Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1070. βάσιν: πορείαν. Gr. βάδισιν. Gu. αἰσθάνομαι: νοῶ. Gr. κατὰ Ἀττικοὺς αἰτιατικῇ, κατὰ δὲ κοινοὺς γενικῇ. Gu. τὸ αἰσθάνομαι, τὸ λαμβάνω, ἐπὶ μὲν ἀψύχων αἰτιατικῇ συντάσσεται, ἐπὶ δὲ ἐμψύχων γενικῄ. Fl. 25.

1071. πᾷ πόδʼ ἐπάξας: κινήσας. Gr. ὁρμήσας. Gu. ποῦ, φησὶ, κινήσας τὸν πόδα κατάσχω ταύτας, δηλονότι τὰς μετὰ τῆς Ἑκάβης αἰχμαλώτους γυναῖκας, καὶ καταφεύγω καὶ τὰς σάρκας καὶ τὰ ὀστᾶ τούτων θοίναν, ἤγουν εὐωχίαν καὶ τράπεζαν ἀγρίων θηρῶν, ποιούμενος, τουτέστιν, ὡς ἄγριος θὴρ αὐτὰς θοινώμενος ἤγουν ἐσθίων ἀφειδῶς. τὸ δὲ ἀρνύμενος ἀντὶ τοῦ ποιούμενος καὶ ὡσπερ ἀποδιδοὺς ἢ μᾶλλον ἀπολαμβάνων καὶ ἔχων καὶ κρατῶν βλάβην ἀντίποινον τῆς ἐμῆς λύμης. A.

1072. ἐμπλησθῶ: χορτάσω. Fl. 59. κορεσθῶ. Gu.

1073. θοίναν: εὐωχίαν. Gr. ἀπὸ τοῦ θοινῶμαι τὸ εὐωχοῦμαι. [*](1. ἐν σκότῳ] σκότος Ι. 7. πόρρω πέμψας τὸ σκότος habet B.)

478
Gu. Cant. ποιῶν αὐτὰς θροίνην. Fl. 59. ὡς θὴρ ταύτας καταθοινώμενος. B. M. Fl. 10.

1074. ἀρνύμενος: ἀφαιρούμενος τὴν ὕβριν τῆς ἐμῆς τυφλώσεως ἀντάξια παρέχων. Ἄλλως. ἀπαιτῶν τιμωρίαν ἀντὶ τῆς ἐμῆς λύμης, ὅ ἐστι τυφλώσεως. M. λαμβάνων καὶ ἀφαιρούμενος ἀντέκτισιν τῆς ἐμῆς βλάβης καὶ τυφλώσεως. B. θηρῶν: τῶν γυναικῶν φησι. B. rec. τιθέμενος: εἰς ἀνταπόδοσιν. B.

ἀρνύμενος: ἀποδιδούς. Gr. ἀντιλαμβάνων, καταλλάσσων. Gu. λαμβάνων, ἀνταλλασσόμενος. B. λαμβάνων παρʼ αὐτῶν. ἤγουν αὐτὰς τιμωρούμενος ἀνθʼ ὧν εἰς ἐμὲ τοιαῦτα ἐτεχνάσαντο. Gu. λώβαν: βλάβην. Gr. ὕβριν. Fl. 10.

λύμας: καθάρματος, φθορᾶς. B. ἀπωλείας. Fl. 10. βλάβης. Gu. ἀντίποινʼ : ἀντέκτισιν. Gr. ἀντίδικα. Gu. ἡ ἀντί ἢ τὸ ἴσον δηλοῖ, οἷον ἀντίθεος, ὡς παρʼ Ὁμήρῳ, ἢ τὸ ἐναντίον, οἷον ἀντίσταίης, ἢ ἀναπλήρωσιν, οἷον ἀντὶ παιδὸς ἔχω τὸν δεῖνα. Gr.

1075. ποῖ πᾶ φέρομαι: λιπὼν τὰ τέκνα μου ταῖς Βάκχαις τοῦ Ἅιδου, ἤγουν ταῖς Τρωικαῖς γυναιξίν. ἐν γὰρ τῷ Ἅίδῃ ἔλεγον εἶναί τινας τιμωρητὰς καὶ ἀνημέρους θεάς τινας, Βάκχας καλουμένας, καὶ διὰ τὸ ἄγριον αὐτῶν κατὰ τοῦτο ἐκάλεσε καὶ τὴν Ἑκάβην σὺν ταῖς λοιπαῖς αἰχμαλώτοις γυναιξὶ Βάκχας. τὸ δὲ ὅλον, ποῖ φέρομαι καταλιπὼν τὰ τέκνα μου τοῖς Βάκχαις καὶ τοῖς κυσὶ τροφὴν καὶ τοῖς ὄρεσι ῥίμμα; ὑπενόει γὰρ ὡς μετὰ τὴν αὐτοῦ ἐξέλευσιν ῥίψουσιν αὐτὰ ἐν ὄρει. ἡ δὲ σύνταξις οὕτω, ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου τοῖς Βάκχαις διαμοιρᾶσαι, ἤγουν διασπαράξαι μεληδὸν καὶ τοῖς κυσὶ πάλιν καταλιπὼν τὸν ἀπὸ σφαγῆς φόνον, ἤγουν αὐτὰ τὰ οἰκεῖα τέκνα, δαῖτα ἀνήμερον; καταλιμπάνω δὲ αὐτὰ καὶ ἐκβολὴν, ἤγουν ῥίμμα, ὀρείαν, δηλονότι εἰς τὸ ὄρος, ῥιφῆναι. ἀπὸ κοινοῦ δὲ τὸ καταλιμπάνω. A.

1075.—1078. ποῖ φέρομαι: ποῖ ἀντὶ τοῦ ποῦ, ὅτε μὲν ἐπὶ κινήσεως λαμβάνεται, διὰ τῆς οι διφθόγγου γράφεται, ὅτε δὲ ἐπὶ στάσεως, διὰ τοῦ η. καὶ δῆλον ἀπὸ τοῦ πᾷ στῶ. εὕρηται δὲ καὶ ἐπὶ κινήσεως καὶ διὰ τοῦ η, καὶ δῆλον ἐκ τοῦ πᾷ βῶ, καὶ πᾷ κέλσω. Ι. ποῖ φέρομαι ποῦ ἄγομαι, τὰ ἐμὰ τέκνα μεμονωμένα λιπὼν ταῖς Βάκχαις τοῦ Ἅιδου, ὥστε διασπαράξαι καὶ διαμοιρᾶσαι μεληδὸν, [*](3. ἀφαιρούμενος—ὅ ἐστι τυφλώσεως] scripta, λαμβάνων, ἀφαιρούμενος—λύ Haec in M. repetuntur infra sic μης, ὅ ἐστι πηρώσεως:—)

479
καὶ τοῖς κυσὶ δαῖτα ἐσφαγμένην, φονίαν, ἀνήμερον, καὶ ἐκβολὴν ῥίψιν ὀρεινήν. ὑπενόει γὰρ αὐτὰς ῥῖψαι τοῖς κυσὶ μετὰ τὸ σφάξαι τοὺς παῖδας αὐτὴν φονικὴν καὶ ἀπάνθρωπον εὐωχίαν καὶ ὀρεινὴν ἀποβολήν. I. Ἄλλως. ποῖ φέρομαι τὰ ἐμὰ τέκνα μεμονωμένα λιπὼν ταῖς Βάκχαις τοῦ Ἅιδου, ἤγουν ταῖς μαινομέναις ἐπὶ φόνοις καὶ ὑπουργίᾳ τοῦ Ἅιδου, ὥστε διαμοιρᾶσαι, καὶ τοῖς κυσὶ δαῖτα σφακτὰν, ἤτοι ἐσφαγμένην, φονίαν, ἀνήμερον, καὶ ἐκβολὴν ὀρείαν. Ι. ἐπειδήπερ, ἡνίκα διεμερίσαντο αὐτὰ, ἔμελλον ῥίψειν τοῖς κυσὶ βρώματα, διὰ τοῦτο πρῶτον εἶπε διαμοιρᾶσαι, εἶτα ἐπάγει τὸ σφακτὰν κυσί τε φονίαν, δεικνὺς τὸν διαμερισμὸν οὐδὲν ἄλλο ἐσόμενον ἢ τοῖς κυσὶ ῥίψιν καἰ δαῖτα. τὸ δὲ ἀνήμερον καὶ τὸ ὀρεινὰν λέγει διὰ τὸ τὰ ἐν ὄρει ὄντα ἄγρια θηρία οὕτω διαμερίζειν, ἅ ἂν τῶν ζώων θηράσωσιν. Gu. l.

1076. Βάκχαις: Βάκχαι γυναῖκες ἤσαν μετὰ μέθης ἑορτάζουσαι τὴν ἑορτὴν τοῦ Διονύσου· ὅτι δὲ μεθύουσαι ἐκεῖναι ἠτάκτουν καὶ ἐμαίνοντο περὶ τὴν ἑορτὴν, λέγει καὶ ταύτας Βάκχας. ὅτι δὲ οὐκ εἰς γέλωτα τὰ τούτων καὶ ἡδονὴν, λέγει τοῦ Ἅιδου, ταῖς μαινομέναις ἐπὶ φόνοις καὶ ὑπουργίᾳ τοῦ Ἅιδου. Gr. ταῖς τοῦ Διονύσου μαινομέναις. M. ταῖς μανικαῖς γυναιξί. Fl. 59. αἱ Βάκχαι τοῦ Διονύσου ἐνθουσιῶσαι περιεπάτουν ὡς μαινόμεναι, καὶ τὸν προστυχόντα ἐκείναις ἐκράτουν καὶ ἐκόλαζον. ἴσως δὲ καὶ ἠλευθεροῦτο. αἱ δὲ αἰχμαλωτίδες γυναῖκες Βάκχαι εἰσὶ τοῦ Ἅιδου θανατοῦντες εὐθύς. Fl. 59. Βάκχαις Ἅιδου εἶκε διὰ τὰς Τρῳάδας, διὰ τὸ εἶναι αὐτὰς φονικὰς καὶ ἀπηνεῖς. ἤσαν γὰρ καὶ ἕτεραι Βάκχαι, ἀλλὰ ᾄδουσαι ἐπὶ καλῷ καὶ ἐπὶ τέρψει τῶν ἀνθρώπων. Καὶ ἄλλως. διὰ τὸ εἶναι αὐτὰς αἰτίας θανάτου πικροῦ τῶν τέκνων αὐτοῦ καὶ ἀπωλείας καὶ [*](2. ὑπενόει γὰρ—ἀποβολήν] Ηaec γία τοῦ Ἅιδου ante haec ποῖ φέρ. scripta sunt etiam in [B. et] Flor. 25. sed sunt. Ibidem in marg. ab Gu. paulo melius: ὑπεν. γὰρ αὐτὰς ῥ. scripta sunt quae sequuntur, ἐπειδή- τοῖς κ. τὰ τέκνα αὐτοῦ μετὰ τὸ σφάξαι περ κ. τ. λ. sed pro διεμερίσαντο ibi αὐτὰ τὴν φονικὴν καὶ ἀπ. εὐωχ. κ. ὀρ. est διεμοίρησαν, tum ἔμελλον ἂν ῥ. Ex ἀπ. Similiter 10. ὑπενόει δὲ ὡς μετὰ eo εἶπε post πρῶτον et τὸ δὲ ἀν. re- τὴν σφαγὴν εἰς ὅρος ῥιφθήσονται οἱ παῖ- cepi. MATTH. δες αὐτοῦ. quibus satis firmatur re- ib. αὐτὰς] αὐτοὺς B. cepta lectio μετὰ τὸ σφάξαι, pro quo 3. αὐτὴν] αὐτοῦ B. Κing. μετὰ τοῦ σφάξαι. Seqq. ποῖ 18. ταῖς—μαινομέναις ab alia m. φέρομαι ὀρείαν in Gr. sunt nisi habet M. quod ibi vv. ἤγουν ταῖς μαιν. —ὑπουρ- 23. διὰ τὰς Matth. pro διά τό.)

480
εἰσαγωγῆς Ἅιδου παρὰ καιρόν. Fl. 33. ταῖς Τρῳάσι. B. διαμοιρᾶσαι: διασπαράξαι μεληδόν. B. M. Fl. 33. Gr. κατατεμεῖν. Gr.

1077. σφακτὰν κυσί: σφαγὴν κυσί. Fl. 25. ἐσφαγμένην. Gr. φονίαν: φονικήν. Gr . ἐκ φόνου γεγονυῖαν. φόνευσιν. Gu.

1078. ἀνήμερον: ἀνελεῆ. Fl. 33. ἀπάνθρωπον. M. Fl. 10. ἀγρίαν. Gr. οὐρείαν: εἰς ὄρειον. M. ἐκβολάν: ῥῖψαι κυσὶ δαῖτα καὶ ὀρεινὴν ἀποβολήν. M.

1079.—1081. πᾶ στῶ: ποῖ, φησὶ, πορεύσομαι, ποῦ δὲ κάμψω, ποῦ δὲ στήσομαι, ἐπὶ ταύτην ὁρμήσας τὴν τῶν τέκνων μοι κοίτην (λέγει δὲ τὸν τόπον ἔνθα ἐσφαγμένα τὰ τούτου τέκνα κατέκειτο) ὀφείλων ταῦτα φυλάξαι πρὸς τὸ μὴ ὑπὸ τῶν Τρῳάδων ῥιφῆναι κυσὶν, ὡς ναῦς τὸ ἄρμενον συστρέφων καὶ συστέλλων, δηλαδὴ τῶν ὀφθαλμῶν στερηθείς· ὅπερ γάρ ἐστι τῇ νηὶ τὸ ἱστίον, τοῦτο τῷ σώματι ὁ ὀφθαλμός. A.B.I.

1080. λινόκροκον: καθὰ ναῦς διὰ θαλασσίων σχοινίων λινόκροκον φᾶρος ἐκτείνων ἐπὶ τήνδε τὴν ὀλέθριον κοίτην πορευθεὶς φύλαξ τῶν ἐμῶν τέκνων. Gr. I. ἡ σύνταξις· πᾷ βῶ ἐσσυθεὶς καὶ ὁρμηθεὶς φύλαξ τῶν ἐμῶν τέκνων ἐπὶ τήνδε τὴν ὀλέθριον κοίτην στέλλων, καὶ κινῶν ἐμαυτὸν, ὅπως καὶ ὥσπερ στέλλει ἡ ναῦς ἐν τοῖς ποντίοις πεῖσμασι καὶ σχοινίοις τὸ λινόκροκον φᾶρος, ἤτοι λαῖφος. Gu. I. τὸ δὲ πᾷ βῶ πρὸς τὸ ἐσσυθεὶς συναπτέον· τὸ δὲ στέλλων μετὰ ταῦτα λέγει. οἱ δὲ λέγοντες λινόκροκον φᾶρος τὸν ὀφθαλμὸν, καὶ οὐ τὸ λαῖφος, ἄρʼ ἔχει τίς ἂν εἰπεῖν ὡς οὐ μάλιστα πάντων οἵδε ἀμαθεῖς; Ι.

κάμψω: καθίσω. Gr. νεύσω, κλίνω. Gu. πλησιάσω. Fl. 33. κλίνω τὸ γόνυ. Fl. 59.

[*](8. ποῖ, φησὶ—] In A. haec prae- quae pergit, ἄλλως. ποῦ, φησὶ, πορεύ- cedunt, ἐπὶ ταύτην δηλονότι τὴν κοίτην, σομαι etc. ὅποι τά παιδία ἐσφαγμένα κεῖται ὁρμη- ib. ποι] ποῦ B. θεὶς τοῦτο σημαίνει τὸ ἐσσυθεὶς βῶ περι- 9. τέκνων] παίδων I. πατήσας, καὶ ἔλθω φύλαξ τῶν ἐμῶν 12. καὶ συστέλλων om. B. τέκνων στέλλων, ἤγουν συστρέφων, τὸ 16. φύλαξ post τέκνων Ι. τινόκροκον φάρος περιφραστικῶς ἑαυτὸν, 17. ἡ σύνταξις om. Gu. καθὼς στέλλεται ἡ ναῦς ἐν τοῖς ποντίοις ib. ἐσσυθεὶς] Immo σεθείς. πείσμασι. πείσματα δὲ τὰ καλῶ διαφη 19. ὅπως καὶ om. I. (sic). οἱ γὰρ ναῦται ὅταν μέλλωσι στρέ- 20. τὸ δὲ—ἀμαθεῖς] Hoc scho- ψσι τὴν ναῦν, τὰ σχοινία τοῦ καλουμένου lion ab Arsenio compositum esse ποδὸς τοῦ λαίφους ἕλκουσιν ἔξω. Post recte judicat Matth.)
481

1080. πείσμασι: τοῖς σχοινίοις τῆς νεώς. B. M. λινόκροκον: ἀπὸ λίνου ἄρμενον. B. ὡς ναῦς τὸ ἄρμενον τὸ λινοῦν στέλλων. M. τὸ ἐκ λίνου. Gr. ὑφασμένον. τὸ ἄρμενον· κρόκη γὰρ τὸ ὑφάδιον. Gu. τὸ ἀπὸ λίνου τὴν κρόκην ἔχον δηλονότι καὶ τοὺς στήμονας, ἤγουν τὸ ἄρμενον. Fl. 6. 9. 17. 21. 56. 59. 76.

1081. φᾶρος: ὕφασμα, ἤγουν τὸ ἄρμενον. Gr. ἱμάτιον. Gu. στέλλων: ἐκτείνων ἐμαυτόν. Gr. κινῶν ἐμαυτόν. Gu.

1082. συθείς: πορευθείς. B. ὁρμηθεὶς ἔνθα κεῖταί μοι τὰ παιδία τεθνηκότα εἰς τὴν θανάσιμον θήκην. M. φύλαξ: ὁ νῦν ὀφείλων φύλαξ εἶναι τῶν τέκνων. M. Fl. 10.

1084. ὀλέθριον κοίταν: τὸν τόπον λέγει ἔνθα ἐσφαγμένα ἔκειντο τὰ τέκνα αὐτοῦ. Gr. ἔνθα κεῖταί μου τὰ παιδία τεθνηκότα. Fl. 10. ὀλέθριον κοίτην λέγει οὐχ ὅτι ἦν ὁ τόπος, ἐν ᾧ ἔκειτο τὰ αὐτοῦ τέκνα, ὀλέθριος· ἄψυχος γὰρ ἦν καὶ οὕτε κακὸς οὔτε καλὸς ἦν· ἀλλὰ διότι φονευθέντα τὰ τέκνα ἔκειτο ἐν αὐτῷ, διὰ τοῦτο τὸν τόπον ὀλέθριον καλεῖ, ἀπὸ τοῦ τῶν τέκνων πάθους τὴν προσηγορίαν αὐτῷ θείς. Gu. I.

1085.—1087. ὦ τλῆμον, ὥς σοι: ὦ ἄθλιε, δυσβάστακτά σοι λίαν πέπρακται κακά· καὶ σοὶ τῷ πράξαντι δηλονότι αἰσχρὰ, χαλεπὰ τὰ ἐπιτίμια, ἤγουν τὰς τιμωρίας, ἔδωκεν ὁ θεὸς, ὅστις ἐστί σοι ἐπαχθὴς καὶ κακωτικός. I.

δύσφορα: δυσβάστακτα. M. Gr. δυσφόρητα, βαρέα, δυσυπομόνητα, ἀνυπομόνητα εἰργάσατο ἡ Ἑκάβη. Gu. εἴργασται : πεποίηκεν. Gr. ἐπράχθησαν. Gu. πέπρακται. M.

1088. τἀπιτίμια: δειναὶ καὶ χαλεπαὶ αἱ τιμωρίαι. M. τὰ ἐπὶ τῆς τιμωρίας. Fl. 33. ἐπιτίμιον ἡ τιμωρία, ἐπιτιμία δὲ ἡ τιμή. Fl. 59.

1088.—1106. ἰὼ Θρῄκης: ὦ γένος Θρᾳκικὸν ὁπλοφόρον, ὁρμή- [*](17. θείς] τιθείς I. 1. νεὼς] νηός B. 2. ἄρμενον] ἄρμενον B., ut sæpe in 19. καὶ σοὶ—αἰσχρά] Legendum codicibus, velut Gu. in annotatio- videtur καὶ τῷ πράξαντι, σοὶ δηλονότι, nibus proximis. αἰσχρά. quod in Gu. supra verbum 13. τὰ αὐτοῦ τέκνα] τὰ τέκνα αὐ- δράσαντι scriptum est. In Gr. καὶ δράσαντι, σοὶ δηλονότι, αἰσχρά et quae τοῦ I. 15. ἔκειτο] ἔκειντο I. hic sequuntur. MATTH. 16. ὀλέθριον καλεῖ] λέγει ὀλέθριον I.)

482
τικὸν εἰς τὸν πόλεμον καὶ ἐνθουσιαστικὸν, δεσποζόμενον καὶ κρατούμενον ὑπὸ τοῦ Ἄρεος. ἰὼ Ἀχαιοὶ, ἰὼ Ἀγάμεμνον καὶ Μενέλαε, βοὴν φωνῶ. ἔλθετε, ἔλθετε ἕνεκα τῶν θεῶν. ἀκούει τὶς, ἢ οὐδεὶς κλύων βοηθήσει; τί βραδύνετε: αἱ γυναῖκες ἔφθειράν με αἱ αἰχμαλώτιδες.   χαλεπὰ ἐπάθομεν. οἴμοι ἕνεκεν τῆς ἐμῆς βλάβης. εἰς ποῖον μέρος πορευθῶ : εἰς τὸν αἰθέρα ἀναπτάμενος τὸν ὑψηλὸν ἀΐξω, εἰς τὸ ἐν ὕψει κείμενον οἴκημα, ἔνθα ὁ Ὠρίων ἢ ὁ Σείριος ἀφίησιν ἀπὸ τῶν ὀφθαλμῶν λαμπηδόνας πυρὸς φλογέας: ἢ ἀίξω ὁ τάλας εἰς τὸν πορθμὸν τὸν μελανοχρῶτα τοῦ Ἅιδου. I.

αἱ αἶ: προσφωνεῖ ὁ Πολυμήστωρ τοὺς Θρᾶκας καὶ τοὺς Ἕλληνας εἰς βοήθειαν αὐτοῦ. Fl. 59. ἀκούσας τοῦ χοροῦ τῶν ἀνδρῶν οὕτω φθεγγομένου πρὸς αὐτὸν προσκαλεῖται τοὺς Θρᾷκας ὄντας γενναίους, ὡς αὐτὸς λέγει, λογχοφόρους αὐτοὺς ὀνομάσας Ἄρει τε κατόχους, ὅ ἐστι κατεχομένους ὑπὸ τοῦ πόθου τοῦ Ἄρεος, ὅ ἐστι τοῦ πολέμου. Fl. 33.

λογχοφόρον: ἐν δόρατι μαχόμενον ὄρνυται εἰς τὸν πόλεμον καὶ ἐνθουσιαστικόν. B. λόγχας φέρον. Gu. δορυφόρον στρατόπεδον. Gu. δορυφόρον, πολεμικόν. Fl. 6. 9. 17. 21. 56. 59. 76. τοὺς συνελθόντας αὐτῷ δορυφόρους ἐπικαλεῖται, λογχηφόρους δὲ λέγει τοὺς δόρατα πολεμικὰ καὶ λόγχας φέροντας, ἤγουν τοὺς στρατιώτας. M. Fl. 25.

1090. κάτοχον : ὁρμητικὸν εἰς πόλεμον καὶ ἐνθουσιαστικὸν ἐν πολέμῳ. M. κατεχόμενον. Fl. 33. ἐνθουσιῶν ἐν τῷ Ἄρει. Gr. τῷ πολέμῳ. Gu.