Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

521. ἔασον, ὦ παῖ: οἰκονομικώτατα οὐδὲν πρὸς τὴν ἐρώτησιν ἀντέθηκε, καίτοι αὐτὴ ἐρωτήσασα τὴν Φαίδραν, διὰ τί φοβοῖτο, ἀλλὰ μόνον φησὶν, ἐγὼ ταῦτα θήσω καλῶς, οὐ βουλομένη κατήγορος ὕστερον ἑαυτῆς φωρᾶσθαι. τὴν Ἀφροδίτην δὲ ἐπικαλεῖται ὡς παραστατοῦσαν ταῖς τοιαύταις περιεργίαις.

524. τοῖς ἔνδον ἡμῖν: φίλον ὀνομάζει τὸν Ἱππόλυτον καθ᾿  ἡδονὴν ἡ γραῦς, προλαμβάνουσα ταῖς ἐλπίσιν. ὁ δὲ νοῦς· τὰ δὲ ἄλλα, ἃ φρονῶ, ἀρκέσει ἄρα ἔνδον διηγήσασθαι φίλοις, ὁποῖά ἐστι, καὶ μὴ ἐπὶ πάντων καὶ ἐπὶ τοῦ θεάτρου ταῦτα ἐκφέρειν. Ἄλλως. οὐ βούλομαι παρρησιάζεσθαι τὰ τῆς γοητείας· ἀρκεσθήσομαι γὰρ τοῖς ἔνδον.

[*](2. καταρρᾳθυμεῖν] καταραθυμεῖν A. 22. περιεργίαις A. περιεργασίαις B.I. καταριθμεῖν Fl. 6. 15. 24. ὁ δὲ νοῦς add. B. Fl. 6. 15. 3. μόνον βούλου A. βούλου μόνον I. om. A.I. Pro eo ἄλλως in A. 8. Post ἐστι τοῦ extra versum 25. φίλοις A.B. τοῖς ἔνδον φίλοις I. signum est ÷ et in initio sequentis 26. Ἄλλως om. A. in quo sequentia versus trium literarum spatium. supra versum scripta sunt. 12. τὸ δὲ et ἀντὶ τοῦ om. A. ib. οὐ] ὃ A. 16. ἀποδειχθῇς μηνύσασα A. ἀποδειχθεῖσα 27. τὰ om. A. μηνύσῃς B.I. ib. ἀρκεσθήσομαι] ἀρκεσθήσεται A. 20. ἀλλὰ —καλῶς om. A. ib. γὰρ add. B Fl.6.15., om. A.I. 21. ὕστερον ἑ. A. ἑ. ὕστερον B.I. ib. ἔνδον] ἔνδον εἶναι A.)
141

525. Ἔρως Ἔρως: λοιπὸν ὁ χορὸς ἐκτείνεται πρὸς τὸν Ἔρωτα λέγων, ὦ Ἔρως, ὅστις διὰ τῶν ὀμμάτων τῶν ἀνθρώπων στάζεις τὸν πόθον, διὰ τούτου εἰσάγων ταῖς ψυχαῖς καὶ τὴν γλυκεῖαν ἡδονὴν, καθ᾿  ὧν ἂν ψυχῶν ἐπιστρατεύσῃ τῷ ἐρωτικῷ τόξῳ καὶ ἐρᾶν ποιήσῃς. τὸ δὲ ἑξῆς οὕτως· ὦ Ἔρως, ὃς κατὰ τῶν ὀμμάτων τῶν ἐρωμένων ἡδονὴν καὶ ἐπιθυμίαν ἐπιχέεις, διὰ τούτου γλυκεῖάν τινα ἡδονὴν εἰσάγων ταῖς ψυχαῖς ἐκείνων, καθ᾿  ὧν ἂν ἐπιστρατεύσῃ τοῖς ἐρωτικοῖς βέλεσιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτε ἐπαναγκάσεις τινὰ ἐρᾶν, τῷ ἐρωμένῳ γλυκεῖαν ἐπιτιθεὶς ταῖς ὄψεσιν ἡδονὴν, ὅπως τοὺς ἐρῶντας αὐτοπροαιρέτῳ καθυποτάξῃς ἀνάγκῃ διὰ τῆς ἡδονῆς. τὸ δὲ ἑξῆς· ὦ Ἔρως, Ἔρως, ὃς κατ᾿  ὀμμάτων στάζεις πόθον, μή μοι ποτὲ σὺν κακῷ φανείης. οὐ πάντη δὲ ἀπεύχεται τὸν ἔρωτα, ἀλλὰ τὸν ἐπὶ κακῷ. εἰσὶ γὰρ καὶ ἀρετῶν ἔρωτες. A.B.I.

ὅ: τὸ ὅ προτακτικὸν ἀντὶ τοῦ ὅς ὑποτακτικοῦ ἄρθρου. A.B.

527. ψυχᾷ χάριν οἷς: ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν μετέβη. ἔδει γὰρ εἰσάγων ψυχῇ χάριν ᾗ ἐπιστρατεύσῃ, ἀλλὰ τὸ μὲν ἑνικὸν παρέλαβε πρὸς τὸ ὁμοιοπαθὲς τῆς ἀνθρωπίνης φύσεως, εἰς δὲ τὸ πληθυντικὸν ἐξέπεσε πρὸς ἐξήγησιν τοῦ κατὰ τὸν ἑνικὸν ἀριθμὸν δεδηλωμένου πληθυντικοῦ. εἰσὶ δὲ τὰ ὀνάματα οἰκεῖα ἔρωτι. A.

528. μή μοί ποτε σὺν κακῷ: οὐ πάντη ἀπεύχεται τὸν ἔρωτα, ἀλλὰ τὸν ἐθελόκακον, ἐπεὶ καὶ ἀρετῶν εἰσιν ἔρωτες. A.M.

529. μηδ᾿  ἄρρυθμος: μηδὲ ἄμετρός τις καὶ ἄτακτος ἔλθοις. ῥυθμὸς γάρ ἐστιν ἡ μουσικὴ τάξις. πᾶς δέ τις ἔρως μεμετρημένος ἔχει μετὰ τῆς ἰάσεως τὸ χάριεν ἅμα καὶ ἀβλαβές.

530. οὔτε γὰρ πυρός: οὔτε γὰρ τὸ βέλος τοῦ πυρὸς οὔτε τὸ ὑψηλότατον βέλος τῶν ἄστρων τοιοῦτόν ἐστιν, οἷον ἵησιν ἐκ χειρὸς ὁ [*](3. διὰ τούτου] διὰ A. 9. αὐτοπροαιρέτῳ] αὐτοπροαιρέτως Fl. ib. καὶ τὴν γ. ἡ.] γ. τὴν ἡ. sine 6. 15. αὐτοπροαιρέως (sic) I. 10 ὦ om. A. καὶ A. 4. ψυχῶν] τῶν ψυχῶν Fl. 6. 15. 12. φανείης] μηδ᾿  ἄρυθμος ἔλθῃς add. ib. ποιήσῃς Barnesius. ποιήσας Ι. A. reliqua scholii parte omissa. Sed ποιήσειας B. Fl. 6. 15. ποιήσειε A. habet infra lin. 20. 6. γλυκεῖαν—ἐκείνων] ταῖς ψ. ἐκείνων ib. κακῷ B. τῷ κακῷ I. εἰσάγων γλυκεῖάν τινα ἡδονὴν A. 14. ἄρθρου om. A. 8. ἐπαναγκάσεις B. Fl. 6. 15. 22. ἔλθοις] ἔλθῃς Fl. 6. ἐπαναγκάσῃς. I. ἀναγκ, A. 24. ἀβλαβές] εὐλαβές A. ib. τῷ ἐρωμένῳ—ἐπιτιθεὶς τῶν ἐρωμένων 26. χειρὸς] χειρῶν A. ib. ὁ om. A. —ὑποτιθεὶς Fl. 6. 15.)

142
Ἔρως ὁ Διὸς παῖς. εἶτα ἵνα μὴ δόξῃ τὸ κοινὸν βέλος λέγειν, φησὶ τὸ τῆς Ἀφροδίτης. ἀπὸ κοινοῦ δὲ τὸ βέλος τοῦ πυρὸς καὶ τὸ βέλος τῶν ἄστρων. Ἄλλως. ἡ μὲν τοῦ πυρὸς βολὴ τὸ δυνατὸν, ἡ δὲ τῶν ἄστρων πρὸς τὸ ἐπιτευκτικόν. τὸ μὲν γὰρ ἀναλωτικὸν τῶν ἐμπιπτόντων,   τὸ δὲ ὀξείας καὶ ἐξόχους ἔχον τὰς ἁφὰς, ὥστε τὸ μὲν πρὸς τὴν ἰσχὺν, τὸ δὲ πρὸς τὴν εὐστοχίαν. οὔτε γὰρ τοῦ πυρὸς οὔτε τῶν ἄστρων τῶν τὰς χειμασίας ἐμποιούντων τὸ βέλος χεῖρόν ἐστι τοῦ σοῦ βέλους.

535. ἄλλως: μάτην θύομεν Διὶ Ὀλυμπίῳ καὶ Ἀπόλλωνι Πυθίῳ, μὴ τιμῶντες τὸν Ἔρωτα τὸν ὄντα τύραννον μὲν ἀνθρώπων, φύλακα δὲ τῶν ἀφροδισίων θαλάμων, τὸν πορθοῦντα καὶ ὀλοθρεύοντα τὸν τῶν ἀνθρώπων βίον, καὶ διὰ πάσης συμφορᾶς πόνους καὶ λύπας παρέχοντα, καὶ παντὸς κακοῦ πειραθῆναι ποιοῦντα, ὅταν πρὸς αὐτοὺς ἔλθῃ.

538. τὸν τύραννον: καλῶς οὐ βασιλέα, ἀλλὰ τύραννον αὐτόν φησιν, ἐπεὶ μὴ προνοεῖται τῆς τῶν ἀρχομένων ὠφελείας, πόνον δὲ λυσιτελοῦντα τῇ ἑαυτοῦ προαιρέσει κατεργάζεται, ἐπίδειξιν τῆς δυναστείας ποιούμενος.

541. κλῃδοῦχον οὐ σεβίζομεν: τὸν φύλακα τῶν οἴκων οὐ τιμῶμεν. φύλακα δὲ τῶν ἀφροδισίων αὐτὸν ἔφη θαλάμων. δι᾿  ἔρωτος γὰρ ἀφροδισιάζομεν, καὶ τότε καθ᾿  αὑτῶν ὁρμῶμεν, ὁπόταν ἐκεῖνος τὴν ἐπιθυμίαν εἰς ἡμᾶς ἐπιπέμψῃ.

543. ἰόντα συμφορᾶς: ἰέναι ποιοῦντα καὶ διὰ παντὸς κακοῦ ποιοῦντα πειραθῆναι τοῖς ἀνθρώποις, ὅταν ἔλθῃ. A.

545. τὰν μὲν Οἰχαλίᾳ: περὶ τῆς Ἰόλης ὁ λόγος, ὅτι ὁ ταύτης ἔρως τὴν Οἰχαλίαν ἐπόρθησεν. ἔνιοι μὲν οὖν φασιν ἀτιμασθέντα τὸν Ἡρακλέα ὑπὸ Εὐρύτου καὶ τῶν ἀδελφῶν αὐτοῦ, (οὐ γὰρ δεδώκασιν αὐτῷ τὴν κόρην,) πορθῆσαι τὴν Οἰχαλίαν. Ἡρόδωρος δέ φησιν ὅτι τοῦ τῆς Ἰόλης γάμου προκειμένου τοξείας ἐπάθλου Ἡρακλέα νικήσαντα [*](3. ἡ—βολὴ] ὁ—περίβολος A. 25. τὰν μὲν—ἔρως τὴν om. A. in 9. Ἀπόλλωνι] ἡλίῳ A. lacuna. 10. τύραννον A.B. Fl. 6. 15. φύλακα 26. τὸν om. A. I. ὄντα om. A. 28. κόρην] πόλιν A. 16. ἐπεὶ A.B. ἐπειδὴ I. ib. ἡρόδωρος B. Fl. 6. 15. ἡρόδοτος 20. δὲ om. A. A.I. 21. αὑτῶν—ὁπόταν om. A. in lacuna. 29. ἐπάθλου Heathius pro ἔπαθλον.)

143
ἀπαξιοῦσθαι τοῦ γάμου. διὸ καὶ κατὰ κράτος ἑλεῖν τὴν Οἰχαλίαν καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀνελεῖν, Εὔρυτον δὲ φυγεῖν εἰς Εὔβοιαν. Λυσίμαχος δέ φησιν ἐν τοῖς Θηβαϊκοῖς παραδόξοις τριάκοντα ἀργυρίου τάλαντα ἀπαιτούντων ποινὴν ἐπὶ Ἰφίτῳ οὕτως ἐπ᾿  αὐτοὺς Ἡρακλέα στρατεῦσαι.

546. πῶλον ἄζυγα: παρθένον ἄπειρον γάμου, καθαράν. πώλῳ δὲ τὸ ἀκμαῖον αὐτῆς εἴκασεν. λέγει δὲ τὴν Ἰόλην τὴν παῖδα τοῦ Εὐρύτου, ἣν ἔλεγε διδόναι τῷ νικῶντι αὐτὸν κατὰ τὴν τοξικήν. ἐλθὼν γὰρ ὁ Ἡρακλῆς ἐνίκησε τοῦτον. ὁ δὲ Εὔρυτος παρῃτήσατο δοῦναι αὐτὴν, καὶ ἕνεκα τῆς παραβασίας ὁ Ἡρακλῆς ἐπόρθησε τὴν Οἰχαλίαν, καὶ αὐτὴν ἔλαβε πρὸς γάμον. A.B.I. τὴν Ἰόλην λέγει τὴν Εὐρύτου θυγατέρα, ἣν ἆθλον ἐπὶ τοξείᾳ θεὶς ὁ Εὔρυτος νικηθεὶς ὑφ᾿  Ἡρακλέους καὶ μὴ ἀποδιδοὺς παρεσκεύασεν Ἡρακλέα καὶ τὴν πόλιν πορθῆσαι καὶ ταύτην λαβεῖν. A.

549. ζεύξασ᾿  ἀπειρεσίαν: ἀποζεύξασα δὲ καὶ ἀποχωρίσασα τῶν οἴκων. ὁ δὲ νοῦς, τὴν μὲν δὴ ἐν Οἰχαλίᾳ παρθένον, ἄνανδρον, ἄνυμφον οὖσαν τὸ πρότερον, τῶν νυμφικῶν οἴκων ἀποχωρίσασα ἡ Ἀφροδίτη τῷ Ἡρακλεῖ ἐπὶ φόνοις καὶ πορθήσεσι τῆς πατρίδος ἐπέδωκεν.

550. ναΐδα: νύμφην. ἀντὶ τοῦ ταχεῖαν δρομάδα νύμφην περὶ τὰ νάματα σκιρτῶσαν. A.B. τὸ ἑξῆς, νηίδα Ἀλκμήνας τόκῳ Κύπρις ἔδωκεν, ὅ ἐστι νύμφην. δηλοῖ ἐξ ἐπιθέτου τὸ προσηγορικόν. A.B.I.

551. σὺν αἵματι: παρόσον σὺν αἵματι καὶ καύσει τῆς πατρίδος αἰτία γέγονεν, ἤτοι παρόσον ὁ γάμος αὐτῆς πρόξενος τούτων ὅλων ἐγένετο, ὡς καὶ Σοφοκλῆς ἐν Τραχινίαις “ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ᾿  ἕλοι.”

[*](1. ἀπαξιοῦσθαι τοῦ γάμου] ἀπαξιώσασθαι 19. νύμφην περὶ] βάκχην τὴν περὶ B. τὴν χάλον (sic) A. 20. σκιρτῶσαν] βάκχην addit B. 4. ποινὴν] τιμὴν A. ib. τὸ ἑξῆς—] Haec in libris 6. παρθένον—καθαράν] ἄπειρον, καθαράν. leguntur post scholion proximum πῶλον δὲ παρθένον A. cum lemmate Ἀλκμήνας τόκῳ. 8. αὐτὸν κατὰ τὴν τ.] αὐτῶ περὶ ib. ναΐδα A. νηΐδα B. ἤδη I. ib. ἀλκμήνας A. ἀλκμήνης B.I. 15. δὲ καὶ om. A. 21. ὅ ἐστι A. ἀντὶ τοῦ B.I. 15. 17. ἀποχωρίσασα] ἀποχωρήσασα ib. δηλοῖ ἐξ ἐπιθέτου] ἀπὸ τοῦ ἐπωνύμου A. A. 18. ἐπὶ φόνοις margo B. a m. 24. ἤτοι om. A. prima. φώνοις Fl. 6. συμφῶ A. συμμφώνοις 25. ὡς καὶ (καὶ om. B.)—ἕλοι B.I. om. A. ib. πορθήσεσι] πορθήσει B. ib. Τραχινΐαις] V. 352. Sopho-)
144

554. ὦ τλᾶμον ὑμεναίων: διὰ μέσον τοῦτο ἐσχετλίασται. εἶτα τὸ τῆς ἑτέρας ἱστορίας ἐπισυνῆπται. A.B.

555. δεύτερον διήγημα τῆς δυνάμεως τῆς Ἀφροδίτης, δηλαδὴ τὸ κατὰ τὴν Σεμέλην καὶ τὴν ταύτης κύησιν. B.

558. συνείποιτ᾿  ἄν: συμμαρτυρήσεται. ἕρπει δὲ οἷον ἐπέρχεται σοβαρῶς. B.

559. βροντᾷ γάρ: τῇ Ἀφροδίτῃ ἀνατίθησι τὴν Σεμέλης κεραύνωσιν, ἤτοι καθὸ ὁ Ζεὺς ἀπρονόητος γενόμενος τῷ ἔρωτι ἐπείσθη τῇ Σεμέλῃ, τὸ τῶν ἐραστῶν ἀναδεξάμενος πάθος, ἢ καθὸ ἐν τῇ μίξει καὶ τῷ ἀφροδισιασμῷ ἀπώλετο. διαπέπλασται δὲ τὰ τοῦ μύθου, καθὸ ῥιζοβολεῖν ἀρχόμεναι πολλάκις ἄμπελοι τῇ καύσει τῶν νότων ἐκκόπτονται. ἀμφιπύρῳ δὲ τῇ πεπυρωμένῃ, ὡς εἰ ἔλεγε τῇ μετὰ ἀστραπῆς βροντῇ. τὴν γὰρ μητέρα τοῦ Βάκχου Σεμέλην συγκοιμηθεῖσαν οὐ τῷ Διὶ, ἀλλὰ βροντῇ ἀμφιπύρῳ, πότμῳ φονίῳ κατεύνασεν, ὅ ἐστι κατέπαυσεν, κατεκοίμισεν, εὐφήμως ἀντὶ τοῦ ἀνεῖλεν, ἡ Ἀφροδίτη δηλονότι. A.B.I. τοκάδα: μητέρα. B. τοῦ Διονύσου γεννήτριαν. M.