. Gr. μελανοσώματον. Gu. πέραμα, πλοῦν, ἢ τὸν ἀόρατον πλοῦν. M.

1106. πορθμόν: οἱ μέν φασιν ὡς πορθμὸς κυρίως ἡ μέσον δύο γαιῶν θάλασσα, νῦν δὲ καταχρηστικῶς τὸν τόπον πορθμόν καλεῖ· ἐγὼ δέ φημι διὰ τὴν Ἀχερουσιάδα λίμνην τοῦτο λέγεσθαι. καὶ μαρτυρεῖ τὸ προηγούμενον ὡς οὐδὲν ἄλλο δηλοῖ τὸ ἐς Ἀΐδα πορθμὸν ἀλλ’ ἢ τὸν πορθμὸν τὸν εἰς τὸν τόπον τοῦ Ἅιδου φέροντα. Gu. I. διαφέρει πορθμὸς καὶ ἰσθμός. ἰσθμὸς μὲν γὰρ τόπος χέρσος μέσος δύο θαλασσῶν, πορθμὸς δὲ θάλασσα μέσον ξηρᾶς γῆς. Fl. 33. ᾄξω: ὁρμήσω, πορευθῶ. Fl. 6. 9. 21. 50. 59.

1107. συγγνώσθ’ ὅταν: συγγνώμης ἄξιον ὅταν τις πάθῃ κακὰ κρείττονα ἢ φέρειν ἐλευθερωθῆναι τῆς ταλαίνης ζωῆς. Gu. ὅταν τις, φησὶ, πάθῃ κακὰ μείζονα ὑπὲρ ὃ δύναται βαστάσαι, συγγνωστόν [*](2. ὁ μὲν—ὅντα ἀστέρα A. ἠσίοδος 14. τὸν τ. π.] π. τὸν τ. I. σείριος ὁ ἥλιος. νῦν δὲ τὸν ὑπὸ τὸ γένειον 15. Ἀχερουσιάδα] ἀχερουσίαν I. τοῦ κυνὸς ἀστέρα φησὶν ἡσίοδος ἀκολοό- 16. τὸ π.—δηλοῖ] τὸ τοῦ προηγού- θως ὁμήρῳ M. Verba ἠσίοδος σείριος μένον (sic) τοῦ εἰς τὸν ἀΐδα πορθμόν. —νῦν δὲ τ. ὑ. τὸ γ. τ. κ. σείριον λέγει οὐδὲν γὰρ ἄλλο δηλοὶ Gu. etiam in Gu. In Fl. 10. 33. est 17. ἤ—τόπον] ἢ πορθμὸν τὸν ἐς τοῦ- ἠσίοδος ὁ σείριος ὁ ἥλιος. νῦν δὲ τὸ ὑπο- τον τὸν τόπον I. γένειον τοῦ κυνὸς φασὶν εἶναι ἀστέρα 21. ὅταν τις—τοῦ ζῆν] ἀντὶ τοῦ συγ- ἀκολοόθως τῷ ὁμήρῳ ὅλον et reliqua γνωστὸς καὶ συγγνώμης ἄξιός ἐστιν usque ad λέγεται. Simile scholion ἀπαλλ (sic) τὴν ζωὴν καὶ θανεῖν ὅστις fuit in B. ubi nunc haec tantum πάθῃ δεινὰ ἃ οὐ δύναται ὑπομεῖναι τοῦτο legi possunt ἔθος τοῖς . . . ὠρίων . . . . γάρ ἐστι τὸ κρεῖττον ἢ φέρειν ἀντὶ τοῦ ἡσίοδος . . . . ὑπὸ τὸ γένειον . . . ] λού- ἐπέκεινα ὄντος ὑπομονῆς A. θως ὁμή . . . et reliqua usque ad λέ- 23. ὑπὲρ ὃ δύναται—συγγνωστὸν- γεται. Post ἔθος τοῖς supple ποιηταῖς. τὸ—ζν M. ἢ δύναται—συγγνωστέον 5. ὑπὸ] Fort. ὑπομένειν. —τὸ ἐξαπαλλάξαι ἑαυτὸν τῆς ζωῆς B.I.)

485
ἐστιν αὐτῷ τὸ ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν. B.M.I. Ἄλλως. συγγνωστὸν εἰπεῖν ἔδει. ἐκφέρει δὲ πληθυντικῶς Ἀττικῶς. καὶ τοῦτο ζητῶν εὑρήσεις παρὰ πᾶσι ποιηταῖς καὶ λογοποιοῖς. ἡ δὲ σύνταξις· ὅταν πάθῃ τις κακὰ κρείσσονα ἢ φέρειν καὶ ὑπομένειν, ταῦτα συγγνωστὰ καὶ συγγνώμης ἄξιόν ἐστιν, ἀπαλλάξαι ἑαυτὸν τῆς ταλαίνης ζωῆς, τουτέστιν, ὁ κακοῖς συνὼν ἀφορήτοις συγγνωστέος ἐστὶν ἀποθανών. τοῦτο δὲ εἶπεν ὁ χορὸς διὰ τὸν Πολυμήστορα, στερηθέντα τῶν τέκνων καὶ τυφλωθέντα, καὶ τὰ μέγιστα δυσχεραίνοντα καὶ ἀπολεγόμενον τὸ ζῆν, ἐξ ὧν αὐτὸς ἄνωθεν πρὸ τοῦ χοροῦ ἐδήλωσεν, εἰς αἰθέρα ἢ εἰς Ἅιθην ὁρμῆσαι βουλόμενος. Gu. I. συγγνωστὸν πρᾶγμα ὑπάρχει, ὅταν τις ἄνθρωπος ἐξαπαλλάξοι καὶ ἐλευθερωθείη τὰ κακὰ πάθη τῆς ταλαίνης ζωῆς τὰ κρείσσονα καὶ τὰ ἐπικρατέστερα ὑπάρχοντα, ἢ καὶ παρὸ φέρειν καὶ ὑπομένειν αὐτὰ, ἤγουν κρεῖττον ἔνι, ἵνα ἀποθάνῃ τις παρὸ ἵνα φέρῃ καὶ ὑπομένῃ τὰ κακὰ πάθη, ἅπερ οὐδὲν δύναται ἐκεῖνος καὶ βαστάζει εὐκόλως. λέγει δὲ τοῦτο διὰ τὸν Πολυμήστορα, ὅτι κρεῖττον ἔνι ἵνα ἀποθάνῃ παντελῶς παρὸ ἵνα βαστάζῃ τὴν τύφλωσιν καὶ τὴν σφαγὴν τῶν τέκνων αὐτοῦ. Fl. 59. συγγνώμης ἐστὶν ἄξιος ἀπαλλαγῆναι τῆς ζωῆς τὸν παθόντα δεινὰ κρείττονα, ὅ ἐστι μείζονα, παρὰ τὴν οἰκείαν δύναμιν. τοῦτο δὲ εἴρηκε διὰ τὴν Ἑκάβην, ἐπεὶ καὶ κρεῖττον ἦν αὐτῇ τῆς ζωῆς ἀπαλλαγῆναι παρὸ παθεῖν τοιαῦτα δεινὰ καὶ πέρα δεινῶν. Fl. 33. εἰρωνευόμενος ὁ χορὸς ταῦτά φησι πρὸς τὸν Πολυμήστορα. Gr. συγγνώσθ’: συγγνώμης ἄξιον. κουφίζεται γὰρ κατὰ τοὺς ποιητὰς καὶ τὸ ον ὡς καὶ τὰ δίφθογγα. Gr.

1108. ἐξαπαλλάξαι: ἐνεργητικὸν ἀντὶ παθητικοῦ. B. ζοῆς: ὡς πνέω πνοὴ, οὕτω καὶ ζέω ζοὴ χρείᾳ τοῦ μέτρου. Fl. 2. 25.

1109. κραυγῆς ἀκούσας ἦλθον: κραυγῆς σον, φησὶν, ἀκούσας ὁ Ἀγαμέμνων πρὸς τὸν Πολυμήστορα ἦλθον· οὐ γὰρ ἡρέμα ἐβόησεν ἡ [*](1. Ἄλλως om. Gu. δόνου ζωῆς.” MATTH. 2. εἰπεῖν ἔδει] ἔδει εἰπεῖν I. 27. κραυγῆς σου—στρατιωτῶν] Simile 3. ποιηταῖς] καὶ ποιηταῖς I. scholion in Gu. I. τῆς φωνῆς 4. ταῦτα] αὐτά I. ἀκούσας παρεγενόμην· οὐ γάρ ἠρέμα 8. καὶ τὰ—δυσχεραίνοντα om. I. ἤχησεν ἡ θυγάτηρ τῆς πέτρας ἠχὼ, ποιοῦσα “King. in paraphrasi haec habet, ταραχήν. εἰ δὲ μὴ ᾔδειμεν (εἰδείημεν nescio unde: ὅταν πάθῃ τις μείζονα μεν I.), ὅτι ἐπορθήσαμεν τὴν Τροίαν, κακά παρὸ δόναται φέρειν καὶ ὑπομένειν, ἐφοβήθημεν ἂν οὐ μικρῶς, ἔφοδον νομίζοντες συγγνώμης ἄξιόν ἐστιν ἐλευθερωθῆναι ζοντες εἶναι τῶν πολεμίων. ἐκεῖνον τῆς ταλαιπώρου ταύτης καὶ ἐπω-)

486
ἠχὼ, ἡ παῖς τῆς πέτρας. ὅταν γάρ τις βοήσῃ ὅπου ἐστὶν ὄρος, ἀντηχεῖ ἡ πέτρα καὶ οἷον εἰπεῖν γεννᾷ τὴν ἠχώ. καὶ τοῦ Πολυμήστορος τοίνυν βοήσαντος ἐφώνησε καὶ ἤχησε μεγάλως τὸ ὄρος, καί φησιν ὁ Ἀγαμέμνων, οὐχ ἥσυχος ἡ ἠχὼ, ἡ θυγάτηρ τῆς πέτρας, ἐβόησεν· εἰ δὲ μὴ ᾔδειμεν ὅτι ἐπορθήθη ἡ Ἴλιος, ἐφοβήθημεν ἂν νομίζοντες ἔφοδον τῶν Τρωϊκῶν στρατῶν. A. ἀκούσας τῆς Πολυμήστορος κραυγῆς ὀ Ἀγαμέμνων παραγίνεται πρὸς τὴν σκηνὴν τῆς Ἑκάβης, ἔνθα ὁ Πολυμήστωρ ἐτυφλώθη, λέγων ταῦτα· ἐγῶ τῆς κραυγῆς ἀκούσας ἦλθον ἐνταῦθα· οὐ γὰρ σιωπῶν ἐφώνησεν. Fl. 33. καὶ ὁ Ἀγαμέμνων καθʼ ὑπόκρισιν ταῦτά φησιν. Gr.

ἡσύχως: ἠρέμα. Gu. οὐ γὰρ ἡρέμα ἤχησεν ἡ θυγάτηρ τῆς πέτρας Ἠχῴ. B. M.

1110. πέτρας ὀρείας παῖς: βοῆς γὰρ ἐν ὄρεσι γενομένης πληττόμεναι αἱ πέτραι ἀντηχοῦσι· διὸ καὶ θυγατέρα πέτρας καλεῖ τὴν ἠχώ. Gu. λέλακʼ : ἤχησεν. Gr. ἐφώνησεν. Gu.

1111. ἠχώ: ἦχος ὁ κτύπος, ἠχὼ δὲ τὸ ἀπήχημα τὸ γινόμενον μετὰ τὸν ἦχον ἐν θόλοις καὶ σφαιρικοῖς ἄλλοις ἔνδον καὶ ἐν αἰγιαλοῖς, καὶ ἐν ὄρεσι διὰ τὴν αὐτὴν καὶ μίαν αἰτίαν, ἐμποδισμὸν δηλονότι τῆς πρόσω φορᾶς τῆς φωνῆς καὶ ἀναστροφὴν αὐτῆς. Gr. διδοῦσα: παρέχουσα. Gr. ποιοῦσα, ἐμβάλλουσα. Gu. θόρυβον: ταραγμόν. Gr. ταραχὴν καὶ ἔκπληξιν. Gu.

εἰ δὲ μὴ Φρυγῶν: εἰ δὲ μὴ ᾔδειμεν ὅτι ἐπορθήσαμεν τὴν Τροίαν, ἐφοβήθημεν ἂν οὐ μικρῶς ἔφοδον νομίζοντες εἶναί τινα τῶν πολεμίων. B. M. Gu. I.

1113. φόβον παρέσχεν: ἐθορύβησεν ἄν. Gu. οὐ μέσως: οὐκ ὀλίγως. M. ἤγουν οὐκ ἐπιπολαίως, ἀλλʼ εἰς βάθος. Gu. οὐ μετρίως, ἀλλὰ σφόδρα. οὐ συμμέτρως. Gu. μέσως: ὀλίγως.

1114. ὦ φίλτατε: ὑποστροφὴ καὶ ἐπεμβολὴ τὸ σχῆμα. B.I. [*](5. ᾔδειμεν] εἴδη A. Correxi ex scholion legitur ad v. 1109. post schol. Gu. modo apposito et ex verba ποιοῦσα ταραχήν. scholio B. M. ad v. 1112. ubi eadem ib. ὅτι ἐπορθήσαμεν] πορθηθεῖσαν Gu. fere leguntur. 23. οὐ μικρῶς om. M. Gu. 13. βοῆς γάρ] γάρ om. Ι. ib. τινα om. B. Gu. I. ib. ὄρεσι] ὄρει I. ib. τῶν πολεμίων om. Gu. 22. ᾔδειμεν] εἰδείημεν I., ubi hoc)

487
ἀκούσας τῆς φωνῆς σου, ὦ Ἀγάμεμνον, ᾐσθάνθην, βλέπεις ἅτινα πανθάνομεν; I.

ᾐσθόμην γάρ: ἐπέγνων, φησὶν ὁ Πολυμήστωρ, Ἀγαμέμνονα ἀπὸ τῆς φωνῆς, ἐπεὶ καὶ ὁ Ἀγαμέμνων πολλάκις τῆς Τροίας πολεμούμενος ἦν αὐτῷ συντυχών. A.

1116. ἔα: ἐκπληκτικόν. B.I. ὑποκρίνεται ἀγνοεῖν, ἵνα κατὰ τὸ δίκαιον ὑπὲρ τῆς Ἑκάβης κρίνῃ, μὴ, γνωσθεὶς ὅτι προωμίλησεν αὐτῇ, δόξῃ τῇ Ἑκάβῃ χαρίζεσθαι. B.M.I. ἔα: ἔξω τοῦ μέτρου τοῦ στίχου ἐστὶν, ὡς καὶ ἐν ἄλλοις ἔστιν εὑρεῖν. Fl. 21.

1116. ὦ δύστηνε: ὦ ἄθλιε Πολυμήστωρ, τίς ἔφθειρέ σε ; τίς ἐποίησε τὸ ὄμμα τυφλὸν, τὰς κόρας τῶν ὀφθαλμῶν αἱματηρὰς ποιήσας: καὶ τούσδε τοὺς παῖδας τίς ἔκτεινεν; ὄντως μέγαν θυμὸν ἐκέκτητο ἐπὶ σὲ καὶ τοὺς σοὺς παῖδας, ὅστις ἄρα ὑπῆρχεν. Ι.

τίς σʼ ἀπώλεσε: πλάττεται ὁ Ἀγαμέμνων ἀγνοεῖν τὸ εἰς τὸν Πολυμήστορα συμβὰν, ἵνα κατὰ τὸ δίκαιον ὑπὲρ τῆς Ἑκάβης εἴπῃ μὴ φωραθεὶς ὅτι προωμίλησεν αὐτῷ, καὶ διὰ τοῦτο ἐρωτῷ τὸν Πολυμήστορα τίς σε ἀπώλεσε ; A.

1117. αἱμάξας: αἱματώσας. Gu. κεντήσας. Gr. Ἑκάβη με: ἡ Ἑκάβη σὺν ταῖς αἰχμαλωτίσι γυναιξὶν ἔφθειρεν. οὐκ ἀπώλεσε μικρῶς, ἀλλὰ μεγάλως, καὶ μεῖζον ἀπωλείας. I.

1120. Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλώτοις ἀπώλεσεν, ἀλλʼ οὐκ ἀπώλεσεν, ἀλλὰ καί τι μεῖζον ἀπωλείας ἐμὲ ἐπεπράχει· εἰ γὰρ ἐφόνευσέ με, κρεῖττον ἦν· νῦν δὲ τοὺς παῖδας ἐφόνευσε κἀμὲ ἐτύφλωσε, καὶ τοῦτο μεῖζον ἀπωλείας. A.