Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

650. ᾔδειν δʼ ἁμὲ χρή: εἰς ἃ ἐχρῆν, κἀκείνῳ ὧν ἐχρῆν τὴν νίκην ἐᾶν.

652. καὶ τῶνδε κληδών: τούτων τῶν ἔργων καὶ τῆς εὐκοσμίας ἡ κληδὼν ἐλθοῦσα εἰς τοὺς Ἕλληνας ἀπώλεσέ με.

653. ᾑρέθην: τὴν γὰρ ἀρίστην ἔκρινεν αὐτὸς λαβεῖν ὁ Νεοπτόλεμος.

655. αὐθεντῶν δόμοις: τοῖς τῶν φονέων οἴκοις· αὐθέντας γὰρ λέγουσι τοὺς ἑκουσίῳ φόνῳ μετερχομένους, καὶ αὐτοέντας τοὺς αὐτόχειρας λέγουσιν.

681. αὐτὴ μὲν οὔπω ναός: ἐγὼ μὲν οὐδέποτε εἰς νῆα εἰσέβην, γραφῇ δὲ μόνον καὶ ἀκοῇ οἶδα. εἰκάσαι δὲ βούλεται τὰ κατὰ τὴν ναῦν τοῖς ἑαυτῆς κακοῖς· ὥσπερ γὰρ οἱ ἐν νηὶ μετρίων ὄντων πόνων ἐλπίδα ἔχουσι σώζεσθαι, εἰ δὲ βία συμβῆ ἀπελπίζουσι τῆς ζωῆς, οὕτως κἀγὼ ἀπήλπισα.

703. Φρυγῶν ἀρίστου: μήποτε οὐχ ὁ Ταλθύβιος, ἀλλ᾿ ἄλλος τις ταῦτα λέγει. καὶ γὰρ οὐ λάτριν, ἀλλʼ ὀνομαστὶ Ταλθύβιον καλεῖν εἴωθεν.

781. τὰ δὲ τοιάδε: τὰ δὲ τοιαῦτα ἐπιτάγματα χρὴ ποιεῖν, ὅσοι ἀναιδεῖς εἰσι καὶ φίλοι τῇ ἀναιδείᾳ.

798. ὄχθοις ἱεροῖς: ἀπὸ τῶν ὄχθων ἐπὶ τὴν πόλιν, ἐν ᾗ πόλει ἡ Ἀθηνᾶ τὸν γλαυκῆς ἐλαίας κλάδον ἔδειξε, τὸν οὐράνιον στέφανον.

803. ἔβας ἔβας: ὦ βασιλεῦ Τελαμὼν, ἔβας ὅτε τὸ πρῶτον ὁ [*](2. Post βαλοῦσα nihil deese videtur. nisi negligenter locutus est scho- KAMPMANN. liasta. 4."/μαρτάνω] Scribendum vel οὐχ 23. ἀπήλπισα Kampmannus. ἀπ. ἁμαρτάνω vel in verbis proximis οὐ ... A. συγκυρῶ, ut monet kampmannus:)

59
Ἡροκλῆς τὸ τῶν Ἑλλήνων ἤγαγεν ἄνθος διὰ τοὺς πώλους λυπούμενος.

814. τυκίσματα: τὰς κατασκευὰς, τὰ τείχη.

821. Λαομεδόντιε παῖ: τὸν Γανυμήδην καθʼ Ὅμηρον Τρωὸς ὄντα παῖδα Λαομέδοντος νῦν εἶπεν ἀκολουθήσας τῷ τὴν μικρὰν Ἰλιάδα πεποιηκότι, ὃν οἱ μὲν Θεστορίδην Φωκέα φασὶν, οἱ δὲ Κιναίθωνα Λακεδαιμόνιον, ὡς Ἑλλάνικος, οἱ δὲ Διόδωρον Ἐρυθραῖον. φησὶ δὲ οὕτως

  • ἄμπελον, ἦν Κρονίδης ἔπορεν οὖ παιδὸς ἄποινα
  • χρυσείην φύλλοισιν ἀγανοῖσι κομόωσαν
  • βότρυσί θʼ, οὓς Ἡφαιστος ἐπασκήσας Διὶ πατρὶ
  • δῶχ᾿, ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί.
  • καὶ Ἀντιφάνης Λαομέδοντος παῖδα τὸν Γανυμήδην φησὶ διὰ τούτων
  • τῶν οἰκιῶν οὖν ὧν ὁρᾷς ἐν τῇδε μὲν
  • ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει
  • γέρων, ἀπʼ ἀρχῆς Λαομέδων καλούμενος.
  • 828. ἠϊόνες δʼ ἅλιαι: τὴν Ἀλκυόνην λέγει. οὕτως, φησὶν, ἐβόησαν οἱ αἰγιαλοὶ ὥσπερ οἰωνὸς, ἤγουν ἡ Ἀλκυόνη, ὑπὲρ τῶν τέκνων.

    840. Ἔρως Ἔρως: ὁ Ἔρως, μεγάλως τότε τὴν Τροίαν ηὔξησας διὰ τὸ τοὺς θεοὺς ἐρᾶν.

    [*](3. τυκτίσματα A. in lemmate ut Hermannus. in textu vitiose pro τυκίσματα. 11. θʼ et Διῒ om. schol. Orest. 4. Ὅμηρον] Il. 5, 265. 20, 231. 12. δῶχ᾿, ὁ δὲ] δῶκεν. αὐτὰρ ὁ 6. Κιναίθωνα] κιναιθῶνα A. Dixi schol. Orest. de hoc nomine, apud alios Κυναίθων ib. πόρεν] πόρε A. et Κύναιθος scripto, in Thesauro vol. 4. ib. ἀντί] ἄρτι schol. Orest. p. 2110. 13. Ἀντιφάνης Hermannus. ἀριστοφάνης 7. Ἑλλάνικος Hermannus Opusc. A. Versus ex prologo vol. 5. p. 185. μελάνικος A. fabulae Γανυμήδης inscriptae sumtos 10. χρυσείην] χρυσείοις A. Correxi esse monet Cobetus. Ceterum ex schol. Orest. 1392. ubi scholiasta paullo plura quam tres haec ex cyclo afferuntur, τινὲς οὐχ qui nunc leguntur versus attulisse ἵκπους, ἀλλὰ χρυσῆν ἄμπελόν φασι δεδόσθαι videtur. Nam in his nulla Ganymedis ὑπὲρ Γανυμήδους, καθάπερ ἐν medis mentio it. κύκλῳ λέγει, ubi excidit nomen poetae, ib. διὰ τούτων—οἰκῶν] Sic haec nisi λέγεται scripsit. correxit Cobetus. διὰ τὰς τῶν οἰκείων ib. φύλλοισιν ἀγανοῖσι] Sic etiam ... ὁρᾶς ἐν τῇδε μενόντων φρυγῶν in scholio ad Orest. vitio manifesto, τύραννος ὤκων A. οἰκιῶν etiam L. cnjus lenissima est correctio Dindorfius et ὁ τῶν—οἰκῶν Hermannus. ab Schneidero in Lexico facta ἀγαυσῖσιν, οῖσιν, sed merito rejecta ab Hermanno, 16. ἀρχῆς Seidlerus. ὀργῆς A. quum ἀγαυός non dicatur 18. ὥσπερ] ἢ addit A. de rebus inanimatis. φύλλοισι παναργυρέοις 19. ὦ kampmannus. ὁ A.)
    60

    850. φέγγος ὀλοόν: τὸ δὲ φέγγος τῆς ἡμέρας, ἐστιν αὕτη ἡ ἡμέρα, πῶς περιεῖδε τὸν ὀλοὸν τοῦτον ὄλεθρον, τὸν κατὰ ταύτην τὴν γῆν ἐπηρμένον καὶ τῶν περγάμων, καίτοι ἄνδρα ἔχουσα ἐν ταύτῃ τεκνοποιὸν, ὡς καὶ τέκνα ἔχειν τὸν Μέμνονα.

    855. ὃν ἀστέρων τέθριππος: τὸν Τιθωνὸν λέγει ἡ Ἡμέρα ἔχουσα. κατὰ δὲ Ἡσίοδον οὐκ ἔστι ταυτὸν Ἠὼς καὶ Ἡμέρα. λέγει ὁτὲ μὲν

  • Θεία δʼ Ἠέλιον τέκετο λαμπράν τε Σελήνην.
  • Ἄλλως. ὅντινα Τιθωνὸν ὁ τέθριππος, ὁ χορὸς τῶν ἄστερων, ὅ ἐστιν ὁ λάμπων ἀστὴρ, τῇ πατρῴᾳ γῇ μεγάλην ἐλπίδα παρεχόμενος.

    863. Μενέλαός εἰμι: περισσὸν τὸ “Μενέλαός εἰμι·” αὔταρκες γὰρ τὸ “δάμαρτα τὴν ἐμὴν χειρώσομαι.”

    884. ὦ γῆς ὄχημα: τὴν γῆν ὀχῶν καὶ ἐπὶ γῆς ὀχούμενος. λέγει δὲ τὸν ἀέρα· ὦ συνέχων τὴν γῆν· ἔστι γὰρ καὶ ἐπάνωθεν ἀὴρ καὶ κάτω, ὡς τὴν γῆν εἶναι μετέωρον. ὦ ὄχημα τῆς γῆς ὅστις εἶ, εἴτε Ζεὺς εἴτε ἄλλο τι, ἐπάκουσον, εἴτε τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. δύναται καὶ οὕτως· ὁ διήκων διὰ πάντα νοῦς. καὶ μήποτʼ ἐστὶ βέλτιον· καὶ γὰρ ἔνιοί φασιν, ὁ νοῦς ἡμῶν ὁ θεός· ὁρᾶται δὲ ἐκ τῶν Ἀναξαγορείων λόγων. Ἄλλως. ἔνιοι οὕτως· ὁ τὸν νοῦν τοῖς ἀνθρώποις τιθεὶς, ἢ ὁ διήκων ἐπὶ πάντας νοῦς, ὃ καὶ βέλτιον, εἴτε Ζεὺς ὁ τοιοῦτος ἀνθρωπόμορφος εἴτε φυσικὴ ἀνάγκη, ἢ τοιοῦτος νοῦς οἷον ἔχουσιν οἱ ἄνθρωποι, ἢ τοιοῦτον μὲν οὐδὲν, ἀναπλασμὸς δέ ἐστι τῆς ἡμῶν διανοίας ὁ θεός.

    890. Μενέλαε: διὰ τί τολμηρῶς αὐτὸν Μενέλαον καὶ οὐ πόσιν [*](4. τὸν Μέμνονα] Scribe Ἠμαθίωνα τέκετο debetur librario antiqui codicis καὶ Μέμνονα, collato Apollod.3, 12, 4. evanidam scripturam vel lacunam 6. Ἡσίοδον] Theog. 371. utcunque explenti. Eadem ib. Ἡμέρα—Θεία Cobetus. ἡμέρα de causa reliquam partem scholii, ταυτόν. λέγει ὅτε μενθεῖα A. quam expedire nullo modo poterat, 8. τέκετο] Scribendum τε μέγαν. omisit, sic supplendam: ὁτὲ Θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, γείναθʼ ὑποδμηθεῖσ’ Ὑπερίονος ἐν φιλότητι. Νυκτὸς δʼ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, οὓς τέκε κυσσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. COBET. 16. ἀνθρώποις addidit Kampmannus ex scholio proximo. In A. lacuna.)

    61
    προσαγορεύει; διὰ τὸ μετὰ φόβου ἐξάγεσθαι ἀρχήν φησι τοῦ λόγου ταύτην ἀξίαν φόβου τὸ Μενέλαον αὐτὸν καὶ οὐ πόσιν προσσγορεύειν.

    901. οὐκ εἰς ἀκριβές: ὅ ἐστιν οὐκ εἰς τὸ ἀκριβὲς ἦλθεν ὥστε ἀριθμουμένων τῶν ψήφων εἰς τὸ βραχὺ ἐλθεῖν καὶ εἰς ἰσοψηφίαν καταντῆσαι.

    906. ἄκουσον αὐτῆς: καταφέρεται εἰς τὸ νόσημα τῶν ἀντιθέσεων· ἡ γὰρ πρότερον λέγουσα “ὅρα μή σε ἕλῃ” νῦν φησιν “ἄκουσον αὐτῆς.”