Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1034. ἀφελοῦ πρὸς Ἑλλάδος: ἀφελοῦ τὸ θῆλυ, τουτέστιν μὴ θηλυνθῇς, ἀνελὼν δὲ ταύτην σεαυτὸν ἀπαλλάξεις ψόγου.

1036. ἐμοὶ σὺ συμπέπτωκας: πρὸς τὴν Ἑκάβην φησί· συμφωνεῖς νεῖς μοι λέγουσα τὰ τοιαῦτα, ἑκουσίᾳ ἐξελθεῖν τῶν ἐμῶν οἴκων καὶ μάτην τὴν Κύπριν προβάλλεσθαι.

1037. ἑκουσίως τήνδʼ ἐκ δόμων: ἑκουσίως ἔπλευσε, κόμπου δὲ χάριν ἡ Ἀφροδίτη τοῖς λόγοις αὐτῆς ἐμβέβληται.

1049. μὴ νῦν: καὶ τοῦτο γέλοιον, γελοιότερος δὲ ὁ ἀντερῶν.

1051. οὐκ ἔστʼ: ὁ στίχος οὗτος ἐν παροιμίαις φέρεται.

1057. ῥᾴδιον μὲν οὐ τόδε: τὸ κατὰ τῶν γυναικῶν μῖσος ἑαυτοῦ [*](2. Θεογονίᾳ] 197. syllabae ην) A. corrupte. ib. αὐτός] Hippol. 443. 17. ἐχρῆν] ἐχρὴν A. hic et alibi. 10. ἐπαινῶνται Kampmannus. 18. Ἀνδρομάχῃ] 628. ἐπαινοῦνται A. 19. γυναῖκα] γυναῖκα σὴν A. 13. προσῆκον] πρέπον apud Amatium. 22. φησί· συμφωνεῖς—προβάλλεσθαι] φησιν αμφῶ—προβάλλεσθε A. 14. νικτην (νικτ cum compendio Correxit Kampmannus.)

64
καὶ διὰ τούτων παρίστησιν ὁ Εὐριπίδης· οὐ γὰρ, φησὶ, ῥᾴδιόν ἐστι ποτε σωφρονίσαι γυναῖκα.

1059. κἂν ἔτʼ ὦσ’ ἐχθίονες: κἂν ἀκόλαστοι πάνυ ὦσιν.

1064. σμύρνης αἰθερίας: εἰς τὸν αἰθέρα φθανούσης ἢ τῆς αἰθομένης τὴν ἀκρόπολιν. κατὰ κοινοῦ τὸ προὔδωκας.

1068. τέρμονά τε: τέρμονα νῦν λέγει τὴν τοῦ Ἰδαίου ὄρους κορυφὴν διὰ τὸ τερματίζειν, πρωτόβολον δὲ διὰ τὸ ἐμβάλλειν τὸν ἥλιον πρῶτον ἀνίσχοντα εἰς αὐτήν.

1070. ζαθέαν θεράπναν: ἔνθα τὸ θεῖον θεραπεύεται. νῦν δὲ θεράπναν λέγει τὴν τοῦ Διὸς οἴκησιν, παρόσον ὁ Ζεὺς τὴν Ἴδην οἰκεῖ.

1075. Φρυγῶν τε ζάθεοι: ἀμφιβόλως ἔχει, πότερον κατʼ ἐνιαυτὸν διὰ τὸ δωδεκασέληνον εἶναι τὸν ἐνιαυτὸν, ἢ διʼ ὅλου τοῦ ἐνιαυτοῦ κατὰ μῆνα. λέγουσι δὲ ἔνιοι καὶ τὰ πέμματα σελήνας διὰ τὸ λευκὰ εἶναι καὶ περιφερῆ· σελήνας δε --- ἱδρύεσθαι· δύναται οὖν λέγειν ἐκ δώδεκα πεμμάτων θυσίαν.

1079. αἰθέρα τε πόλεως: καὶ τὸν αἰθέρα ἐπιβεβηκώς. ὁ Δίδυμος τὸν ἐμπυρισμὸν, ἀπὸ τοῦ αἴθεσθαι.

1084. φθιμένοις ἀλαίνεις: ἐν τοῖς νεκροῖς διατρίβεις.

1090. κατάορα: ἐστεγασμένα, πεπυκνωμένα τοῖς δάκρυσι. κατῄορα τῇ βοῆ. ἢ βοᾷ, ἵνʼ ᾖ ῥῆμα.

1100. ἔνθʼ ἀκάτου: ἔνθα πορευομένης τῆς νεὼς τοῦ Μενελάου κατὰ τὸ μέσον πέλαγος τοῦ Αἰγαίου. τὸ δίπαλτον πῦρ τὸ ἱερὸν, ὅ ἐστιν ὁ κεραυνὸς, κεραυνώσει κατὰ τὸ μέσον τὴν πλάτην, ὅ ἐστι τὸ πλοῖον· εὔχονται γὰρ κατὰ τὸ μέσον πέλαγος κεραυνωθῆναι.

1107. χρύσεα δʼ ἔνοπτρα: φαίνεται ἐπιλαθόμενος ὧν προείρηκεν· ἀπῆκται γὰρ ἐπὶ τὰς ναῦς ὡς ἀποτυμπανισθησομένη. ἤτοι οὖν ἐπιλελησμένην αὐτὴν εἰσάγει καὶ καταστοχαζομένην, ὅτι πάλαι ἔχει τὰ ἔνοπτρα καὶ καλλωπίζεται.

1112. χαλκόπυλόν τε: τινὲς θεᾶς μέλαθρον. ἢ προσυπακουστέον αὐτὸ ἔξωθεν. ἔστι δὲ χαλκιοίκου Ἀθηνᾶς ἐν Σπάρτῃ ἱερόν.

1118. καινὰ καινῶν: παρασκευάζουσαι αἱ συντυχίαι τῇ Τροίᾳ. τὸ ἑξῆς δὲ, λεύσσετε Τρώων ἄλοχοι μέλεαι.

[*](3. Praefixi lemma κἂν ἔτʼ ὦσʼ ἐχθίονες. 30. χαλκιοίκου] χαλκειοίκου A. In A. verba κἄν—ὦσιν scholio 32. λεύσσετε] λεύσετε A. praecedenti adjecta sunt.)
65

1121. ὃν πύργων δίσκημα: ἀντὶ τοῦ ἔκτεινον ῥίψαντες καὶ δισκεύσαντες αὐτὸν ἀπὸ τῶν τειχῶν.

1123. νεὼς μὲν πίτυλος: ἀντὶ τοῦ μία ναῦς· πίτυλος γὰρ ἡ κωπηλασία, ὡς τῆς Ἀνδρομάχης παρακαλεσάσης αὐτὸν μετὰ τῆς ἀσπίδος θάπτεσθαι. διὰ τοῦτο Ταλθύβιος λέγει μίαν ναῦν καταλελεῖφθαι ἐπʼ αὐτὸ τοῦτο.