Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

911. σχολῆς τὸ δῶρον: ἀργίας, φησὶ, χρεία εἰς τὸ συγχωρῆσαι αὐτῇ εἰπεῖν· ὅμως ἕνεκα τῶν σῶν λόγων, ὦ Ἑκάβη, δίδωμι αὐτῇ τὸ παρρησιάζεσθαι, οὐχ ἕνεκα ταύτης.

916. ἅ σʼ οἶμαι: ἅπερ σε οἶμαι διὰ λόγων ἰόντα κατηγορήσειν, ταῦτα ταῖς ἀντιθέσεσιν ἀνατρέψω.

928. εἴ σφε κρίνειεν Πάρις: εἰ κρίνει αὐτὴν ὁ Πάρις βελτίονα. ταῦτα δὲ συλλογίζεται λέγουσα, ὅτι, εἰ μὴ εἵλετο ὁ Ἀλέξανδρος, ἐδούλευσεν τοῖς Τρωσὶν ἡ Ἑλλάς· ἡ γὰρ Ἀθηνᾶ τὴν βασιλείαν τῆς Ἑλλάδος αὐτῷ ὑπέσχετο.

932. οἰμοὶ γάμοι: οἱ ἐμοὶ γάμοι ὤνησαν τὴν Ἑλλάδα, καθὸ ἐκράτησε τῶν βαρβάρων· εἰ γὰρ ἐπείσθη τῇ ὑποσχέσει τῆς Ἀθηνᾶς, ἔμελλον ἂν νικᾶσθαι ὑπὸ τῶν βαρβάρων οἱ Ἕλληνες.

934. οὔτʼ εἰς δόρυ: οὔτε εἰς μάχην σταθέντες οὔτε ἐν τυραννίδι, οἷον οὐκ ἐτυραννήθησαν. οἷον, εἰ γὰρ ἡ Ἥρα ἐκράτησε, τύραννον ἔλεγε καταστῆσαι Ἀλέξανδρον, ἡ δὲ Ἀθηνᾶ εἰς μάχην.

938. οὔπω με φήσεις: ἀλλʼ ἐρεῖς με, φησὶ, μὴ εἰπεῖν τὰ ἀναγκαῖα. ποῖα δέ εἰσι τὰ ἀναγκαῖα; τὸ, πῶς ἀφώρμησα ἐκ τῶν σῶν οἴκων.

941. ὁ τῆσδʼ ἀλάστωρ: ἡ ἀπολογία αὕτη ἐστίν· ὁ ταύτης ἀλάστωρ στωρ ὁ Ἀλέξανδρος ἦλθε μεθʼ ἑαυτὸν ἄγων οὐ μικρὰν θεὸν τὴν Ἀφροδίτην.

[*](8. πρότερον] v. 891. scriptura est οὑμοί. 15. κρίνειεν] κρίνειε A. 26. ἀφώρμησα Kampmannus. 17. ἐδούλευσεν] ἂν addit Kampmannus. ἀφώρμη A. 28. ταύτης τῆς 18. αὐτῷ Kampmannus. αὐτῇ A. αὐτῆς A. 19. οἱμοὶ] οἱ μοὶ A. Recta 29. μικρὰνscripsi pro μικρόν.)
62

943. σοῖσιν ἐν δόμοις: καὶ ταῦτα παρὰ τὴν ἱστορίαν φησίν· οὐ γὰρ παρόντος αὐτοῦ, ἀλλʼ ἀποδημοῦντος, ὁ Ἀλέξανδρος παρεγένετο.

951. ἔνθεν δʼ ἔχοις: τοῦτο καθʼ ἑαυτὸ ἀναγνωστέον· βούλεται γὰρ λέγειν ἐκ τῶν λέγεσθαι μέλλοντων· ἐνταῦθα ἔχεις εἰς ἐμὲ εὐπρεπῆ λόγον, διὰ τί ἀποθανόντος Ἀλεξάνδρου οὐκ ἦλθες εἰς ἐμέ.

966. βασίλει᾿, ἄμυνον: ἤγουν ὡς λέγοι· καλλιώτερον ἐγένετο --- ὅτι ἐφονεύθησαν ὑπὸ σοῦ καὶ ἡ Τροία διώλετο.

975. αἳ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι ἦλθον πρὸς Ἴδην: ἀνοίκειον τοῦτο τοῦ ὑποκειμένου. ἔδει γὰρ αὐτὴν ἀνελεῖν καὶ μὴ εἰπεῖν ὅτι παίζουσαι ἦλθον εἰς τὴν τοῦ κάλλους ἔριν. διόπερ καὶ τοὺς ἐν Ἰλλιάδι στίχους ἀθετοῦσι τοὺς “ὃς νείκεσσε θεάς.” δύναται δὲ καὶ καθʼ ὑπόκρισιν ἐρωτηματικῶς ἀκούεσθαι, αἳ παιδιαῖς καὶ τρυφῇ ἦλθον εἰς Ἴδην οὐκ ἦλθον, οὐ δῆτα· ὥστε εἶναι πάντων τῶν προειρημένων ἀναιρετικόν. τὸν γὰρ ἐναντίον λόγον χειρίζουσα ὀφείλει ἀναιρεῖν ἐκεῖνα.

983. Κύπριν δʼ ἔλεξας: ἐλθεῖν δὲ τὴν Κύπριν ἔλεξας εἰς τοὺς Μενελάου δόμους σὺν τῷ ἐμῷ παιδὶ, ἅπερ γέλως εἴη.

988. ὁ σὸς δʼ ἰδών νιν: σὺ κατὰ τὸν ἐκπτοηθέντα νοῦν ἀναπλάσσῃ Κύπριν ποιοῦσα. ὁ δὲ νοῦς οὕτως, ὁ δὲ σὸς νοῦς ἰδῶν τὸν Ἀλέξανδρον ἐποιήθη Κύπρις, οἷον ἐμωράνθη καὶ εἰς ἀκολασίαν ἐτράπη· ἡ γὰρ Ἀφροδίτη ἐπὶ ἀσελγείας λαμβάνεται.

989. τὰ μῶρα γάρ: συνεχῶς ὁ Εὐριπίδης μῶρα λέγει τὰ ἀκόλαστα καὶ κατωφερῆ. καὶ νῦν τοῦτό φησιν, ὅτι τὴν σαυτῆς ἀκολασίαν εἰς τὴν θεὸν ἀποτρίβει· πάντα γὰρ τὰ ἀκόλαστα Ἀφροδίτη λέγεται.

990. καὶ τοὔνομʼ ὀρθῶς: τὴν Ἀφροδίτην ἐτυμολογοῦσιν οἱ μὲν [*](6, διὰ τί Kampmannus. διὰ τὸ cognoscitur, quorum unus (29.) incipit ab verbis quae apposuit 7, 8. Scholion manus recentioris. suit scholiasta, ὃς νείκεσσε θεάς, quibus bus Cobetus καὶ τὰ ἑξῆς addidit. 9. Lemma praefixit Cobetus. In 12. τοὺς “ὃς νείκεσσε] τὸ ὃς νείκεσε A. est ἐγὼ γὰρ Ἥραν ex v. 971. A. 10. μὴ εἰπεῖν] negare. KAMPM. 22. ἀσελγείας] ἀσελγίας A. 11. αίζουσαι kampmannus. παίζουσα 25. ἀποτρίβει] Scribe ἀποτρίβῃ. A. Non utitur alias scholiasta forma ib. τοὺς ἐν Ἰλιάδι στίχους] Versus in ει. KAMPM. dicit 23—30. ut ex scholiis Homericis)

63
παρὰ τὸν ἀφρὸν τὸν ἐν τῇ συνουσίᾳ, οἱ δὲ παρὰ τὸν ἐν τῇ θαλάττῃ ἀφρὸν, ὡς Ἡσίοδος ἐν Θεογονίᾳ· οἱ δὲ ἀφόρητόν τινα εἶναι, ὡς αὐτός φησι
  • Κύπρις γὰρ οὐ φορητὸς, ἢν πολλὴ ῥυῇ.
  • οἱ δὲ Ἁβροδίτην ἁβροδίαιτόν τινα οὖσαν· μόνη γὰρ οὐκ οἶδε πολεμικὰ ἔργα.

    995. χρυσῷ ῥέουσαν: ἤλπισας τὴν Τροίαν χρυσῷ ῥέουσαν ταῖς δαπάναις πλημμυρεῖν.

    1006. ἀνταγωνιστὴν μέγαν: ἀντεραστήν· λυποῦνται γὰρ οἱ ἐρῶντες, ὅταν οἱ ἀντερασταὶ ἐπαινῶνται.

    1008. εἰς τὴν τύχην δʼ ὁρῶσα: πρὸς τὴν τύχην ἑκάστου ἐφέρου καὶ τὸν εὐτυχοῦντα ἐπῄνεις.

    1010. κἄπειτα πλεκταῖς: καθόλου νῦν παρὰ τὸ προσῆκον ἡ Ἑκάβη δικαιολογεῖ, ὡς φησιν νικτην ὁ ποιητής. εἰσὶ δὲ αἱ τοιαῦται ἐπιχειρήσεις ἀμάρτυροι πίστεις.

    1030. στεφάνωσον Ἑλλάδʼ: εὐήθης ἡ κάβη. ἀπὸ γὰρ τῆς ἐμβολῆς τοῦ ξίφους ἐχρῆν ἐπιγνῶναι τὴν διάθεσιν τοῦ ἀνδρὸς, ὡς ἐν τῇ Ἀνδρομάχῃ

  • οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών.