Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

560. Διογόνοιο Βάκχου: τοῦ Διονύσου. B. γρ. καὶ διγόνοιο, καθὸ καὶ διθύραμβος λέγεται τῷ δισσῶς τεχθῆναι. B.

561. νυμφευσαμέναν: συγκεκοιμημένην. M. νυμφευθείσαν B. πότμῳ: ἐπί. B. rec.

562. κατεκοίμασε: κατευνασθῆναι καὶ συμμιγῆναι τῷ Διὶ πεποίηκε. B.

563. δεινὰ γὰρ πάντα: ἀπὸ θαυμαστικοῦ ἀρξάμενος καὶ εἰς θαυμαστικὸν κατέκλεισεν, ὥστε θαυμάζων ἄρχεται καὶ θαυμάζων παύεται. δεινὴ γὰρ ἡ Ἀφροδίτη καὶ πανταχόθεν δίκην μελίσσης περιίπταται, τὰ κάλλιστα τῶν σωμάτων μαραίνουσα.

564. πεπόταται: προσυπακουστέον τό κεντοῦσα. A.

565. σιγήσατ᾿ , ὦ γυναῖκες: πρὸς τὰς τοῦ χοροῦ, ἵνα μὴ ἀκούσῃ [*](clis verba om. I., habent B. Fl. 13. βροντῇ] πυρὶ I. 15. κατέπαυσεν om. A.B. P. 143. l. 26. ἕλοι] ἕλῃ B. ib. κατεκοίμισεν] κατεκοίμησεν A. 8. ὁ add. A. ib. ἀντὶ τοῦ om. A. 10. ἀπώλετο] ὤλετο A. 24. ἀρξάμενος] ἀρξαμένη I. 11. πολλάκις om. A. πολλάκις ἄμπελοι 27. περιίπταται Barnesius. περιίσταται πολλάκις 1. A.B. Fl. 6. 15. παρίσταται I. 12. δὲ om. A.)

145
ὁ Ἱππόλυτος ἔσωθεν. A. ἔξεισι ταραχώδης ἡ Φαίδρα, τὴν ἀπάτην τῆς γραὸς αἰσθηθεῖσα. σιγὴν δὲ αἰτεῖ, πρὸς ἀκρίβειαν πυθέσθαι βουλομένη, λομένη, καὶ αὐτὰς ἀκοῦσαι προτρεπομένη τὰ λεγόμενα περὶ Ἱππολύτου.

566. τί δʼ ἔστι, Φαίδρα: περὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καταγινόμενος ὁ χορὸς οὐκ ἐπαισθάνεται τῶν τοῦ Ἱππολύτου λόγων, καὶ τοῦτο εἰκότως φυλάξαντος τοῦ τραγικοῦ· περιπαθέστερον γάρ ἐστιν ὑπὸ Φαίδρας λεγόμενον.

569. ἰώ μοί μοι, αἰ αἶ: πρὸς ὀλίγον ἐν τῇ σκηνῇ σιωπῆς γενομένης ἀκούσασα τὰ λεγόμενα ἡ Φαίδρα καὶ μὴ ἐνεγκοῦσα τὸ πάθος ἀνέκραγεν. οἰκονομικῶς γὰρ οὐκ ἐξέβαλεν Ἱππόλυτον, ἀλλὰ προτετραγῴδηκε τῆς Φαίδρας τὴν ἀγωνίαν.

574. ἔννεπε: εἰπὲ, ὦ γύναι, ποῖος οὕτω λόγος εἰσελθὼν εἰς τὰ ὦτά σου ἐπτόησέ σε. ἢ οὕτως. εἰπέ μοι, ποία φήμη καὶ βοὴ ἐφορμήσασα ἐκφοβεῖ σον τὰς φρένας. στικτέον δὲ ἢ εἰς τὸ φρένας, ἢ συναπτέον αὐτῷ τὸ ἐπίσσυτος. ἑκατέρως γὰρ δύναται ὑποστίζεσθαι.

579. σὺ παρὰ κλῇθρα: παρὰ ταῖς πύλαις. παραιτεῖται τὴν ἀκοὴν, ἐπεὶ πολλάκις ἔμελλε διαδιδόναι αὐτῇ ἃ ἤκουσεν, καὶ ἐκ τούτου πρόξενος αὐτῇ τῆς λύπης γίνεσθαι. ὁ δὲ νοῦς· σὺ παρὰ κλῇθρα ἵστασο· σοὶ γὰρ μέλει ἡ ἐκ τῶν οἴκων πεμπομένη βοή. ἐπειδὴ γὰρ καὶ σόν ἐστι τὸ πάθος, σοὶ ἐν φροντίδι ἔσται ἡ πεμπομένη φήμη ἐκ τῶν οἴκων. A.B.I.

581. ὁ τῆς φιλίππου: ὁ Ἱππόλυτος ὁ τῆς Ἀμαζόνος Ἀντιόπης [*](1. τ. ἡ Φ.] ἡ φ. τ. A. ib. ἢ εἰς A.B. ἢ om. I. 3. τὰ λεγόμενα] τί δὲ λεγο A. 18. παρὰ ταῖς πύλαις om. A. 7. περιπαθέστερον— λεγόμενον A. περιπαθέστερα 19. διαδιδόναι] διδόναι A. B —λεγόμενα B.I. 20. αὐτῇ] αὐτῆς A. 9. Alterum μοι om. A. Scholion ib. κλῆθρα] κλεῖθρα A. hic et in totum obliteratum in M. lemmate: B. utrobique κλῆιθρα. 10. ἡ] τῇ A. 21. μέλλει (scripsi μέλει) A. ἐν 11. γὰρ addidi ex A. deleto quod φροντίδι ἐστὶν B.I. ante οἰκονομικῶς legebatur ἤ. Matthiae ib. βοή A. φωνὴ B.I. conjecit ἀνέκοαγεν αἱ αἶ. ib. ἐπειδὴ—τῶν οἴκων addidi ex A. ib. ἱππόλυτον A.B. Fl. 6. ἱππόλυτος 24. ὁ ἱ. ὁ τῆς ἀ. A.B. ὁ τῆς ἀ. Fl. 15. ἱππολότῳ I. 13. ὦ add. A. ib. Ἀντιόπης om. A. 15. ἐφορμήσασα] ἀφορμήσασα I.)

146
παῖς τῆς φιλούσης τοὺς ἵππους, βοᾷ ὑβρίζων τὴν δούλην, ἤτοι τὴν τροφόν.

585. ἰαχὰν μέν: φωνὴν μὲν ἀκούω, αὐτὰ δὲ τὰ λεγόμενα οὐκ ἔχω σαφῶς εἰπεῖν. τὸ δὲ ὅπα ἀντὶ τοῦ ὁπόθεν καὶ ἐκ τίνος εἴη. διὰ τὸ μὴ ἀκούειν οὖν τῶν λόγων οὐδὲ εἰπεῖν δύναται τίς ἡ βοή. παραιτεῖται δὲ πάλιν οὐ θέλουσα μαρτυρεῖν τῇ δυστυχίᾳ διὰ τῆς αἰσθήσεως τῶν λεγομένων. A.B.I. ἰαχάν: γρ. ἰωάν, ἀντὶ τοῦ φωνὴν παρὰ τὸ ἱέναι καὶ ἀναπέμπεσθαι. B.

ὅπᾳ: γρ. καὶ χωρὶς τοῦ καί φασι συναίρεσιν εἶναι τοῦ ὁποία. B.

589. προμνήστριαν: ἑρμηνεύτριαν, μαυλίστριαν, προξενήτριαν.

592. τί σοι μητίσομαι: γρ. καὶ μήσομαι. A. βουλεύσομαι, μηχανήσομαι. κομματικὴ δὲ ἡ διάνοια ὡς ἐν σχετλιάζοντι προσώπῳ λεγομένη. A.B.

593. τὸ ἑξῆς, διὰ δʼ ὄλλυσαι πρόδοτος ἐκ φίλων. B. ἀλλεπάλληλον τοῦτο τὸ σχῆμά ἐστιν. B.

597. φίλως μὲν, καλῶς δ᾿  οὔ: προσφιλῶς μὲν ἐμοὶ πρᾶξαι βουλομένη, καὶ παντὶ τρόπῳ τοῦτο σκοποῦσα, οὐ μέντοι καλῶς, ἐπεὶ οὐκ ἐστοχάσατο τοῦ μέλλοντος τὸ τέλος. μετ᾿  εὐνοίας μὲν, φησὶ, καὶ οὐκ ἐξ ἐπιβουλῆς, ἀσκόπως δὲ καὶ ἀστόχως. καὶ ἔστιν ὁμοία τῇ παροιμίᾳ, εὔνοια ἄκαιρος οὐδὲν διαλλάσσει ἔχθρας.

599. οὐκ οἶδα πλὴν ἕν: τὸ ἑξῆς, οὐκ οἶδα τῶν νῦν παρόντων [*](1. ἤτοι B. Fl. 6. 15. ἤγουν A. tum verba usque ad σκοποῦσα legi possunt in M. 3. ἀκούω A. κλύω B.I. 19. μετ᾿  εὐνοίας A.B. Fl. 6. 15. 4. ὅπα] ὅθεν A. κατ᾿  εὐνοίας I. ib. καὶ] ὅθεν iterum A. 20. ἐπιβουλῆς.] ἐπιβολῆς A. 5. ἀκούειν οὖν τῶν λόγων] ἀκουόμενον ib. ἀσκόπως δὲ καὶ ἀστόχως om. I. τὸν λόγον τὸ πῶς A. ib. ἀστόχως] ἀτυχῶς A.B. ib. τίς ἡ βοή—οὐ] τίς ἐστιν ἡ αἰτία ib. καὶ ἔστιν—ἔχθρας om. A. cum tredecim literarum lacuna A. 21. εὔνοια— ἔχθρας] Ζenobius 6. δυστυχίᾳ] δυναστείᾳ A. Prov. 1, 50. ἄκαιρος εὔνοι· οὐδὲν ἔχθρας 11. προμνήστριαν] δὲ add, B. ex διαφέρει: ταύτην φασὶν Ἱππόλυ\τον quo corruptum καὶ, quod est in I. εἰπεῖν πρὸς Φαίδραν φάσκουσαν φιλεῖν ib. καὶ ἑρμηνεύτριαν om. A. Gl. ἑρμηνεύτριαν τε καὶ στέργειν αὐτὸν μάλιστα ὑπὲρ est in M. πάντας ἀνθρώπους. ubi v. Schneidew ib. μαυλίστριαν addidi ex A. Est 22. νῦν om. A. in lacuna totidem vocabulum Graecitatis inferioris, de literarum. quo v. Ducang. 17. μὲν add. A.B. Prima tan- ib. παρόντων] παρόσον τῶν A.)

147
πημάτων ἄκος, πλὴν ἓν μόνον, τὸ κατθανεῖν ὅσον τάχος. οὐκ οἶδα, φησὶ, τί πρακτέον μοι ἐν τοῖς νῦν κακοῖς, πλὴν ἕν μοι ἴαμα, τὸ ἀποθανεῖν διὰ τάχους.

601. ὦ γαῖα μῆτερ: ὡς φιλόσοφος τὸν ἥλιον καὶ τὴν γῆν ἐπικαλεῖται, προσμαρτυροῦντας χάριν τῶν εἰρημένων. ἤδη δὲ προτραγῳδήσας ἱκανῶς ἐπὶ τὴν ὀργὴν Ἱππολύτου καὶ τὴν ἱκεσίαν τῆς γραὸς ἐπεξέρχεται, πρότερον ἀρξάμενος ἀπὸ τοῦ τραγικοῦ, δηλαδὴ τῆς ὀργῆς Ἱππολύτου, τὴν ἐξ ἀρχῆς ἀδολεσχίαν τῆς γραὸς καὶ τὸν ὅρκον ἀποκρυψάμενος. ὡς φιλόσοφος δὲ γῆν καὶ ἥλιον ἐπιβοᾷ, ἐπεὶ ἀρχὴ πάντων εἰσὶ, γῆ μὲν πάντων μήτηρ κατὰ Ἡσίοδον, ἥλιος δ᾿ , ἐπεὶ πάντ᾿  ἐφορᾷ καὶ πάντ᾿  ἐπακούει. Ἀναξαγόρας οὖν τὸν ἤλιον μύδρον ἔφησε, καὶ ἐξ αὐτοῦ πάντα γίνεσθαι. ᾧ ἀκολουθήσας ὁ Εὐριπιδης χρυσέαν βῶλον αὐτὸν εἴρηκεν. ἡλίου δὲ ἀναπτυχαὶ αἱ ἀκτῖνες, καθὸ τὸ σκότος ἀναπτύσσουσι, καὶ ἡμῖν τὰ πάντα δηλοῦσι διὰ τοῦ φωτός.

602. ἄρρητον: οὐκ ἀξίαν τοῦ ῥηθῆναι καὶ ὀνομασθῆναι, ἣν οὐδὲ λόγῳ διεξιέναι καλόν.

605. ναὶ πρός σε: ναὶ, σίγησον, λίσσομαί σε πρὸς τῆς σῆς δεξιᾶς· τῆς καλὸν βραχίονα ἐχούσης· ἐνομίζετο γὰρ κατὰ τῆς δεξιᾶς ἱκετεύειν, ὡς κατὰ τῶν γονάτων.