Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1121. ἀλλὰ μειζόνως: τὸ γενέσθαι τυφλὸν τοῦ ἀπολέσθαι μεῖζον λέγει· εἰώθασι γὰρ οἱ ἄνθρωποι μείζονα τὰ παρόντα τῶν μὴ παρόντων κακῶν ἡγεῖσθαι. Cant. Gr. ἤγουν ἐπέκεινα ἀπωλείας εἰργάσατό με διὰ τὸ ζῆν με τυφλόν. Gu.

1122. τί φῄς: τοῦτο πρὸς τὸν Πολυμήστορα· κατʼ ἐπίκρισιν δὲ τὸ σχῆμα· εἶτα πρὸς τὴν Ἑκάβην ἀποστρέφεται, καί φησι σὺ τόδε, ὡς λέγει, τὸ ἔργον ἐποίησας, σὺ τὴν τόλμαν, ὦ Ἑκάβη, τήνδε ἐτόλμησας τὴν ὑπερβολικήν; Ι.

[*](6. ἐκπληκτικόν] ὦ δύστηνε addit I. 7. κρίνη] εἴπῃ B.I. sumtum ex lemmate verborum pro- ib. προωμίλησεν] πρωμίλησεν M. ximorum πολυμῆστορ ὦ δύστηνε, quod 8. τῇ Ἑκάβῃ] αὐτῇ B.I. habet B.)
488

1123. τόλμαν: φοβερὰν πρᾶξιν. Gr. θάρσος. Gu. ἔτλης: ἐποίησας. Gr. ἐτόλμησας. μετὰ καρτερίας ἔπραξας. Gu. ἀμήχανον: κακομήχανον ἢ μεγίστην. Gr. ἀνεπιχείρητον. Gu. τὸ ἄδικον, πρὸς ἣν οὐκ ἔστι μηχανὴν καὶ λύσιν εὑρεῖν. B. M. Fl. 10. 33.

1124. ὤμοι: φεῦ, τί πρᾶγμα λέγεις: ἆρα πλησίον ἐστί που ἡ Ἑκάβη; δήλωσον καὶ λέξον ποῦ ἐστιν, ὅπως ἁρπάσας αὐτὴν διὰ τῶν. χειρῶν διασπαράξω καὶ αἱματώσω τὸ σῶμα αὐτῆς. Ι.

1125. σήμηνον: ὁδήγησον. Gr. δήλωσον, δεῖξον. Gu.

1126. διασπάσωμαι : διαμερίσωμαι. Gr. διασπαράξω, διαμερίσω, διαρρήξω. Gu. καθαιμάξω: φονεύσω. Fl. 59.

1127. οὗτος, τί πάσχεις: ὦ οὗτος, τί ποιεῖς, Ι. οὗτος; ὦ φίλε. Fl. 59. Ἀττικὸν τὸ οὗτος, ὦ σὺ δηλονότι. M. Fl. 10. 21. πάσχεις: ποιεῖς. Gr. παράφορα λέγεις. Gu. πρὸς θεῶν: ἕνεκεν τῶν θεῶν σε παρακαλῶ, ἄφες με ἐπαγαγεῖν αὐτῇ τὴν μαινομένην χεῖρα. l.

1128. μέθες μʼ ἐφεῖναι: φαίνεται ὅτι ἐκράτει αὐτὸν χερσίν. Gr. μαργῶσαν: μεμηνυῖαν. M. ἀστατοῦσαν, μαινομένην. Gu.

1129. ἴσχε: ἔπεχε σεαυτὸν, ἐκρίψας τῆς καρδίας τὴν βαρβαρότητα. I. τὸ βάρβαρον: τὴν ἄλογον ὁρμήν. B. τὸ θυμικόν. M. πολλάκις ἀντὶ προσηγορικοῦ ὀνόματος θηλυκοῦ μονογενοῦς τίθεται οὐδέτερον, οἷον τὸ σοφὸν τοῦ δεῖνος ἀντὶ τοῦ ἡ σοφία, τὸ αὐτεξούσιον, ἤγουν ἡ αὐτεξουσιότης, τὸ βάρβαρον ἀντὶ τοῦ ἡ βαρβαρότης. I. τὸ θυμῶδες. Gr. τὴν βαρβαρότητα, τὸ ἄγριον, τὸ θυμικὸν, τὸ θρασὺ καὶ μανικὸν, ὃ ἔχουσι βάρβαροι. Gu.

1130. λέγʼ ὡς ἀκούσας: λέγε μοι, ἵνα ἀκούσας ἀμφοτέρων, σοῦ καὶ τῆς Ἑκάβης, κρίνω δικαίως ἀντὶ τίνος ταῦτα πανθάνεις. I. ἐν μέρει: ἀνὰ μέρος σοῦ καὶ ταύτης. B.

1131. κρίνω: ὁ Ἀγαμέμνων οὐ κατʼ ἀληθῆ φιλίαν τῷ Πολυμήστορι διακείμενος οὐ μόνον οὐκ ἀμύνει αὐτῷ φανεὶς, ἀλλὰ καὶ ἐπιτιμᾷ ὡς δῆθεν ἀτακτοῦντι, καὶ μετὰ τὴν τοιαύτην συμφορὰν ἐξέτασιν καὶ [*](3. τὸ ἄδικον om. B. 25. πανθάνεις] Ρro πάσχεις dictum 4. μηχανὴν καὶ] ἐκχανεῖν Fl. 10. 33. apud recentiores, ut in scholio v. 13. Ἀττικὸν—δηλονότι] ἀττικῶς ὦ 1114. οὖτος. σὺ δῆλον M.)

489
κρίσιν ποιεῖται· ὁ Πολυμήστωρ δὲ ἀγνοῶν ὡς φίλον ἀληθῆ ἐπικαλεῖται τοῦτον. Gr.

1132.—1156. λέγοιμʼ ἄν : εἴποιμι ἂν, σοὶ δηλονότι. ὑπῆρχέ τις ἀπὸ τῶν υἱῶν τοῦ Πριάμου νέος, Πολύδωρος τοὔνομα, υἱὸς τῆς Ἑκάβης, ὅντινα ὁ πατὴρ ὁ Πρίαμος ἔδωκέ μοι ἀπὸ τῆς Τροίας ἀνατρέφειν ἐν τοῖς ἐμοῖς δόμοις, ὑποψίαν ἔχων τῆς Τρωϊκῆς κρατήσεως. τοῦτον τὸν Πολύδωρον ἐφόνευσα. ἀντὶ τίνος δὲ αἰτίας ἐφόνευσα αὐτὸν ἄκουσον. (προκατάστασις τὸ σχῆμα.) ἔδεισα ἵνα μὴ ὁ παῖς καταλειφθεὶς σὸς ἐχθρὸς συνάξῃ τὴν Τροίαν καὶ συνοικίσῃ ἐκ δευτέρου, οἱ δὲ Ἀχαιοὶ μαθόντες τινὰ ἀπὸ τῶν υἱῶν τοῦ Πριάμου ζῶντα κινήσειαν πάλιν ναυτικὸν εἰς τὴν γῆν τῶν Τρώων, καὶ μετὰ ταῦτα ἀφανίζοιεν ταῦτα τὰ χωρία τῆς Θράκης, λείας ἀπελαύνοντες, τοῖς δὲ γείτοσιν ἡμῖν τῶν Τρώων ὑπάρξειε κακὸν, ἐν ᾧ κακῷ ἀρτίως ἐπάσχομεν. ἡ Ἑκάβη δὲ μαθοῦσα τὸν θάνατον τοῦ παιδὸς τοιῷδε δόλῳ ἤγαγεν ἐμὲ, ὡς λέξουσα τοὺς θησαυροὺς τοῦ χρυσοῦ τῶν υἱῶν τοῦ Πριάμου κεκρυμμένους ἐν τῇ Τροίᾳ. ἐμὲ δὲ μόνον σὺν τοῖς τέκνοις εἰς τοὺς οἴκους εἰσφέρει, ὅπως μὴ ἄλλος τις ἄνθρωπος γνοίη τάδε. ἐκάθισα δὲ ἐν μέσῳ τῆς κλίνης, κλίνας τὸ γόνυ. πολλαὶ δὲ χεῖρες (ἤγουν γυναῖκες, ἀπὸ μέρους τὸ πᾶν, ὡς τὸ “τοίην γὰρ κεφαλήν” ἀντὶ τοῦ ἄνδρα) πολλαὶ δὲ κόραι Τρώων παρθένοι ἐκάθηντο, αἱ μὲν ἀπὸ τῆς ἀριστερᾶς, αἱ δὲ ἀπὸ τῆς δεξιᾶς, καθὰ ποιοῦσιν εἰς φίλους, κρατοῦσαι τὸ ὕφασμα (ἀπὸ γὰρ τοῦ ποιοῦντος, τῆς κερκίδος, τὸ ποιούμενον ὠνόμασε) τῆς Μακεδονικῆς χειρός ἐπήνουν, ὑπὸ τὸ φῶς τοῦ ἡλίου θεώμεναι τάδε τὰ ἱμάτια. ἄλλαι δὲ τὸ Θρᾳκικὸν ἀκόντιον θεωροῦσαι, (τοῦτο γὰρ εἶπε κάμακα) μεμονωμένον ἐποίησαν τοῦ διπλοῦ ἐνδύματος, τοῦ ἀκοντίου καὶ τοῦ ὑφάσματος. Ι.

1133. Ἑκάβης παῖς: δηλονότι γεννηθεὶς ἐξ αὐτῆς· ἤσαν γὰρ τῷ Πριάμῳ καὶ ἕτεροι παῖδες ἀπʼ ἄλλων γυναικῶν. ἐλέγοντο γοῦν καὶ οὗτοι υἱοὶ τῆς Ἑκάβης. ἵνα γοῦν δόξῃ ὅτι κατʼ ἀλήθειαν ἦν ὁ Πολύδωρος παῖς αὐτῆς, λέγει παῖς τῆς Ἑκάβης· οὐ γὰρ ἠρκέσθη [*](11. κινήσειαν] Κing. κινοῖεν, quod MATTH. in Gr. scriptum est supra αἴροιεν, 13. ὑπάρξειε Barn. pro ὑπάξειε. addito κινήσειαν a m. sec. Κing. 19. ὡς τὸ] Hom. Od. 1, 343. post Τρώων addidit etiam στόλον.)

490
μόνον εἰς τὸ νεώτατος ἀπὸ τῶν ἑτέρων υἱῶν τοῦ Πριάμου, ἀλλὰ προσέθηκε τὸ παῖς. Fl. 56.

1135. ὕποπτος: προορατὴς, προκατάσκοπος, καραδοκητὴς, ἤδη τὴν Τροίαν ἐλπίζων ἁλώσεσθαι. A. B. ἐν ὑποψίᾳ ὢν, ἀντὶ τοῦ ὑποπτεύων. Fl. 17. 59. 76. Gr. ἔμφοβος. Fl. 33.

1137. ὡς εὖ: λίαν καλῶς. Gr. τοῦτο ἐποίησα. Gu. σοφῇ προμηθίᾳ : καὶ κατὰ σοφὴν ἤγουν συνετὴν προμήθειαν. Gr. προνοίᾳ, προβουλεύσει, προγνώσει, οἰκονομίᾳ. Gu. προγνωσίᾳ. M.

1139. Τροίαν: τὸ πλῆθος τῶν Τρώων. B. τουτέστι τοὺς Τρῶας. Gr. τὸν λαὸν τῆς Τροίας. Gu. ἀθροίσῃ: περισυνάξῃ. Gu. κατοικίσῃ : κατῳκισμένην ποιήσῃ. Gu.

1141. αὖτις: Ἰωνικόν. B. αἴροιεν: ἐπάροιεν. στόλον: γρ. δόρυ. M.

1142. τρίβοιεν: καταφανίζουσι, καταθλίβουσι, διαφθείροιεν. Fl. 21. 59.

1143. λεηλατοῦντες: λείαν ἀπελαύνοντες. B. M. αἰχμαλωτίζοντες. Fl. 33. κουρσεύοντες, πορθοῦντες. Fl. 17. 21. 50. 59. 76. Gr. γείτοσιν δʼ εἴη: ἡμῖν τοῖς Θρῃξίν. M. εἴη δὲ ἡμῖν, τοῖς γείτοσι τῶν Τρώων, κακὸν τοῦτο, τὸ καὶ αὖθις ἐκστρατεῦσαι τοὺς Ἕλληνας, ἐν ᾧπερ, κακῷ δηλονότι, ἤγουν τῇ ἐκστρατεύσει ἐκάμμνομεν. Gu.

1144. ἐν ᾧπερ: ἐν ᾧ κακῷ. B. M. ἐκάμνομεν: ἐδυστυχοῦμεν. Fl. 59. ἐπάσχομεν μέχρι τοῦ νῦν. B.