Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

487. οἱ καλοὶ λίαν λόγοι: οἱ πρὸς ἡδονὴν λεγόμενοι. διαβάλλει δὲ τὴν φύσιν τῶν ἡδέων ὡς ἄχρι τῆς ἀκοῆς τὸ χρήσιμον ἐχόντων. οὐ γὰρ τὰ πρὸς ἡδονὴν δεῖ λέγειν, ἀλλὰ τὰ πρὸς δόξαν. B.

488. τι: κατά τι. B. τερπνά: τὰ πράγματα. B.

490. τί σεμνομυθεῖς: ἀλαζονεύεις. M. ἀντὶ τοῦ τί φαίνῃ σώφρων. B.

491. διιστέον: διαγνωστέον, πειρατέον. ὁ δὲ νοῦς, ἀλλὰ πειρατέον τῆς γνώμης τοῦ Ἱππολύτου, ποῖος ἔσται πρὸς τὰ λεγόμενα.

492. τὸν εὐθύν: ἐκ γὰρ τῆς συντόμου ὁμιλίας ὀλέσειε τὸ τῆς φύσεως αἰφνίδιον νόσημα, καὶ οὐκ ἂν ἐκ τοῦ ποικίλου τῆς ἐπαγγελίας, ὡς ἐθάδας τῆς νόσου, μισήσειεν. A.B.I. τὸν ἀληθῆ, τὸν σύντομον, τὸν ἁπλοῦν. B.

497. οὐκ ἐπίφθονον τόδε: οὐ νεμεσητὸν οὐδὲ μεμπτὸν τὸ σῶσαι τὸν βίον διὰ τῆς ἐκπληρώσεως τοῦ ἔρωτος, εἴ γε δεύτερα πάντα τῆς σωτηρίας ἡγούμεθα. B.

499. καὶ μή μεθήσεις αὖθις: ἀπειρηκυῖα τοῖς σοφίσμασι τῆς γραὸς παρακαλεῖ μηκέτι περὶ τοιούτων γυμνάζειν, μηδὲ λέγειν ὅτι καλῶς καὶ μετρίως ὑπείργασται αὐτὴν ὁ ἔρως, οὐ παράλογος, οὐδὲ ἄξιος θανάτου.

500. αἴσχῤ, ἀλλ᾿  ἀμείνω: παρὰ μὲν ἑτέρῳ τινὶ μὴ ἐρῶντι αἰσχρὰ νομισθείη, παρὰ σοὶ δὲ βελτίω εἰσὶ τῶν παρὰ σοῦ καλῶς λεγομένων, καθὸ τὰ μὲν θάνατον, τὰ δὲ σωτηρίαν σοι περιποιεῖ. πρὸς πλείονα δὲ πειθὼ τὸ μὲν ἔργον, τὸ    δὲ ὄνομα ἐκάλεσεν, ὡς τούτου μὲν τῇ ἀληθείᾳ σωτηρίαν ἔχοντος, τοῦ δὲ τὸ ἐπάγγελμα ἐν φήμῃ καὶ ἀμφιβολίᾳ τοῖς ἔξωθεν. Ἄλλως. τὰ δοκοῦντά σοι αἰσχρὰ εἶναι τῶν καλῶν λόγων κρείσσονα ἐστίν· ἢ αἰσχρὰ μὲν τὰ λεχθέντα τῷ προστυχόντι, σοὶ μέντοι νοσούσῃ τὸν ἔρωτα βελτίονα.

501. τοὔργον: τὸ τῆς σωτηρίας, τοὔνομα δὲ τὸ τῆς σωφροσύνης. B.

502. γαυρουμένη: σεμνυνομένη. B. ἀλαζονευομένη. M.

503. εὖ λέγεις γάρ: καλῶς μὲν γὰρ λέγεις καὶ πιθανῶς, αἰσχρὰ [*](7. πειρατέον prius add. A.B. 18. ὁ om. B. 8. τοῦ et ποῖος—λεγόμενα om. A. ib. ὑπείργασται] εἴργασται B.I. 10. ἐπαγγελίας A. ἀπαγγελίας B.I. 21. παρὰ σοὶ] τὰ παρὰ σοὶ A. 11. ἐθάδας A.B. Fl. 6. ἐθάδης I. 22. σωτηρίαν] σωτηρίας I. ἐθάδος Heathius. 26. κρείσσονα] κρείττονα A. 13. οὐδὲ μεμπτὸν] οὐ μεμπτὸν B. 30. καλῶς —τὰ λεγόμενα] Haec qui om. οὐ νεμεσητόν. etiam in M.)

138
δέ ἐστι τῇ φύσει τὰ λεγόμενα, καὶ μή γε πρὸς θεῶν πέρα προβῇς τι τῶν λόγων τούτων, μηδὲ σοφιζομένη λέγε ὅτι καλὸν ὑπείργασμαι καὶ ὑποθάλπομαι τὴν ψυχὴν, καὶ καρτερῶ τῷ ἔρωτι, καὶ οὐδὲν ἡμᾶς ἔβλαψεν ἄξιον θανάτου.

504. ὑπείργασμαι: ὑποθάλπομαι καὶ καρτερῶ. B.

505. αἰσχρὰ δ᾿  ἢν λέγῃς: ὅταν δὲ τὰ αἰσχρὰ πιθανῶς λέγῃς καλὰ τῇ δεινότητι, διαφθαρήσομαι ἐγὼ, καὶ ἐμπέσω εἰς ὃ φεύγω, τουτέστι τὴν ὁμιλίαν καὶ συνουσίαν τοῦ ἐρωμένου. δέδοικε γὰρ ἡ Φαίδρα μὴ λαθοῦσα ἁλῷ τῇ πιθανότητι.

507. εἴ τοι δοκεῖ σοι: μὴ δυνηθεῖσα τοῖς σοφισμοῖς περιγενέσθαι, δευτέραν εἰσηγεῖται γνώμην ἡ γραῦς, καὶ ὑπισχνεῖται ἀντιτρώσειν κἀκεῖνον φαρμάκοις τισὶν, ὅπως ἂν θαρσαλεώτερον αὐτῷ τὸν ἔρωτα μηνύσωσιν, ὡς πάντως πείσουσαι. εἰ τοίνυν, φησὶ, δοκεῖ σοι τὸ μὴ συνελθεῖν τῷ ἐρωμένῳ, ἔδει σε μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσαν, καὶ εἰ τὸ σωφρονεῖν σοι δέδοκται, ἔδει μηδ᾿  ὅλως ἁλῶναι τῷ ἔρωτι. κἂν γοῦν, φησὶ, δευτέραν χάριν μοι δὸς, δευτέρῳ τρόπῳ πεισθεῖσα τῷ τῶν φαρμάκων. ἔστι δέ μοι, φησὶν, ἐν τῇ οἰκίᾳ φάρμακα ἐρωτικὰ, ἃ δύναταί σου παῦσαι τὴν νόσον καὶ τελέσαι τὸν ἔρωτα, ἀντιτρώσαντα δηλονότι τὸν ἐρώμενον. εἰ δὲ πάλιν σὺ ἀπειθήσασα οὐκ ἐάσεις με τοῦτο ποιῆσαι, βλάβη σοι γενήσεται. Ἄλλως. τινὲς οὕτως· εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδέν μοι λέγειν· εἰ δέδοκταί. σοι τὸ μὴ πεισθῆναι, κἂν δευτέραν καὶ ἥσσονά μοι χάριν δός. πάντως γὰρ κἀκείνου οὕτως ἐρῶντος οὐκ ἂν ἀποτυχοῦσα τῆς κοινωνίας ἡττηθείης.

ἄρτι μοι: ἄρτι ὑπεμνήσθην ὅτι ἔχω φάρμακα. B.

512. παύσει νόσου: τὸν ἐρῶντα προσληπτέον. ἅτινα φίλτρα, [*](6. π. λέγῃς A.B. λέγης π. I. 20. ποιῆσαι B. ποιήσειν 1. γίνεσθαι 7. καλὰ om. A. A. omisso με ante τοῦτο. 8. ἐρωμένου] ἔρωτος I. ib. γενήσεται] τὸ γινόμενον A. ib. δέδοικε—πιθανότητι om. A. 21. εἰ δοκεῖ — ἡττηθείης] Haec 12. κἀκεῖνον] ἐκεῖνον A. etiam in M., sed sic scripta, εἰ δοκεῖ ib. ὅπως A. Fl. 6. 15. ὡς B.I. —μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσα, 13. πείσουσαι] πείσασαι A. ὅμως κἂν ταύτην ἥσσονά μοι χάριν δός. 15. καὶ εἰ] καὶ οὐ I. τινεὶς οὕτως οὐ δεῖ σοι μ. . .πείθεσθαι εἰς 16. γοῦν, φησὶ om. A. . . . ἐχρῆν. . .οὖν. . . reliquis obliteratis. ib. χάριν μοι] μοι χάριν A. 23. κἀκείνου—ἡττηθείης om. A. in 18. σου om. A. spatio vacuo. ib. τὴν νόσον] τῆς νόσου A. 26. ἐρῶντα] ἔρωτα B. Fl. 6. 19. ἀντιτρώσαντα A. τρώσαντα B.I.)

139
ἤτοι φάρμακα τὰ θέλγοντα εἰς φιλίαν, οὔτε δύσκλειαν πορνείας σοι θέντα οὔτε ἀπατήσαντά σε παύσει τῆς νόσου, ἐὰν σὺ μὴ γένῃ κακὴ, ἀντὶ τοῦ εἰ μὴ ἀπειθήσασα κωλύσεις με. B.I.

514. σημεῖον ἢ λόγον: δεῖ, φησὶν, ἐν τῇ φαρμάξει ἐκ τοῦ Ἱππολύτου σημεῖόν τι λαβεῖν, ἢ λόγου μνημόνευμα, ἢ κρασπέδου ἀπόσπασμα. καὶ τὸν μὲν λόγον αὐτοῦ τῷ λόγῳ τῆς Φαίδρας συνάψαντας ἐπᾴδειν, τὸ δὲ ἀπόσπασμα τῆς ἐσθῆτος πάλιν ἐπαοιδῆς ἀποσπάσματι τῆς ἐσθῆτος Φαίδρας συνάπτειν, ἵν᾿, ἐὰν τοῦ διὰ λόγου ἀποτύχωμεν,  τῷ δι᾿  ἐσθῆτος χρησώμεθα. συνάψαντες γὰρ ἄμφω τοὺς λόγους, ἢ τὰ ἀποσπάσματα τῶν ἱματίων οὕτως ἐπᾴδουσιν, οἷον Ἱππόλυτος ὁ τόδε εἰπὼν ἐρασθείη Φαίδρας τῆς τόδε εἰπούσης. μερικῶς δὲ καὶ τὸ φυσιολογικὸν μᾶλλον διήγημα εἰπὼν “συνάψαι τ᾿  ἐκ δυοῖν μίαν χάριν.” διὰ γὰρ φυσιολογιῶν τινῶν ἄμφω τὰς φύσεις εἰς ἕνα ξυνάγουσιν ἔρωτα. ἄριστα δὲ καὶ ἐνταῦθα ἡ διοίκησις. τὴν μὲν ὅλην φάρμαξιν οὐκ ἐπὶ σκηνῆς, ἀλλ᾿  ἔνδον ποιῆσαι μέλλουσα, πιθανῶς ἤδη τὸ κεφάλαιον ὑπέθετο τῆς φαρμάξεως. ἔδοξε γὰρ ἂν ἐνοχλεῖν διηγουμένη φανερῶς.

516. χριστόν: ἆρα δὲ χριόμενόν ἐστι τὰ φάρμακον ἢ πινόμενον. B.

517. ὄνασθαι, μὴ μαθεῖν: διδάσκου πῶς δεῖ τοῖς ἀναγκαίοις κεχρῆσθαι εἰς τὴν παραυτίκα μόνον ἀπαλλαγὴν τῶν κακῶν καὶ ἀπόλαυσιν· οὐ γὰρ εἰς τὴν διηνεκῆ γνῶσιν. τὸ γὰρ τοιοῦτον πονηρίας ἐστὶν [*](2. οὔτε scripsi pro οὐδέ. ib. συνάπτειν] ἐπᾴδειν ἢ συνάπτειν 4. ἐν τῇ A.B. Fl. 6. 15. αὐτῇ I. Fl. 6. 15. 5. σημεῖον hic A., ante ἐκ τοῦ ib. ἐὰν τοῦ A. εἰ αὐτοῦ ceteri. ceteri. 9. τῶ—χρησώμεθα] τὸ—χρησόμεθα ib. λόγου] λόγων A. hic et in lemmate. A. ib. ἀπόσπασμα om. A. 12. μᾶλλον om. A. ib. εἰπὼν] εἶπ A. 6. τὸν μὲν λόγον αὐτοῦ τῷ (τῷ om. 13. φυσιολογιῶν A.B. Fl. 6. 15. A.) λόγῳ A.B. Fl. 6. 15. τῷ μὲν φυσιολογικῶν I. λόγῳ αὐτοῦ τὸν λόγον I. 15. μέλλουσα] θέλουσα A. 7. τῆς add. A. 16. ὑπέθετο] ὑπετίθετο Fl. 6. 15. ib. ἐπαοιδῆς A.B.I. ἐπ᾿  ἀοιδῆς Fl. 20. διδάσκου B. Fl. 6. 15. διδάσκουσα 6. 15. ἐπᾴδοντας Matthiae. μτ 1. διδάσκει A. ib. ἀποσπάσματι Barnesius. σπασ ib. δεῖ] δὴ I. A. quod nihil aliud esse videtur 21. μόνον] μόνην A. quam ἐπάσματος, quod est in B.I., ib. καὶ ἀπόλαυσιν add. A. ἐπ᾿  ἄσματος scriptum in Fl. 6. 15. 22. καὶ] ἡ I. 8. Φαίδρας] φαίδραν I.)

140
ἐπιθυμία καὶ διηνεκὴς τῆς κακουργίας ἀπόλαυσις. δεῖ οὖν πρὸς τὸ λυσιτελοῦν ἀπολαύοντας τῶν τοιούτων καταρρᾳθυμεῖν τῶν διηνεκῶν εἰδήσεων. ὠφεληθῆναι, φησὶ, μόνον βούλου, ἀλλὰ μὴ μαθεῖν τῆς ὡφελείας τὴν φύσιν. τὸ δὲ ὄνασθαι ὡς ἵστασθαι. τὸ θέμα ὄνημι.

518. δέδοιχ᾿  ὅπως: ἐπειδὴ μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις, καὶ ἡ μὲν μεσότης ἐστὶ φρόνησις, ἡ δὲ ἔλλειψις ἀφροσύνη, ἡ δὲ διαβολὴ πονηρία, διὰ τοῦτο εἶπε “δέδοικα μὴ λίαν φανῇ σοφή,” ἤτοι πονηρά. τὸ λίαν γὰρ ἐπαυξητικόν ἐστι τοῦ. . .καὶ λοιπὸν ἐκ τῆς πονηρίας βλάψεις μᾶλλον ἢ ὠφελήσεις. τῆς γὰρ φρονήσεως, ἤτοι τῆς μεσότητος, λειπούσης ἐξ ἀνάγκης ἄμφω αἱ κακίαι, ἤτοι ἡ πονηρία καὶ ἡ ἀφροσύνη, βλάπτουσι. A. δέδοικα, φησὶ, μὴ μετιοῦσα τὴν φάρμαξιν ἔργῳ δηλώσῃς τὴν νόσον. τὸ δὲ “πάντ᾿  ἂν φοβηθεῖσ᾿  ἴσθι” ἀντὶ τοῦ, εἰ τὸ μηδὲν ἄξιον φόβου φοβῇ, πάντα ἂν φοβηθεῖσαν γνῶθι σαυτήν. A.B.I. σοφή: πανοῦργος. B. μωρὰ, ἀνόητος. Fl. 2.

520. μή μοί τι: φοβοῦμαι μὴ ἐπ᾿  ἐμοὶ σφόδρα τις πανοῦργος ἀποδειχθῇς μηνύσασα τῷ Ἱππολύτῳ τὸν πρὸς αὐτὸν ἀπ᾿  ἐμοῦ ἔρωτα.