Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

537. κλωστοῦ δʼ : καθάπερ ναὸς σκάφος κλωστοῦ λίνου ἀμφιβόλοις, ὅ ἐστι σχοινίοις, οὕτως ἐπὶ τὸν ἵππον ἐπέβαλον.

539. φοίνιά τε πατρίδι: ἀντὶ τοῦ φονίως, ἤτοι φοινιχθέντα. τοῦτο δὲ ἀπὸ τοῦ συμβεβηκότος λέγει.

541. ἐν δὲ πόνῳ: πόνῳ διὰ τὸ κεκμηκέναι ἐν τῷ ἕλκειν, χαρᾷ διὰ τὸ ἐλπίζειν τι ἀγαθὸν ἐνηνοχέναι.

547. ἐνὶ δόμοις δὲ παμφαὲς σέλας: τὸ δὲ σέλας τοῦ πυρὸς τὴν μέλαιναν αἴγλαν δέδωκε τῷ ὕπνῳ, ὅ ἐστι τὴν μέλαιναν κατάστασιν τῷ ὕπνῳ. ἔδωκε τὸ πῦρ ἀντὶ τοῦ διεδέξατο ἡ νὺξ τὸ πῦρ· σβεσθέντος γὰρ αὐτοῦ ἐκοιμήθησαν· οἷον ἐπὶ τῶν λαμπάδων καιομένων ἐκοιμήθησαν. ἰδίως δὲ αἴγλην εἶπε τῆς νυκτὸς τὸ φῶς.

562. σφαγαὶ δʼ ἀμφιβώμιοι: ἐκ δὲ τοῦ σφάζεσθαι ἐρημία [*](2. οὐδὲ Kampmannus. ... δὲ A. 18. ὡς ἱππότα] Decepit scholiastam 14. Verba καὶ ὁ Πρίαμος—θεασόμενος scriptura vitiosa ἀμβρότα πώλου in A. cum scholio praecedente pro ἀμβροτοπώλου, quod restituit sunt conjuncta, cum lemmate ξεστὸν Musgravius. λόχον ἀργείων. 21. ἤτοι L. Dindorfius. ἢ τὰ A.)

57
παρηκολούθησεν, ἥτις τῇ μὲν Ἑλλάδι στέφανον ἔφερε, τῇ δὲ Τροίᾳ πένθος.

568. Ἑκάβη, λεύσσεις: ἀποθεωροῦσιν αἱ κατὰ τὸν χορὸν τὴν Ἀνδρομάχην παροδεύουσαν ἐπὶ ὀχήματος Ἑλληνικοῦ καὶ τὸν Ἀστυάνακτα αὐτῇ ἑπόμενον.

570. εἰρεσίᾳ: τῇ συζυγίᾳ. ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων.

573. σκύλοις τε Φρυγῶν: τί παρακαθέζῃ τοῖς σκύλοις, ὡς καὶ σκύλων ὄντων μετʼ αὐτῆς, ἐν οἷς καὶ τὸ Ἕκτορος ὅπλον.

577. τί παιᾶν᾿ ἐμόν: ἐπειδὴ εἶκεν οἴμοι, λέγει, διὰ τί τὸν ἐμὸν θρῆνον θρηνεῖς; παιᾶνα δέ φησι κατὰ ἀντίφρασιν, ὡς τὸ ἅπας δʼ ἀνευφήμησεν οἰμωγῇ λεώς.

590. οἱ δὲ πόθοι μεγάλοι: ἃ ποθεῖτε μεγάλα ἐστὶν, ἡ μὲν Ἕκτορα, ἡ δὲ Πρίαμον.

592. δυσφροσύναις: κακοβουλίαις. καὶ ὁ Πάρις τεχθεὶς δυσφροσύναις τῶν θεῶν οὐκ ἀπώλετο.

601. δάκρυά τʼ ἐκ δακρύων: ὁ οἶκος αὐτὸς, φησὶν, ἐκ διαδοχῆς καὶ δακρύει καὶ θρηνεῖ.

614. ἄλλος τις Αἴας: τῆς σῆς θυγατρὸς φαίνεται καὶ δεύτερος Αἴας, ἐπειδὴ καὶ τότε οὗτος αὐτὴν ἐδίωξεν.

646. ὄλωλεν ὡς ὄλωλεν: ἐμοῦ ζώσης εὐτυχέστερον ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν.

628. οὐ ταυτὸν, ὦ παῖ. τὸ βλέπειν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ

  • τὸ μὲν τέθνηκε σῶμα, τοῦτο δʼ αὖ βλέπει.
  • 630. ὦ μῆτερ ὦ τεκοῦσα: οὐ στοχάζεται τῶν ὑποκειμένων προσώπων. καὶ γὰρ νῦν ἡ Ἀνδρομάχη τὰ αὐτὰ φιλοσοφεῖ ἅπερ καὶ ἔμπροσθεν ἡ Κασάνδρα.

    636. κείνη δʼ ὁμοίως: ἡ δὲ Πολυξένη ὥσπερ μὴ ἰδοῦσα τὸ φῶς καὶ μὴ αἰσθανομένη τέθνηκεν.

    [*](1. παρηκολούθησεν] παρηκολούθη A. 10. ὡς τὸ] Sophoclis Trach. 783. Sic ἀφώρμη pro ἀφώρμησα scriptum in 19. αὐτὴν (Casandram) Kampmannus. scholio v. 938., ἐξώρμ pro ἐξώρμησε mannus. αὐτὸν A. 24. δʼ αὖ βλέπει Cobetus. δʼ ἀναβλέπει ad v. 1129. 3. λεύσσεις] λεύσεις A. A. 7. παρακαθέζῃ Kampmannus. παρακαθελκ... 26. τὰ αὐτὰ Kampmannus. σὺ A. 28. κείνη] ἐκείνη A. A.)
    58

    638. ἐγὼ δὲ τοξεύσασα: μεταφορικῶς φησιν, ἐγὼ δὲ τοξεύσασα καὶ βαλοῦσα --- τὸν σκοπὸν τῆς εὐδαιμονίας κατὰ τὸ πλεῖστον τῆς τύχης ἥμαρτον. ἢ οὕτως, ἐγὼ δὲ ἐπὶ τὴν εὐδοξίαν βαλοῦσα καὶ τῆς τύχης ἐτύγχανον συγκυρούσης, ὡς καὶ παῤ Ὁμήρῳ τὸ ἁμαρτάνω ἐπὶ τοῦ συγκυρῶ τίθεται.

    642. πρῶτον μὲν ἔνθα: πρῶτον μὲν κἂν ᾖ κἂν μὴ ᾖ ψόγος ταῖς γυναιξὶν, ὅμως κακῶς αὐτὰς ἀκούειν δεῖ, ὅταν μὴ μένωσιν οἴκοι.

    645. τούτου παρεῖσα πόθον: τοῦ ἐξέρχεσθαι ἀπὸ τῶν οἴκων ἐάσασα τὴν ἐπιθυμίαν ἀντὶ τοῦ μὴ ἐξερχομένη.